# In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-28

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν. Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/1.1-28

Πολλὰ μεταξὺ κατασκευάζειν ὁ Παῦλος εἴωθε, καὶ πυκνός ἐστι τοῖς νοήμασι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· οὐκ ἐν πλήθει λόγων ὀλίγα περιέχει νοήματα, ἀλλὰ βραχύτητι ῥημάτων μεγάλην καὶ πολλὴν διάνοιαν ἐντίθησιν. Ὅρα γοῦν πῶς ἐν τάξει παρακλήσεως καὶ περὶ πίστεως διαλεγόμενος, οἵου ὑπομιμνήσκει τύπου καὶ μυστηρίου, οὗ τὴν ἀλήθειαν ἔχομεν. Πίστει, φησὶ, πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Τί δέ ἐστιν, Ἡ πρόσχυσις τοῦ αἵματος; Ἀρνίον ἐθύετο κατὰ οἰκίαν, καὶ τὸ αἷμα αὐτοῦ ἐπεχρίετο ταῖς φλιαῖς, καὶ τοῦτο ἦν ἀποτείχισις τῆς ἀπωλείας τῆς Αἰγυπτιακῆς. Εἰ τοίνυν αἷμα ἀρνίου ἐν μέσοις Αἰγυπτίοις καὶ ἐν ὀλέθρῳ τοσούτῳ ἀσινεῖς διεφύλαττε τοὺς Ἰουδαίους· πολλῷ μᾶλλον διασώσει ἡμᾶς, οὐκ ἐν ταῖς φλιαῖς, ἀλλ' ἐπὶ ταῖς ψυχαῖς τὸ αἷμα ἐπιχριόμενον τοῦ Χριστοῦ· καὶ γὰρ καὶ νῦν ὁ ὀλοθρεύων ἐν τῇ βαθείᾳ νυκτὶ ταύτῃ περιέρχεται. Ἀλλ' ὁπλιζώμεθα ἐκείνῃ τῇ θυσίᾳ. Πρόσχυσιν τὴν χρίσιν καλεῖ· ἀπὸ γὰρ Αἰγύπτου ἐξήγαγεν ἡμᾶς ὁ Θεὸς, ἀπὸ τοῦ σκότους, ἀπὸ τῆς εἰδωλολατρείας. Καίτοι τὸ γενόμενον οὐδὲν ἦν, τὸ δὲ κατορθούμενον μέγα· τὸ μὲν γὰρ γενόμενον αἷμα, τὸ δὲ κατορθούμενον σωτηρία καὶ ἔμφραξις καὶ κώλυμα ἀπωλείας. Ἐφοβήθη τὸ αἷμα ὁ ἄγγελος· ᾔδει γὰρ τίνος ἦν τύπος· ἔφριξε, τὸν Δεσποτικὸν θάνατον ἐννοήσας· διὰ τοῦτο οὐκ ἔθιγε τῶν φλιῶν. Εἶπε Μωϋσῆς, Χρίσατε· καὶ ἔχρισαν, καὶ ἐθάῤῥησαν χρίσαντες. Ὑμεῖς δὲ αὐτοῦ τοῦ ἀμνοῦ ἔχοντες τὸ αἷμα, οὐ θαρσεῖτε; Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ ξηρᾶς γῆς. Πάλιν λαὸν ὁλόκληρον παραβάλλει λαῷ, ἵνα μὴ λέγωσιν, ὅτι Οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι. Πίστει, φησὶ, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. Ἐνταῦθα αὐτοὺς καὶ εἰς ὑπόμνησιν ἄγει τῶν παθημάτων τῶν ἐν Αἰγύπτῳ. Πῶς πίστει; Ὅτι ἤλπισαν διὰ τῆς θαλάσσης διαβήσεσθαι, καὶ διὰ τοῦτο ηὔχοντο· μᾶλλον δὲ Μωϋσῆς ἦν ὁ εὐχόμενος. Ὁρᾷς ὅτι πανταχοῦ ἡ πίστις τοὺς λογισμοὺς ὑπερβαίνει τοὺς ἀνθρωπίνους καὶ τὴν ἀσθένειαν καὶ τὴν ταπεινότητα; ὁρᾷς, ὁμοῦ καὶ ἐπίστευον, καὶ τὴν κόλασιν ἐδεδοίκεσαν ἔν τε τῷ αἵματι τῶν θυρῶν, ἔν τε τῇ Ἐρυθρᾷ θαλάττῃ; Καὶ τοῦτο ἐδήλου, ὅτι ὕδωρ ἦν, διὰ τῶν ἐμπεσόντων καὶ ἀποπνιγέντων, καὶ ὅτι οὐκ ἦν φαντασία, ἀλλ' ἀλήθεια. Ὥσπερ δὲ ἐπὶ τῶν λεόντων οἱ ἀναλωθέντες ἐδείκνυον τῶν πραγμάτων τὴν ἀλήθειαν, καὶ ἐπὶ τῆς καμίνου οἱ καέντες· οὕτω καὶ νῦν ὁρᾷς τὰ αὐτὰ πράγματα τοῖς μὲν πρὸς σωτηρίας καὶ εὐδοκιμήσεως, τοῖς δὲ πρὸς ἀπωλείας γινόμενα. Τοσοῦτόν ἐστιν ἡ πίστις ἀγαθόν· καὶ γὰρ ὅταν εἰς ἀμηχανίαν ἐμπέσωμεν, τότε ἀπαλλαττόμεθα, κἂν πρὸς αὐτὸν τὸν θάνατον ἔλθωμεν, κἂν ἀπογνωσθῇ τὰ καθ' ἡμᾶς. Τί γὰρ ἄλλο ἦν λοιπόν; Αἰγύπτιοι καὶ θάλασσα αὐτοὺς ἀόπλους ἐκύκλουν, καὶ ἢ ἀποπνιγῆναι ἐχρῆν φεύγοντας, ἢ εἰς τὰς Αἰγυπτιακὰς χεῖρας ἐμπεσεῖν. Ἀλλ' ὅμως ἀπὸ ἀμηχάνων αὐτοὺς διέσωσε· τὸ αὐτὸ ὕδωρ τοῖς μὲν ὑπεστρώννυτο καθάπερ γῆ, τοὺς δὲ κατεπόντιζε καθάπερ θάλαττα· ἐκεῖ μὲν τῆς φύσεως ἐπελανθάνετο, ἐνταῦθα δὲ καὶ ὡπλίζετο κατ' αὐτῶν Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Οὐ γὰρ δὴ σαλπίγγων ἠχὴ λίθους οἵα τε καταβάλλειν ἐστὶ, κἂν μυρία τις ἔτη σαλπίζῃ, ἀλλ' ἡ πίστις πάντα δύναται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
