# In epistulam ad Hebraeos (homiliae 1-34) 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Κωνσταντίνου πρεσβυτέρου Ἀντιοχείας. ΥΠΟΘΕΣΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/1.1

Ῥωμαίοις γράφων ὁ μακάριος Παῦλός φησιν· Ἐφ' ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἴ πως παραζηλώσω μου τὴν σάρκα· καὶ πάλιν ἀλλαχοῦ, Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Εἰ τοίνυν ἐθνῶν ἀπόστολος ἦν (καὶ γὰρ καὶ ἐν ταῖς Πράξεσί φησι πρὸς αὐτὸν ὁ Θεὸς, Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶ σε)· τί κοινὸν πρὸς Ἑβραίους εἶχε; τί δὲ αὐτοῖς ἐπέστελλεν; Οὐ μὴν ἀλλὰ καὶ αὐτοὶ πρὸς αὐτὸν ἀπεχθῶς διέκειντο· καὶ τοῦτο πολλαχόθεν ἔστιν ἰδεῖν. Ἄκουσον γὰρ τί φησιν ὁ Ἰάκωβος πρὸς αὐτόν· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; καὶ οὗτοι πάντες κατήχην ται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις· καὶ πολλαὶ ζητήσεις αὐτῷ πολλάκις ἐγένοντο περὶ τούτου. Τίνος οὖν ἕνεκεν, ζητήσειεν ἄν τις, τὸν νομομαθῆ (παρὰ γὰρ τοὺς πόδας Γαμαλιήλου τὸν νόμον ἐξεπαιδεύετο, καὶ πολὺς ἦν αὐτῷ ζῆλος τοῦ πράγματος), καὶ ταύτῃ μάλιστα δυνάμενον ἐντρέψαι, οὐχὶ πρὸς Ἰουδαίους ἔπεμπεν ὁ Θεός; Ὅτι ταύτῃ μάλιστα πλέον ἂν αὐτῷ ἐξεπολεμώθησαν. Τοῦτο τοίνυν προειδὼς ὁ Θεὸς, καὶ ὅτι οὐκ ἀνέξονται αὐτοῦ, Πορεύου εἰς τὰ ἔθνη, φησὶ πρὸς αὐτόν· διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ. Εἶτα αὐτός φησι· Ναὶ, Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἑστὼς καὶ συνευ δοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάττων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. Καὶ τοῦτο αὐτὸ δείκνυσι σημεῖον εἶναι καὶ ὑπόθεσιν τοῦ μὴ πιστεῦσαι αὐτῷ. Καὶ γὰρ οὕτως ἔχει· ὅταν τις ἐξ ἔθνους ἀποπηδήσῃ τινὸς, ἂν μὲν τῶν ἐλαχίστων ᾖ καὶ οὐδενὸς ἀξίων λόγου, οὐ πάνυ δάκνει τοὺς ἀφ' ὧν ἀνεχώρησεν· ἂν δὲ τῶν θαυμαστῶν καὶ σφόδρα ζηλωτῶν καὶ τὰ ἐκείνων φρονούντων, μάλιστα αὐτοὺς ἀλγύνει, καὶ μεθ' ὑπερβολῆς λυπεῖ, ἅτε μάλιστα αὐτῶν καθαιρῶν τὸ δόγμα, τῷ προσελθεῖν ἄλλοις ἐκείνων ἀποπηδήσαντα. Καὶ ἄλλο δὲ τούτῳ προσῆν τὸ τὴν ἀπιστίαν ἐργαζόμενον. Ποῖον δὴ τοῦτο; Ὅτι οἱ μὲν περὶ Πέτρον καὶ συνεγένοντο τῷ Χριστῷ, καὶ σημεῖα εἶδον καὶ θαύματα· οὗτος δὲ οὐδενὸς τούτων ἀπολελαυκὼς, ἀλλὰ μετὰ Ἰουδαίων ὢν, ἐξαίφνης ηὐτομόλησε καὶ γέγονεν εἷς ἐξ αὐτῶν· ὃ μάλιστα ἤρκει τὰ ἡμέτερα ἐπᾶραι. Ἐκεῖνοι μὲν γὰρ καὶ χάριτι ἐδόκουν μαρτυρεῖν, καὶ εἶπεν ἄν τις, ὅτι τὸν διδάσκαλον ποθοῦντες ταῦτα μαρτυροῦσιν· ὁ δὲ τῇ ἀναστάσει μαρτυρῶν, οὗτος μάλιστα ἦν ὁ φωνῆς μόνης ἀκούσας. Διὰ τοῦτο ὁρᾷς αὐτοὺς ἐκθύμως πολεμοῦντας αὐτῷ, καὶ πάντα ὑπὲρ τούτου πράττοντας καὶ στασιάζοντας, ὥστε ἀνελεῖν αὐτόν. Ἀλλ' οἱ μὲν ἄπιστοι διὰ τοῦτο αὐτῷ ἀπεχθῶς εἶχον· οἱ δὲ πιστεύσαντες, τίνος ἕνεκεν; Ὅτι ἠναγκάζετο τοῖς ἔθνεσι κηρύττων καθαρῶς κηρύττειν τὸν Χριστιανισμόν· καὶ εἴ που καὶ ἐν Ἰουδαίᾳ ἀπελήφθη, οὐκ ἐφρόντιζε. Πέτρος μὲν γὰρ καὶ οἱ περὶ αὐτὸν, ἅτε ἐν Ἱεροσολύμοις κηρύττοντες, ἔνθα πολὺς ἦν ὁ ζῆλος, ἀνάγκην εἶχον τὸν νόμον κελεύειν τηρεῖν· οὗτος δὲ ἐν ἐλευθερίᾳ πολλῇ ἦν. Καὶ πλείους ἦσαν οἱ ἐξ ἐθνῶν, ἢ οἱ Ἰουδαῖοι, ἅτε ἐκτὸς ὄντες· καὶ τούτῳ παρέλυε τὸν νόμον, καὶ οὐ τοσαύτην εἶχον περὶ αὐτὸν εὐλάβειαν, ὅτι πάντα καθαρῶς ἐκήρυττεν. Ἀμέλει ἐν τούτῳ αὐτὸν δοκοῦσι καταιδεῖν τῷ πλήθει, λέγοντες, Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Διὰ τοῦτο αὐτὸν ἐμίσουν καὶ ἀπεστρέφοντο, ὅτι κατηχήθησαν, φησὶ, περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Τίνος οὖν ἕνεκεν οὐκ ὢν τῶν Ἰουδαίων διδάσκαλος ἐπιστέλλει αὐτοῖς; ποῦ δὲ οὖσιν ἐπέστελλεν; Ἐμοὶ δοκεῖ, ἐν Ἱεροσολύμοις καὶ Παλαιστίνῃ. Πῶς οὖν ἐπιστέλλει; Ὥσπερ καὶ βαπτίσαι οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν· οὐ γὰρ ἀπεστάλην, φησὶ, βαπτίζειν· οὐ μὴν ἐκωλύθη· ἀλλ' ἐκ παρέργου τοῦτο ποιεῖ. Πῶς δὲ οὐκ ἂν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι ἤθελε; Διὰ τοῦτο ἔλεγε· Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον· μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Οὔπω γὰρ συνειλημμένος ἦν. Δύο μὲν οὖν ἔτη ἐποίησεν ἐν Ῥώμῃ δεδεμένος· εἶτα ἀφείθη· εἶτα εἰς τὰς Σπανίας ἦλθεν· εἶτα εἰς Ἰουδαίαν ἔβη, ὅτε καὶ Ἰουδαίους εἶδε. Καὶ τότε πάλιν ἦλθεν εἰς Ῥώμην, ὅτε καὶ ὑπὸ Νέρωνος ἀνῃρέθη. Ταύτης μὲν οὖν τῆς ἐπιστολῆς πρεσβυτέρα ἡ πρὸς Τιμόθεον. Ἐκεῖ γάρ φησιν· Ἐγὼ γὰρ ἤδη σπένδομαι· καὶ ἐκεῖ πάλιν φησίν· Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο. Πολλαχοῦ γὰρ ἤθλησε, καθὼς καὶ Θεσσαλονικεῦσιν ἐπιστέλλων λέγει· Μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τῆς Ἰουδαίας. Καὶ αὐτοῖς δὲ τούτοις γράφων φησί· Μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρ χόντων ὑμῶν προσεδέξασθε. Ὁρᾷς ἀθλοῦντας αὐτούς; Εἰ δὲ τοῖς ἀποστόλοις οὕτως ἐκέχρηντο οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ ὅπου μεταξὺ ἐθνῶν ἦσαν, τί οὐκ ἂν ἐποίησαν τοῖς πιστοῖς; Διὰ τοῦτο αὐτῶν μάλιστα ὁρᾷς αὐτὸν φροντίζοντα. Ὅταν γὰρ λέγῃ· Πορεύομαι διακονῶν τοῖς ἁγίοις τοῖς ἐν Ἱεροσολύμοις· καὶ πάλιν, ὅταν Κορινθίους παρακαλῇ πρὸς τὴν εὐποιίαν, καὶ Μακεδόνας λέγῃ εἰσενηνοχέναι, καί φησιν· Ἐὰν ᾖ ἄξιον κἀμὲ πορεύεσθαι, τοῦτο λέγει. Καὶ ὅταν λέγῃ· Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι, τοῦτο λέγει. Καὶ ὅταν λέγῃ· Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, τοῦτο λέγει. Ταῦτα δὲ οὐχ ἁπλῶς φησι περὶ τῶν πτωχῶν τῶν ἐκεῖ, ἀλλ' ὥστε ἐν ἐκείνῳ κοινωνεῖν ἡμᾶς τῆς εὐποιίας. Οὐ γὰρ ὥσπερ τὸ κήρυγμα ἑαυτοῖς ἀπενείμαμεν, καὶ ἡμεῖς μὲν εἰς τὰ ἔθνη, ἐκεῖνοι δὲ εἰς τὴν περιτομὴν, οὕτω καὶ τὴν πρόνοιαν τῶν πτωχῶν, φησὶν, ἐνειμάμεθα. Καὶ πανταχοῦ ὁρᾷς αὐτῶν πολλὴν πρόνοιαν τὸν Παῦλον ποιούμενον· καὶ εἰκότως. Ἐν μὲν οὖν τοῖς ἄλλοις ἔθνεσιν, ἔνθα καὶ Ἰουδαῖοι ἦσαν καὶ Ἕλληνες, οὐδὲν τοιοῦτον ἐγίνετο· ἐκεῖ δὲ ἐπειδὴ τέως ἐδόκουν κρατεῖν καὶ αὐτονομεῖσθαι, καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόμοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον ὑπὸ Ῥωμαίοις κειμένης, εἰκότως πολλῇ τυραννίδι ἐκέχρηντο. Εἰ γὰρ καὶ ἐν ἄλλαις πόλεσιν, ὥσπερ ἐν Κορίνθῳ, ἔτυπτον τὸν ἀρχισυνάγωγον ἔμπροσθεν τοῦ βήματος τοῦ ἀνθυπάτου, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν· ἀλλ' οὐκ ἐν τῇ Ἰουδαίᾳ;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
