# In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-33

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ, καὶ κεκαυμένῳ πυρὶ, γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον (οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· καὶ, (οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον) Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος)· ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/1.1-33

Ἦν μὲν τὰ κατὰ τὸν ναὸν θαυμαστὰ, τὰ Ἅγια τῶν ἁγίων· ἦν δὲ πάλιν φοβερὰ καὶ ταῦτα τὰ κατὰ τὸ Σινᾶ ὄρος γεγενημένα, τὸ πῦρ, τὸ σκότος, ὁ γνόφος, ἡ θύελλα. Ὤφθη γὰρ, φησὶν, ὁ Θεὸς ἐν Σινᾷ διὰ πυρὸς καὶ θυέλλης καὶ γνόφου. Ἡ μέντοι Διαθήκη ἡ Καινὴ μετ' οὐδενὸς τούτων ἐδόθη, ἀλλ' ἐν διαλέξει ψιλῇ παρὰ τοῦ Χριστοῦ δέδοται. Ὅρα τοίνυν πῶς ποιεῖται τὰς συγκρίσεις καὶ τούτων· καὶ εἰκότως αὐτὰ ὕστερον ἔθηκεν. Ὅτε γὰρ αὐτοὺς διὰ μυρίων ἔπεισεν, ὅτε καὶ τὸ μέσον ἔδειξεν ἑκατέρας τῆς Διαθήκης, τότε λοιπὸν ὡς προκατεγνωσμένης αὐτῆς, ῥᾳδίως καὶ τούτοις ἐπιχειρεῖ· καὶ τί φησιν; Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ, καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Φοβερὰ ταῦτα, φησὶ, καὶ οὕτω φοβερὰ, ὡς μηδὲ φέρειν τὴν ἀκοὴν, ὡς μηδὲ θηρίον τολμᾷν ἀνιέναι. Ἀλλ' οὐ τοιαῦτα οἷα τὰ μετὰ ταῦτα· τί γὰρ τὸ Σινᾶ πρὸς τὸν οὐρανόν; τί δὲ τὸ ψηλαφώμενον πῦρ πρὸς τὸν ἀψηλάφητον Θεόν; Ὁ Θεὸς γὰρ ἡμῶν πῦρ καταναλίσκον, φησίν. Ὅτι δὲ φρίκης ἔγεμον τὰ ἐν τῷ ὄρει τότε γεγενημένα, δῆλον ἐξ ὧν ἔλεγον· Μὴ λαλείτω ὁ Θεὸς, ἀλλὰ λαλείτω ἡμῖν Μωϋσῆς. Οὐκ ἔφερον γὰρ, φησὶ, τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ, τοῦ ὄρους, λιθοβοληθήσεται, καὶ (οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον), Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος. Τί θαυμαστὸν εἰ περὶ τοῦ λαοῦ τοιαῦτα παθεῖν διαλέγεται, ὅπου καὶ αὐτὸς ὁ εἰς τὸν γνόφον εἰσελθὼν, οὗ ἦν ὁ Θεὸς, φησὶν, Ἔμφοβός εἰμι καὶ ἔντρομος; Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Ὅρα διὰ πόσων ἔδειξε τὸ ὑπερέχον τῆς Καινῆς πρὸς τὴν Παλαιάν. Ἀντὶ γὰρ τῆς κάτω Ἱερουσαλὴμ ἡ ἐπουράνιος· Προσεληλύθατε γὰρ, φησὶ, πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· ἀντὶ Μωϋσέως ὁ Ἰησοῦς· Καὶ διαθήκης, φησὶ, νέας μεσίτῃ Ἰησοῦ· ἀντὶ δὲ τοῦ λαοῦ πάντες οἱ ἄγγελοι· Καὶ μυριάσιν ἀγγέλων πανηγύρει, φησί. Τίνας δὲ πρωτοτόκους καλεῖ λέγων, Καὶ Ἐκκλησίᾳ πρωτοτόκων; Πάντας τοὺς χοροὺς τῶν πιστῶν. Τοὺς αὐτοὺς δὲ καὶ πνεύματα δικαίων τετελειωμένων λέγει. Μὴ τοίνυν ἀσχάλλετε· μετὰ τούτων ἔσεσθε, φησί. Τί ἐστιν ὃ λέγει, Αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ; τὸ γὰρ τοῦ Ἄβελ ἐλάλησε; Ναί· καὶ πῶς, ἄκουε Παύλου λέγοντος, Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε, δι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος· καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ. Τοῦτο καὶ ὁ Θεὸς δείκνυσι λέγων· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Ἢ τοῦτο τοίνυν ἔστιν εἰπεῖν, ἢ ὅτι ἔτι καὶ νῦν ᾄδεται· ἀλλ' οὐχ οὕτως ὡς τὸ τοῦ Χριστοῦ· τοῦτο γὰρ πάντας ἐκάθηρε, καὶ φωνὴν ἀφίησι λαμπροτέραν καὶ εὐσημοτέραν, ὅσῳ μείζονα τὴν μαρτυρίαν ἔχει τὴν διὰ τῶν πραγμάτων. Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον, τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανοῦ ἀποστρεφόμενοι. Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε· νῦν δὲ ἐπήγγελται, λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ, Ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν, δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. Φοβερὰ ἐκεῖνα, ἀλλὰ πολλῷ ταῦτα θαυμασιώτερα καὶ λαμπρότερα· οὐ γὰρ σκότος ἐνταῦθα, οὐδὲ γνόφος, οὐδὲ θύελλα, ὥσπερ ἐκεῖ. Καὶ τίνος ἕνεκεν διὰ πυρὸς ὤφθη τότε ὁ Θεός; Ἐμοὶ δοκεῖ δι' ἐκείνων αἰνίττεσθαι τὸ ἀσαφὲς τῆς Παλαιᾶς, καὶ τὸ συνεσκιασμένον τοῦ νόμου καὶ τὸ συγκεκαλυμμένον· ἄλλως δὲ, ἵνα δείξῃ ὅτι ὁ νομοθέτης φοβερὸς ὀφείλει εἶναι, καὶ κολαστικὸς τοῖς παραβαίνουσι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
