# In epistulam ad Hebraeos (homiliae 1-34) 2-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῖν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/2-2

Μὴ τοίνυν πάντα ἐπὶ τοὺς διδασκάλους ἐπιῤῥίπτετε, μὴ πάντα ἐπὶ τοὺς ἡγουμένους· δύνασθε καὶ ὑμεῖς, φησὶν, ἀλλήλους οἰκοδομεῖν. Ὃ καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Εἷς τὸν ἕνα οἰκοδομεῖτε, καθὼς καὶ ποιεῖτε· καὶ πάλιν, Παρακαλεῖτε ἀλλή λους ἐν τοῖς λόγοις τούτοις. Τοῦτο καὶ ὑμῖν παραινοῦμεν νῦν ἡμεῖς. Πλείονα γὰρ ἡμῶν, ἐὰν βούλησθε, εἰς ἀλλήλους, κατορθώσετε· καὶ γὰρ πλείονα σύνεστε χρόνον ἀλλήλοις, καὶ τὰ ἀλλήλων μᾶλλον ἡμῶν ἵστε, καὶ τὰ ἀλλήλων ἐλαττώματα οὐκ ἀγνοεῖτε, καὶ πλείονα καὶ παῤῥησίαν καὶ ἀγάπην ἔχετε καὶ συνήθειαν· οὐ μικρὰ δὲ ταῦτα εἰς διδασκαλίαν, ἀλλ' εἴσοδοι μεγάλαι καὶ εὐκαιρίαι· καὶ μᾶλλον ἡμῶν ἐπιπλῆξαι καὶ παρακαλέσαι δυνήσεσθε. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι ἐγὼ μὲν εἷς εἰμι, ὑμεῖς δὲ πολλοὶ, καὶ δυνήσεσθε πάντες ὅσοι ἐστὲ, εἶναι διδάσκαλοι. Διὸ, παρακαλῶ, μὴ ἀμελεῖτε τοῦ χαρίσματος τούτου· ἕκαστος γυναῖκα ἔχει, φίλον ἔχει, οἰκέτην ἔχει, γείτονα ἔχει· τούτῳ ἐπιπληττέτω, τούτῳ παραινείτω. Πῶς γὰρ οὐκ ἄτοπον, ὑπὲρ μὲν τροφῆς συσσίτια ποιεῖν καὶ συμπόσια, καὶ ἡμέραν ἔχειν τακτὴν ὥστε συγκροτεῖσθαι ἀλλήλους, καὶ τὸ ἑκάστῳ λεῖπον καθ' ἑαυτὸν ὄντι ἀναπληροῦσθαι διὰ τῆς κοινωνίας, οἷον, εἴτε εἰς ἐκφορὰν ἀπιέναι δέοι, εἴτε εἰς ἄριστα, εἴτε συμπρᾶξαι ἔν τινι τῷ πλησίον· εἰς δὲ ἀρετῆς διδασκαλίαν μὴ τοῦτο ποιεῖν; Ναὶ, παρακαλῶ, μηδεὶς ἀμελείτω· μισθὸν γὰρ δέχεται παρὰ Θεοῦ πολύν. Καὶ ἵνα μάθῃς, ὁ τὰ πέντε τάλαντα ἐμπιστευθεὶς, ἐστὶν ὁ διδάσκαλος· ὁ δὲ τὸ ἓν, ὁ μαθητής. Ἐὰν δὲ εἴπῃ ὁ μαθητὴς, Μαθητής εἰμι ἐγὼ, οὐκ ἔχω κίνδυνον, καὶ ὃν ἔλαβε παρὰ τοῦ Θεοῦ λόγον, τοῦτον τὸν κοινὸν καὶ ψιλὸν κατακρύψῃ, καὶ μὴ παραινέσῃ, μὴ παῤῥησιάσηται, μὴ ἐλέγξῃ, μὴ νουθετήσῃ, εἰ δύναται, ἀλλὰ κατακρύψῃ ἐν τῇ γῇ· γῆ γὰρ ὄντως ἐστὶ καὶ σποδὸς καρδία τὸ χάρισμα τοῦ Θεοῦ κατακρύπτουσα· ἂν τοίνυν κατακρύψῃ ἢ δι' ὄκνον, ἢ διὰ πονηρίαν, οὐ προστήσεται αὐτοῦ τὸ εἰπεῖν, ὅτι Ἓν τάλαντον εἶχον. Ἓν τάλαντον εἶχες· ἔδει σε κἂν ἓν προσενεγκεῖν καὶ διπλασιάσαι τὸ τάλαντον· εἰ προσήνεγκες ἓν, οὐκ ἂν ἐνεκλήθης. Οὐδὲ γὰρ τῷ τὰ δύο προσενεγκόντι εἶπε, Διὰ τί μὴ πέντε προσήνεγκας; ἀλλὰ τῶν αὐτῶν αὐτὸν ἠξίωσε τῷ τὰ πέντε προσενεγκόντι. Τί δήποτε; Ὅτι ὅσον εἶχεν εἰργάσατο· καὶ οὐκ ἐπειδὴ ἐλάττονα τοῦ τὰ πέντε ἐγχειρισθέντος ἔλαβε, διὰ τοῦτο ἐῤῥᾳθύμησεν, οὐδὲ τῇ ὀλιγότητι εἰς ἀργίαν ἐχρήσατο. Οὐδέ σε ἐχρῆν πρὸς τὸν τὰ δύο ὁρᾷν· μᾶλλον δὲ πρὸς ἐκεῖνον ἔδει ἰδεῖν, καὶ ὥσπερ ἐκεῖνος ἐμιμήσατο τὸν τὰ πέντε, δύο ἔχων, οὕτω καὶ σὲ ζηλῶσαι ἔδει τὸν τὰ δύο ἔχοντα. Εἰ γὰρ τῷ χρήματα ἔχοντι, καὶ μὴ μεταδιδόντι, κόλασις κεῖται· τῷ δυναμένῳ παραινέσαι ὁπωσδήποτε, καὶ μὴ τοῦτο ποιοῦντι, πῶς οὐ μεγίστη κόλασις ἔσται; Ἐκεῖ σῶμα τρέφεται, ἐνταῦθα ψυχή· ἐκεῖ θάνατον κωλύεις τὸν πρόσκαιρον, ἐνταῦθα τὸν αἰώνιον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
