Ancient Greek
Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῖν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-31
Not analysed yet
Οἱ τὰ φάρμακα πίνοντες τὰ πικρὰ, ἀνέχονταί τινος πρότερον ἀηδίας, καὶ τότε τῆς ὠφελείας αἰσθάνονται. Τοιοῦτον γὰρ ἡ ἀρετὴ, τοιοῦτον ἡ κακία· ἐκεῖ πρώτη ἡ ἡδονὴ, εἶτα ἡ ἀθυμία· ἐνταῦθα πρώτη ἡ ἀθυμία, καὶ τότε ἡ ἡδονή. Ἀλλ' οὐδὲν ἴσον· οὐ γάρ ἐστιν ἴσον πρότερον λυπηθέντα, ὕστερον ἡσθῆναι, καὶ πρότερον ἡσθέντα, ὕστερον λυπηθῆναι. Πῶς; Ἐνταῦθα μὲν γὰρ ἡ προσδοκία τῆς μελλούσης ἀθυμίας τὴν παροῦσαν ἐλάττονα ποιεῖ ἡδονήν· ἐκεῖ δὲ ἡ προσδοκία τῆς μελλούσης ἡδονῆς ὑποτέμνεται τὸ σφοδρὸν τῆς παρούσης ἀθυμίας· ὡς συμβαίνειν ἐκεῖ μὲν μηδέποτε ἡσθῆναι, ἐνταῦθα δὲ μηδέποτε λυπηθῆναι. Οὐ ταύτῃ δὲ μόνον τὰ τῆς διαφορᾶς, ἀλλὰ καὶ ἑτέρως. Πῶς; Ὅτι οὐδὲ τὰ τῶν χρόνων ἴσα, ἀλλὰ πολὺ μείζονα καὶ πλείονα. Ἐνταῦθα δὲ καὶ πλέον τι ἐν τοῖς πνευματικοῖς. Ἀπὸ τούτου τοίνυν ἐπιχειρεῖ ὁ Παῦλος τὴν παραμυθίαν εἰσαγαγεῖν, καὶ τὴν κοινὴν πάλιν κρίσιν λαμβάνει, ᾗ οὐδεὶς ἀντιστῆναι δύναται, οὐδὲ κοινῇ ψήφῳ μάχεσθαι. Ὅταν γάρ τις παρὰ πάντων ὁμολογούμενον εἴπῃ, πάντες συγκατατίθενται, καὶ οὐδεὶς ἀντιπίπτει. Λυπεῖσθε, φησί· τοῦτο κατὰ λόγον· τοιοῦτον γὰρ ἡ παιδεία, τὴν ἀρχὴν ἔχει τοιαύτην. Ὅθεν καὶ οὕτως ἐπήγαγε· Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης. Καλῶς εἶπεν, Οὐ δοκεῖ· οὐδὲ γάρ ἐστι λύπης ἡ παιδεία, ἀλλὰ μόνον δοκεῖ· οὐδὲ ἡ μὲν, ἡ δὲ οὒ, ἀλλὰ πᾶσα· Πᾶσα γὰρ, φησὶ, παιδεία οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· τουτέστι, καὶ ἡ ἀνθρωπίνη, καὶ ἡ πνευματική. Ὁρᾷς αὐτὸν ἀπὸ τῶν κοινῶν ἐννοιῶν ἀγωνιζόμενον; Δοκεῖ, φησὶ, λύπης εἶναι· ὥστε οὐκ ἔστι. Ποία γὰρ λύπη τίκτουσα χαράν; Οὐδεμία· ὥσπερ οὖν οὐδὲ ἡδονὴ τίκτουσα ἀθυμίαν. Ὕστερον δὲ καρποὺς εἰρηνικοὺς τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Οὐ καρπὸν, ἀλλὰ καρποὺς εἶπε, τὸ πλῆθος ἐμφαίνων πολύ. Τοῖς δι' αὐτῆς, φησὶ, γεγυμνασμένοις. Τί