# In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-29

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος· ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/1.1-29

Ἀεὶ μὲν, μάλιστα δὲ ὅταν τῶν ἁγίων ἐννοήσω τὰ κατορθώματα, τότε μοι ἐπέρχεται ἀπαγορεύειν τὰ κατ' ἐμαυτὸν, ὅτι οὐδὲ ὄναρ πεῖραν ἐλάβομεν οἷς ἐκεῖνοι τὸν ἅπαντα χρόνον ἐνδιέτριψαν ἄνδρες, οὐχ ἁμαρτημάτων τίνοντες δίκην, ἀλλ' ἀεὶ κατορθοῦντες, καὶ ἀεὶ θλιβόμενοι. Ἐννόησον γάρ μοι τὸν Ἠλίαν, εἰς ὃν ἡμῖν ὁ λόγος περιήκει τήμερον· περὶ αὐτοῦ γάρ φησιν ἐνταῦθα τὸ, Περιῆλθον ἐν μηλωταῖς, καὶ εἰς αὐτὸν αὐτῷ τελευτᾷ τὰ ὑποδείγματα οὐδὲ αὐτὸ καταλιπών· ὅπερ οἰκεῖον αὐτοῖς ἦν. Καὶ εἰπὼν τὰ κατὰ τοὺς ἀποστόλους, ὅτι ἐν φόνῳ μαχαίρας ἀπέθανον, ὅτι ἐλιθάσθησαν, ἄνεισι πάλιν ἐπὶ τὸν Ἠλίαν, τὸν τὰ αὐτὰ παθόντα τούτοις. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς οὐδέπω περὶ τῶν ἀποστόλων δόξαν ἔχειν τοσαύτην, ἀπὸ τοῦ ἀναληφθέντος, καὶ μάλιστα θαυμασθέντος, φέρει τὴν παράκλησιν καὶ τὴν παραμυθίαν. Περιῆλθον γὰρ, φησὶν, ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος. Οὐδὲ ἱμάτιον εἶχον, φησὶ, περιβαλέσθαι τῇ ὑπερβολῇ τῶν θλίψεων, οὐ πόλιν, οὐκ οἰκίαν, οὐ καταγώγιον· τοῦτο, ὅπερ ὁ Χριστὸς ἔλεγεν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Τί λέγω, οὐ καταγώγιον; οὐ στάσιν· οὐδὲ γὰρ τὴν ἔρημον καταλαβόντες, ἡσυχίαν ἦγον· οὐ γὰρ εἶπεν, Ἐν ἐρήμῳ ἐκάθηντο, ἀλλὰ καὶ ἐκεῖ ὄντες ἔφευγον καὶ ἐκεῖθεν ἠλαύνοντο, οὐκ ἐκ τῆς οἰκουμένης μόνον, ἀλλὰ καὶ ἐκ τῆς ἀοικήτου. Καὶ ἀναμιμνήσκει τόπων αὐτοὺς ἔνθα ἐκάθηντο, καὶ πραγμάτων ἐκεῖ γενομένων· Ὑστερούμενοι, θλιβόμενοι. Εἶτα, φησὶν, ὑμῖν ἐνεκάλουν διὰ τὸν Χριστὸν, καὶ ταῦτα ἐποίουν τῷ Ἠλίᾳ· τί ἔχοντες ἐγκαλεῖν, ἤλαυνον αὐτὸν καὶ ἐδίωκον, καὶ λιμῷ παλαίειν ἠνάγκαζον; Ὃ καὶ οὗτοι τότε ἔπασχον· διὰ τοῦτο ἔλεγεν ἀλλαχοῦ· Ἔκριναν γοῦν πέμψαι οἱ ἀδελφοὶ τοῖς θλιβομένοις τῶν μαθητῶν· Καθὼς γὰρ ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς. [Ὃ καὶ τούτων ἦν.] Κακουχούμενοι, φησί· τουτέστι, κακῶς πάσχοντες, ἐν ταῖς ὁδοιπορίαις, ἐν τοῖς κινδύνοις· ὃ καὶ αὐτὸ τούτων ἦν. Τὸ δὲ, [Περιῆλθον, τί ἐστιν;] Ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι καὶ σπηλαίοις, καὶ, ταῖς ὀπαῖς τῆς γῆς. Οὐδὲν ἄλλο ἢ τοῦτο μονονουχὶ ἐμφαίνει, ὅτι περιῆλθον καθάπερ φυγάδες καὶ μετανάσται, καθάπερ ἐπὶ τοῖς αἰσχίστοις ἑαλωκότες, καθάπερ οἱ οὐδὲ τὸν ἥλιον ὁρᾷν ἄξιοι, καὶ οὐδὲ ἀπὸ τῆς ἐρημίας εὕρισκον καταφυγὴν, ἀλλ' ἔδει φεύγειν ἀεὶ, ἔδει καταδύσεις ζητεῖν, ἔδει ζῶντας εἰς τὴν γῆν κατορύττειν ἑαυτοὺς, ἀεὶ ἐν φόβῳ εἶναι. