Ancient Greek
Πίστει καὶ περὶ μελλόντων ηὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ ηὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πίστει Ἰωσὴφ τελευτῶν, περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστῶν αὐτοῦ ἐνετείλατο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-27
Not analysed yet
Πολλοὶ, φησὶ, προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ἆρα πάντα τὰ μέλλοντα ᾔδεσαν οἱ δίκαιοι; Καὶ σφόδρα. Εἰ γὰρ καὶ διὰ τὴν ἀσθένειαν τῶν μὴ δυναμένων αὐτὸν δέξασθαι, οὐκ ἀπεκαλύπτετο ὁ Υἱὸς, τοῖς ἐν ἀρετῇ διαλάμπουσιν εἰκότως ἀπεκαλύπτετο. Τοῦτο καὶ νῦν ὁ Παῦλός φησιν, ὅτι τὰ μέλλοντα ᾔδεσαν, τουτέστι, τὴν ἀνάστασιν τοῦ Χριστοῦ. Ἢ οὖν τοῦτό φησι, ἢ τὸ, Πίστει περὶ μελλόντων, οὐ περὶ τοῦ μέλλοντος αἰῶνος, ἀλλὰ περὶ τῶν ἐνταῦθα μελλόντων ὕστερον γίνεσθαι, λέγει. Ἂν γὰρ μὴ τοῦτο, πῶς ἄνθρωπος καθήμενος ἐν ξένῃ, τοιαύτας εὐλογίας ἠδύνατο διδόναι; πῶς δαὶ πάλιν ἐπέτυχεν εὐλογίας, καὶ οὐκ ἔλαβεν αὐτήν; Ὁρᾷς ὅτι ὅπερ ἔφην ἐπὶ μὲν τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοῦ Ἰακὼβ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἀπώνατο τῆς εὐλογίας, ἀλλ' εἰς ἐκγόνους ἐξῆλθε τὰ τῶν εὐλογιῶν, αὐτὸς δὲ τῶν μελλόντων ἔτυχεν; εὑρίσκομεν γὰρ τὸν ἀδελφὸν μᾶλλον ἀπολελαυκότα. Ὁ μὲν γὰρ ἐν δουλείᾳ καὶ θητείᾳ καὶ κινδύνοις καὶ ἐπιβουλαῖς καὶ ἀπάταις καὶ φόβοις τὸν ἅπαντα διεγένετο χρόνον, ἐρωτώμενός τε παρὰ τοῦ Φαραὼ φησί· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου γεγόνασιν· ἐκεῖνος δὲ ἐν ἀδείᾳ καὶ αὐθεντίᾳ πολλῇ, καὶ μετὰ ταῦτα ἦν αὐτῷ φοβερός. Ποῦ οὖν ἐξέβησαν αἱ εὐλογίαι, ἀλλ' ἢ ἐν τῷ μέλλοντι; Ὁρᾷς ὅτι ἄνωθεν οἱ πονηροὶ τῶν ἐνταῦθα ἀπήλαυον· οἱ δὲ δίκαιοι τοὐναντίον, οὐ μὴν πάντες. Ἰδοὺ γὰρ ὁ Ἀβραὰμ δίκαιος ἦν καὶ ἀπήλαυσε καὶ τῶν ἐνταῦθα, πλὴν μετὰ θλίψεως καὶ πειρασμῶν· καὶ γὰρ πλοῦτος ἦν αὐτῷ μόνον, ἐπεὶ τὰ ἄλλα πάντα θλίψεως ἔγεμε τὰ κατ' αὐτόν. Οὐ γὰρ ἔστι τὸν δίκαιον μὴ θλίβεσθαι, κἂν πλουτῇ· ὅταν γὰρ βούληται πλεονεκτεῖσθαι, ἀδικεῖσθαι, τὰ ἄλλα πάσχειν, ἀνάγκη θλίβεσθαι. Ὥστε κἂν ἀπολαύῃ τοῦ πλούτου, οὐκ ἀλύπως. Τί δήποτε; Ὅτι ἐν θλίψει ἐστὶ καὶ ὀδύνῃ. Εἰ δὲ τότε ἐν θλίψει οἱ δίκαιοι, πολλῷ μᾶλλον νῦν. Πίστει περὶ μελλόντων, φησὶν, εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Καίτοι γε μείζων ἦν ὁ Ἡσαῦ· ἀλλὰ προτίθησιν ἀπὸ τῆς ἀρετῆς τὸν Ἰακώβ. Ὁρᾷς ὅτι ἦν ἡ πίστις; Πόθεν γὰρ ἐπηγγείλατο τοῖς υἱοῖς τὰ τοσαῦτα ἀγαθὰ, ἢ ἀπὸ τοῦ πιστεύειν τῷ Θεῷ πάντως; Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν. Ἐνταῦθα χρὴ θεῖναι τὰς εὐλογίας ὅλας, ἵνα καὶ ἡ πίστις καὶ ἡ προφητεία αὐτοῦ κατάδηλος γένηται. Καὶ προσεκύνησε, φησὶν, ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐ μόνον εἶπεν, ἀλλὰ καὶ οὕτως ἐθάῤῥει τοῖς ἐσομένοις, ὡς καὶ τῷ ἔργῳ αὐτῷ ἐπιδεῖξαι. Ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραῒμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτό φησι· Καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Τουτέστι, καὶ γέρων ὢν ἤδη προσεκύνει τῷ Ἰωσὴφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν τὴν ἐσομένην αὐτῷ. Καὶ τοῦτο ἐξέβη μὲν ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ προσεκύνησαν· ἐκβήσεσθαι δὲ ἔμελλε καὶ ὕστερον διὰ τῶν δέκα φυλῶν. Ὁρᾷς πῶς τὰ ὕστερον ἐσόμενα προεῖπεν; Ὁρᾷς ὅσην εἶχον πίστιν; πῶς ὑπὲρ τῶν ἐσομένων ἐπίστευον; Τὰ μὲν γὰρ ὑπομονῆς ἐνταῦθά ἐστιν ὑποδείγματα μόνης, τὰ παρόντα, καὶ τοῦ παθεῖν κακῶς, καὶ τοῦ μηδὲν ἀπολαμβάνειν ἀγαθὸν, οἷον τὸ ἐπὶ τοῦ Ἀβραὰμ, τὸ ἐπὶ τοῦ Ἄβελ· τὰ δὲ πίστεως, οἷον ἐπὶ τοῦ Νῶε, ὅτι ἔστιν ὁ Θεὸς, ὅτι ἔστιν ἀνταπόδοσις. Ἡ πίστις γὰρ πολύσημός ἐστι λέξις· καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο σημαίνει· ἐνταῦθα δὲ σημαντική ἐστι τοῦ τε εἶναι ἀνταπόδοσιν, καὶ τοῦ μὴ ἐπὶ τοῖς αὐτοῖς αὐτὴν ἀναμένειν πάντας, καὶ τοῦ πρὸ τῶν ἐπάθλων ἀθλεῖν. Καὶ τὰ κατὰ τὸν Ἰωσὴφ δὲ πίστεως μόνης ἐστίν· ὅτι γὰρ ἐπηγγείλατο τῷ Ἀβραὰμ, ὅτι ὑπέσχετο· Σοὶ δώσω καὶ τῷ σπέρματί σου τὴν γῆν ταύτην, ἤκουσεν ὁ Ἰωσήφ· καὶ ἐν ἀλλοτρίᾳ ὢν, καὶ οὐδέπω ὁρῶν ἐκβεβηκυῖαν τὴν ὑπόσχεσιν, οὐδὲ οὕτω κατέπεσεν, ἀλλ' οὕτως ἐπίστευσεν, ὡς καὶ περὶ τῆς ἐξόδου εἰπεῖν, καὶ περὶ τῶν ὀστῶν αὑτοῦ ἐντείλασθαι. Οὐκ ἄρα μόνος αὐτὸς ἐπίστευσεν, ἀλλὰ καὶ τοὺς ἄλλους ἐνῆγεν εἰς πίστιν. Διὰ τοῦτο καὶ ἐντέλλεται, ἵνα ἀεὶ τῆς ἐξόδου μεμνημένοι ὦσιν· οὐκ ἂν δὲ περὶ τῶν ὀστῶν αὑτοῦ ἐνετείλατο, εἰ μὴ πεπληροφόρητο ἔσεσθαι τὴν ἐπάνοδον. Ὥστε ὅταν τινὲς λέγωσιν, Ἰδοὺ καὶ δίκαιοι ἐφρόντισαν μνημείων· λέγωμεν πρὸς αὐτοὺς ὅτι διὰ τοῦτο, ἄλλως δὲ οὐδαμῶς· ᾔδει γὰρ, ὅτι Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Οὐκ ἂν οὖν ἐν τοσαύτῃ ζήσας φιλοσοφίᾳ τοῦτο ἠγνόησεν, ὁ τὸν ἅπαντα χρόνον ἐν Αἰγύπτῳ ζήσας. Καίτοι γε ἐξῆν, εἴ γε ἐβούλετο, ἐπανελθεῖν, καὶ μὴ πενθῆσαι μηδὲ δυσχερᾶναι. Ἀλλὰ καὶ τὸν πατέρα ἐκεῖ ἀναγαγὼν, τίνος ἕνεκεν καὶ τὰ αὑτοῦ ὀστᾶ ἀναγαγεῖν ἐκεῖθεν ἐπέσκηψεν, ἢ δῆλον ὅτι διὰ τοῦτο;