ἐστι, Τοῖς δι' αὐτῆς γεγυμνασμένοις; Τοῖς ἀνασχομένοις ἐπὶ πολὺ καὶ καρτερήσασιν. Ὁρᾷς πῶς καὶ εὐφήμῳ ὀνόματι κέχρηται; Ἄρα γυμνασία ἐστὶν ἡ παιδεία, τὸν ἀθλητὴν ἰσχυρὸν ἐργαζομένη, καὶ ἀκαταγώνιστον ἐν τοῖς ἀγῶσι, καὶ ἄμαχον ἐν τοῖς πολέμοις. Εἰ τοίνυν πᾶσα παιδεία τοιαύτη ἐστὶ, καὶ αὕτη τοιαύτη ἔσται. Ὥστε χρηστὰ χρὴ προσδοκᾷν, καὶ τὸ τέλος ἡδὺ καὶ εἰρηνικόν. Καὶ μὴ θαυμάσῃς, εἰ σκληρὰ οὖσα, καρποὺς ἔχει γλυκεῖς· ἐπεὶ καὶ ἐν τοῖς δένδροις ὁ μὲν φλοιὸς ἄποιός τίς ἐστι σχεδὸν καὶ τραχὺς, οἱ δὲ καρποὶ γλυκεῖς. Ἀλλ' ἔλαβεν αὐτὸ ἀπὸ τῆς κοινῆς ἐννοίας. Εἰ τοίνυν τοιαῦτα χρὴ προσδοκᾷν, τί ἀλγεῖτε; τί τὰ λυπηρὰ ὑπομείναντες, περὶ τὰ χρηστὰ ἐκλύεσθε; Ἃ ἐχρῆν ὑπομεῖναι ἀηδῆ, ὑπεμείνατε· μὴ τοίνυν ἐκλυθῆτε περὶ τὴν ἀνταπόδοσιν. Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. Ὡς πρὸς δρομεῖς καὶ πύκτας καὶ πολεμιστὰς διαλέγεται. Ὁρᾷς πῶς αὐτοὺς καθοπλίζει, πῶς αὐτοὺς ἐπαίρει; Ἐνταῦθα περὶ τῶν λογισμῶν αὐτῶν τοῦτο λέγει. Ὀρθὰ βαδίζετε, φησί· τουτέστι, μὴ ἀμφιβάλλοντες. Εἰ γὰρ ἀπὸ ἀγάπης ἡ παιδεία, εἰ ἀπὸ κηδεμονίας ἄρχεται, εἰ εἰς τέλος χρηστὸν τελευτᾷ· τοῦτο γὰρ καὶ διὰ πραγμάτων, καὶ διὰ ῥημάτων, καὶ διὰ πάντων ἀποδείκνυσι· τίνος ἕνεκεν ἐκλύεσθε; τοιοῦτοι γὰρ οἱ ἀπογνόντες, οἱ μὴ τῇ ἐλπίδι ῥωννύμενοι τῶν μελλόντων. Ὀρθὰ, φησὶ, βαδίζετε· ὥστε μὴ ἐπιταθῆναι τὴν χωλείαν, ἀλλὰ μεταβληθῆναι ἐπὶ τὰ πρότερα· ὁ γὰρ μετὰ χωλείας τρέχων, ἐπιτρίβει τὸ κακόν. Ὁρᾷς ὅτι ἐν ἡμῖν ἐστι τὸ πάντως ἰατρευθῆναι; Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅπερ καὶ ἀνωτέρω ἔλεγε, Μὴ ἐγκαταλιπόντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, τοῦτο καὶ ἐνταῦθα αἰνίττεται. Οὐδὲν γὰρ οὕτω μάλιστα ἐν πειρασμοῖς εὐκαταγωνίστους ποιεῖ καὶ εὐχειρώτους, ὡς τὸ διεσπάσθαι. Καὶ ὅρα πῶς· Διάσπασον φάλαγγα ἐν πολέμῳ, καὶ οὐδὲ πόνου δεηθήσονται οἱ πολέμιοι, ἀλλὰ δεδεμένους αὐτοὺς λήψονται, κατ' ἰδίαν εὑρόντες, καὶ ταύτῃ ὄντας ἀσθενεστέρους. Εἰρήνην διώκετε μετὰ πάντων, φησίν. Ἄρα καὶ τῶν κακῶς ποιούντων. Τοῦτο καὶ ἀλλαχοῦ φησιν· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Τὸ σὸν μέρος, φησὶν, εἰρήνευε, μηδὲν τὴν εὐσέβειαν παραβλάπτων, ἀλλ' ἐν οἷς πάσχεις κακῶς, φέρε γενναίως· μέγα γὰρ ὅπλον ἐν τοῖς πειρασμοῖς ἀνεξικακία. Οὕτω καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἰσχυροὺς ἐποίει λέγων· Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τί λέγεις; μεταξὺ λύκων ἐσμὲν, καὶ ὡς πρόβατα κελεύεις εἶναι καὶ ὡς περιστεράς; Ναὶ, φησίν· οὐδὲν γὰρ οὕτως ἐντρέπει τὸν ποιοῦντα κακῶς, ὡς τὸ φέρειν ὑμᾶς γενναίως τὰ ἐπαγόμενα, καὶ μήτε λόγῳ, μήτε ἔργῳ ἀμύνεσθαι. Τοῦτο καὶ ἡμᾶς φιλοσοφωτέρους ποιεῖ, καὶ μείζονα προξενεῖ τὸν μισθὸν, κἀκείνους ὠφελεῖ. Ἀλλ' ὁ δεῖνά σε ὕβρισε; σὺ εὐλόγησον. Ὅρα πόσα ἀπὸ τούτου κερδαίνεις· τὸ κακὸν ἔσβεσας, μισθὸν σεαυτῷ προὐξένησας, κἀκεῖνον ἐνέτρεψας, καὶ σὺ δεινὸν πέπονθας οὐδέν. Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν. —Τὸν ἁγιασμὸν, τί φησι; Τὴν σωφροσύνην καὶ τὴν κοσμιότητα τὴν ἐν γάμῳ. Εἴτε τις χωρὶς γάμου ἐστὶ, φησὶν, ἁγνὸς μενέτω, γαμείτω· εἴτε ἐν γάμῳ, μὴ πορνευέτω, ἀλλὰ κεχρήσθω τῇ ἰδίᾳ γυναικί· καὶ γὰρ καὶ τοῦτο ἁγιασμός. Πῶς; Οὐχ ὁ γάμος ἁγιασμὸς, ἀλλ' ὁ γάμος τηρεῖ τὸν ἀπὸ τῆς πίστεως ἁγιασμὸν, οὐκ ἀφιεὶς πόρνῃ προσέχειν. Ὁ γὰρ γάμος τίμιος, οὐχ ἅγιος· καθαρὸς ὁ γάμος, οὐ μέντοι καὶ ἁγιωσύνην παρέχει, ἢ τὸ κωλύειν τὴν ἀπὸ τῆς πίστεως δοθεῖσαν μὴ μολύνειν. Οὗ χωρὶς, φησὶν, οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους λέγει· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε εἰδωλολάτραι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Πῶς γὰρ ὁ γενόμενος πόρνης σῶμα δυνήσεται εἶναι σῶμα Χριστοῦ; Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί· μή τις πόρνος ἢ βέβηλος. Ὁρᾷς πῶς πανταχοῦ ἑκάστῳ τὴν κοινὴν ἐγχειρίζει σωτηρίαν; Παρακαλοῦντες, φησὶν, ἀλλήλους καθ' ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται.