# In epistulam ad Hebraeos (homiliae 1-34) 1.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/1.1-8

Μέγα μὲν ἡ πίστις καὶ σωτήριον, καὶ ταύτης ἄνευ οὐκ ἔνι σωθῆναί ποτε. Ἀλλ' οὐκ ἀρκεῖ καθ' ἑαυτὴν τοῦτο ἐργάσασθαι, ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς. Ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν μυστηρίων καταξιωθεῖσι παραινεῖ λέγων· Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Σπουδάσωμεν, φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ' ὀφείλοντος προστεθῆναι καὶ τοῦ βίου, καὶ πολλὴν τὴν σπουδὴν γενέσθαι. Δεῖ γὰρ ἡμῖν ὄντως καὶ πολλῆς σπουδῆς, ὥστε ἀνελθεῖν εἰς τὸν οὐρανόν. Εἰ γὰρ γῆς οὐκ ἠξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, καὶ γῆς τυχεῖν οὐκ ἠδυνήθησαν, ἐπειδὴ ἐγόγγυσαν καὶ ἐπόρνευσαν· πῶς τῶν οὐρανῶν ἡμεῖς καταξιωθησόμεθα, ἀδιαφόρως ζῶντες καὶ ῥᾳθύμως; Δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς. Καὶ ὅρα, οὐ μέχρι τούτου τὴν ζημίαν ὁρίζει μόνον, τοῦ μὴ εἰσελθεῖν· οὐ γὰρ εἶπε· Σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν, ἵνα μὴ ἐκπέσωμεν τοσούτων ἀγαθῶν· ἀλλ' ὃ μάλιστα τοὺς ἀνθρώπους διεγείρει, τοῦτο προσέθηκε. Ποῖον δὴ τοῦτο; Τὸ, Ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας· τουτέστιν, ἵνα τὸν νοῦν ἔχωμεν ἐκεῖ, τὴν ἐλπίδα, τὴν προσδοκίαν, ἵνα μὴ ὁμοίως ἐκπέσωμεν. Ὅτι γὰρ ἐκπεσούμεθα, τὸ ὑπόδειγμα δηλοῖ· Μὴ ἐν τῷ αὐτῷ, φησίν. Εἶτα, ἵνα μὴ ἀκούων, Ἐν τῷ αὐτῷ, τὴν αὐτὴν εἶναι νομίσῃς τιμωρίαν, ἄκουσον τί ἐπάγει· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Δείκνυσι κἀνταῦθα, ὅτι κἀκεῖνα αὐτὸς εἰργάσατο ὁ τοῦ Θεοῦ λόγος, καὶ ζῇ, καὶ οὐκ ἐσβέσθη. Μὴ τοίνυν, ἐπειδὴ λόγον ἤκουσας, ἁπλῶς λόγον νομίσῃς· μαχαίρας γάρ ἐστι, φησὶ, τομώτερος. Ὅρα τὴν συγκατάβασιν, καὶ ἐντεῦθεν μάνθανε τίνος ἕνεκεν ἐδεήθησαν καὶ οἱ προφῆται εἰπεῖν μάχαιραν, καὶ τόξον, καὶ ῥομφαίαν. Ἐὰν μὴ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὑτοῦ στιλβώσει, τὸ τόξον αὑτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Εἰ γὰρ νῦν μετὰ τοσοῦτον χρόνον καὶ τελείωσιν οὐ δύναται τῷ τοῦ λόγου ὀνόματι καταπλῆξαι μόνον, ἀλλὰ δεῖται τούτων τῶν ῥημάτων, ἵνα δείξῃ τὴν ὑπεροχὴν τὴν ἐκ τῆς συγκρίσεως· πολλῷ μᾶλλον τότε. Διικνούμενος, φησὶν, ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος. Τί ἐστι τοῦτο; Φοβερόν τι ᾐνίξατο. Ἢ γὰρ ὅτι τὸ πνεῦμα διαιρεῖ ἀπὸ τῆς ψυχῆς, λέγει· ἢ ὅτι καὶ αὐτῶν τῶν ἀσωμάτων διικνεῖται, οὐ καθὼς ἡ μάχαιρα μόνον τῶν σωμάτων. Δείκνυσιν ἐνταῦθα, ὅτι καὶ ἡ ψυχὴ κολάζεται, καὶ ὅτι τὰ ἐνδότατα διερευνᾶται, καὶ ὅλον δι' ὅλου διικνεῖται τὸν ἄνθρωπον. Καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Ἐνταῦθα αὐτοὺς μάλιστα ἐφόβησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· μὴ γὰρ, εἰ ἔτι, φησὶν, ἐν τῇ πίστει ἑστήκατε, μὴ μετὰ πληροφορίας δὲ, θαῤῥεῖτε· αὐτὸς τὰ ἐν τῇ καρδίᾳ κρινεῖ· ἐκεῖ γὰρ διαβαίνει καὶ κολάζων καὶ ἐξετάζων. Καὶ τί λέγω περὶ ἀνθρώπων, φησί; κἂν γὰρ ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν τὰ Χερουβὶμ, κἂν τὰ Σεραφὶμ, κἂν οἵαν δήποτε κτίσιν· πάντα ἐκκεκάλυπται τῷ ὀφθαλμῷ ἐκείνῳ, πάντα δῆλά ἐστι καὶ φανερὰ, οὐδέν ἐστι τὸ λαθεῖν αὐτὸν δυνατόν· Πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Τετραχηλισμένα εἶπεν ἀπὸ μεταφορᾶς τῶν δερμάτων τῶν ἀπὸ τῶν σφαζομένων ἱερείων ἐξελκομένων. Ὥσπερ γὰρ ἐκεῖνα, ἐπειδὰν σφάξας τις ἀπὸ τῆς σαρκὸς παρελκύσῃ τὸ δέρμα, πάντα τὰ ἔνδον ἀποκαλύπτεται, καὶ δῆλα γίνεται τοῖς ἡμετέροις ὀφθαλμοῖς· οὕτω καὶ τῷ Θεῷ δῆλα πρόκειται πάντα. Σὺ δέ μοι θέα, πῶς ἀεὶ τῶν σωματικῶν εἰκόνων δεῖται· ὅπερ ἦν τῆς ἀσθενείας τῶν ἀκουόντων. Ὅτι γὰρ ἀσθενεῖς ἦσαν, ἐδήλωσεν εἰπὼν νωθροὺς αὐτοὺς εἶναι, καὶ χρείαν ἔχοντας γάλακτος, οὐ στερεᾶς τροφῆς. Πάντα γυμνὰ, φησὶ, καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Τί δέ ἐστιν, Ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας; Ὡς ἄν τις αἰτιολογούμενος εἴποι· Διὰ τί οὐκ εἶδον ἐκεῖνοι τὴν γῆν; Ἔλαβον ἀῤῥαβῶνα, φησὶ, τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ δέον πιστεῦσαι, τῷ φόβῳ πλέον δόντες, καὶ μηδὲν μέγα περὶ τοῦ Θεοῦ φαντασθέντες, καὶ ὀλιγοψυχήσαντες, οὕτως ἀπώλοντο. Ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, οἷον, ὅτι τὸ πλέον ἀνύσαντες τῆς ὁδοῦ, ὅτε πρὸς αὐταῖς ταῖς θύραις ἐγένοντο, πρὸς αὐτῷ τῷ λιμένι, κατεποντίσθησαν. Τοῦτο καὶ περὶ ὑμῶν δέδοικα, φησί. Τοῦτο τοίνυν ἐστὶ τὸ, Ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας. Ὅτι γὰρ καὶ οὗτοι πολλὰ ἔπαθον, ὕστερον αὐτοῖς μαρτυρεῖ λέγων· Ἀναμνήσθητε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Μηδεὶς οὖν ὀλιγοψυχείτω, μηδὲ πρὸς τὸ τέλος ἀπαγορεύων καταπιπτέτω. Εἰσὶ γὰρ, εἰσὶν οἳ παρὰ μὲν τὴν ἀρχὴν μετὰ ἀκμαζούσης προσβάλλουσι τῆς προθυμίας πρὸς τοὺς ἀγῶνας· ὕστερον δὲ μικρὸν τῷ παντὶ προσθεῖναι μὴ βουληθέντες, τὸ πᾶν ἀπώλεσαν. Ἱκανοὶ, φησὶν, οἱ πρόγονοι παιδεῦσαι ὑμᾶς μὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὥστε μὴ τὰ αὐτὰ παθεῖν, ἅπερ ἔπαθον. Τοῦτο δέ ἐστιν, Ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας. Οὐκοῦν μὴ ἐκλυώμεθα, φησίν· ὃ καὶ πρὸς τῷ τέλει λέγει· Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. Ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι, φησὶ, πέσῃ. Τοῦτο γὰρ πεσεῖν ὄντως ἐστίν. Εἶτα, ἵνα μὴ ἀκούσας, Ἐν τῷ αὐτῷ ὑποδείγματι πέσῃ, τὸν αὐτὸν θάνατον ὑπολάβῃς, ὅνπερ κἀκεῖνοι ὑπέμειναν, ὅρα τί φησι· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Πάσης γὰρ μαχαίρας χαλεπώτερον εἰς τὰς τούτων ἐμπίπτων ψυχὰς ὁ λόγος, πληγὰς ἐργάζεται χαλεπὰς, καὶ καιρίας δίδωσι τομάς. Καὶ τούτων τὴν ἀπόδειξιν οὐ δεῖται παρασχεῖν, οὐδὲ κατασκευάσαι, ἔχων οὕτω τὴν διήγησιν φανεράν. Ποῖος γὰρ πόλεμος ἐκείνους ἀπώλεσε, φησί; ποία μάχαιρα; οὐχ ἁπλῶς αὐτόματοι κατέπιπτον; Μὴ οὖν, ἐπειδὴ μὴ ἐπάθομεν τὰ αὐτὰ, ἀμεριμνήσωμεν μέχρις οὗ τὸ σήμερον λέγεται, ἔξεστιν ἡμῖν ἀνακτήσασθαι. Ἀλλ' ἐπεὶ οὕτως εἶπεν, ἵνα μὴ τὰ τῆς ψυχῆς ἀκούσαντες ῥᾳθυμήσωσι, προστίθησι καὶ τὰ τοῦ σώματος, δηλῶν, ὅτι καθάπερ τις βασιλεὺς ἄρχοντας ἁμαρτόντας μεγάλα, πρότερον ἀπογυμνοῖ οἷον τῆς στρατείας, εἶτα τὴν ζώνην ἀφελόμενος, καὶ τὸ ἀξίωμα, καὶ τὸν κήρυκα παραστησάμενος, τότε κολάζει· οὕτω καὶ τοῦ Πνεύματος ἡ μάχαιρα τότε ἐργάζεται. Εἶτα τοῦτο εἰπὼν, φοβερώτερον ἔτι τὸν λόγον ποιῶν, περὶ τοῦ Υἱοῦ διαλέγεται, καί φησι· Πρὸς ὃν ἡμῖν ὁ λόγος. Ἀντὶ τοῦ, αὐτῷ μέλλομεν δοῦναι εὐθύνας τῶν πεπραγμένων. Οὐκοῦν μὴ ἀναπέσωμεν, μηδὲ ὀλιγοψυχήσωμεν. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα παιδεῦσαι· ὁ δὲ οὐκ ἀρκεῖται, ἀλλ' ἔτι προστίθησι λέγων· Ἔχομεν δὲ καὶ ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