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τίς οὖν ὁ μισθὸς τῆς τοσαύτης, φησὶν, ἐλπίδος; τίς ἡ ἀνταπόδοσις; Μεγάλη, καὶ οὕτω μεγάλη, ὡς μηδὲ λόγῳ δύνασθαι δηλωθῆναι· Ἃ γὰρ, φησὶν, ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ταῦτά ἐστιν ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ἀλλ' οὔπω ἀπέλαβον, ἀλλ' ἔτι μένουσι καὶ οὕτω τελευτήσαντες ἐν τοσαύτῃ θλίψει. Καὶ ἐκεῖνοι μὲν χρόνους ἔχουσι τοσούτους νικήσαντες, καὶ οὐδέπω ἀπέλαβον· ὑμεῖς δὲ ἐν τῷ ἀγῶνι ἔτι ὄντες, ἀσχάλλετε; Ἐννοήσατε καὶ ὑμεῖς τί ἐστι, καὶ ὅσον ἐστὶ τὸν Ἀβραὰμ καθῆσθαι· καὶ τὸν ἀπόστολον Παῦλον περιμένοντας πότε σὺ τελειωθῇς, ἵνα δυνηθῶσι τότε λαβεῖν τὸν μισθόν. Ἐὰν μὴ γὰρ καὶ ἡμεῖς παραγενώμεθα, προεῖπεν αὐτοῖς ὁ Σωτὴρ μὴ δώσειν· καθάπερ εἰ πατὴρ φιλόστοργος παισὶν εὐδοκίμοις, καὶ τὸ, ἔργον ἠνυκόσι λέγοι, μὴ διδόναι φαγεῖν, ἐὰν μὴ ἔλθωσιν αὐτῶν οἱ ἀδελφοί. Σὺ δὲ ἀσχάλλεις, ὅτι οὐδέπω τὸν μισθὸν ἔλαβες; Τί οὖν ποιήσει Ἄβελ ὁ πρὸ πάντων νικήσας, καὶ ἀστεφάνωτος καθήμενος; τί δὲ Νῶε; τί δὲ οἱ κατ' ἐκείνους τοὺς χρόνους γεγονότες, ὅτι σὲ καὶ τοὺς μετὰ σὲ ἀναμένουσιν; Ὁρᾷς ὅτι ἡμεῖς πλεονεκτοῦμεν αὐτῶν; Καὶ καλῶς διὰ τοῦτο εἶπε, Τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου. Ἵνα γὰρ μὴ δοκῶσι πλεονεκτεῖν ἡμῶν τῷ πρῶτοι στεφανοῦσθαι, ἕνα ὥρισε πᾶσι τῶν στεφάνων τὸν καιρὸν, καὶ ὁ πρὸ τοσούτων ἐτῶν νενικηκὼς, μετὰ σοῦ λαμβάνει τὸν στέφανον. Ὁρᾷς κηδεμονίαν; Καὶ οὐκ εἶπεν, Ἵνα μὴ χωρὶς ἡμῶν στεφανωθῶσιν, ἀλλ', Ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν· ὥστε καὶ τέλειοι τότε φαίνονται. Προέλαβον κατὰ τοὺς ἀγῶνας, ἀλλ' οὐ προλαμβάνουσι κατὰ τοὺς στεφάνους. Οὐκ ἐκείνους ἠδίκησεν, ἀλλ' ἡμᾶς ἐτίμησε· καὶ γὰρ καὶ αὐτοὶ τοὺς ἀδελφοὺς ἀναμένουσιν. Εἰ γὰρ σῶμα ἓν οἱ πάντες ἐσμὲν, μείζων γίνεται τῷ σώματι τούτῳ ἡ ἡδονὴ, ὅταν κοινῇ στεφανῶται, καὶ μὴ κατὰ μέρος. Καὶ γὰρ οἱ δίκαιοι καὶ ἐν τούτῳ εἰσὶ θαυμαστοὶ, ὅτι χαίρουσιν ὡς ἐπὶ οἰκείοις ἀγαθοῖς τοῖς τῶν ἀδελφῶν. Ὥστε κἀκείνοις τοῦτο κατὰ γνώμην ἐστὶ, τὸ μετὰ τῶν μελῶν τῶν ἰδίων στεφανωθῆναι· τὸ γὰρ ὁμοῦ δοξασθῆναι, μεγάλη ἡδονή. Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
