Ancient Greek
Οὗτος γὰρ ὁ Μελχισεδὲχ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραὰμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ (ὅ ἐστι βασιλεὺς εἰρήνης), ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-13
Not analysed yet
Ἰδοὺ τὸ ἄναρχον, ἰδοὺ τὸ ἀτελεύτητον. Ὥσπερ τούτου οὐκ ἴσμεν οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος, διὰ τὸ μὴ γεγράφθαι· οὕτως οὐκ ἴσμεν οὐδὲ τοῦ Ἰησοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι. Ἐκεῖνο μὲν γὰρ τύπος, καὶ διὰ τοῦτο ἀπὸ τοῦ μὴ γεγράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο ἀπὸ τοῦ μὴ εἶναι. Ὥσπερ γὰρ καὶ ἐν τοῖς ὀνόμασιν (ἐνταῦθα μὲν γὰρ προσηγορίαι ἦσαν βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια) οὕτω καὶ ἐνταῦθα προσηγορίαι εἰσὶν, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια. Πῶς οὖν ἀρχὴν ἔχει; Ὁρᾷς ἄναρχον τὸν Υἱὸν, οὐ κατὰ τὸ μὴ ἔχειν αἴτιον· τοῦτο γὰρ ἀδύνατον· ἔχει γὰρ Πατέρα· ἐπεὶ πῶς υἱός; ἀλλὰ κατὰ τὸ μὴ ἔχειν ἀρχὴν ζωῆς, μήτε τέλος. Ἀφ ωμοιωμένος δὲ, φησὶ, τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ ποῦ ἡ ὁμοιότης; Ὅτι καὶ τούτου κἀκείνου τὸ τέλος ἀγνοοῦμεν. καὶ τὴν ἀρχήν· ἀλλὰ τούτου μὲν παρὰ τὸ μὴ γεγράφθαι, ἐκείνου δὲ παρὰ τὸ μὴ εἶναι. Ἐνταῦθα ἡ ὁμοιότης. Εἰ δὲ πανταχοῦ ἔμελλεν ἡ ὁμοιότης εἶναι, οὐκέτι τύπος ἦν καὶ ἀλήθεια, ἀλλὰ τύπος τὰ ἀμφότερα. Οὕτω καὶ ἐν ταῖς σκιαγραφουμέναις εἰκόσι γινόμενον ἴδοι τις ἄν· ἐν ἐκείναις γὰρ ἔστι μέν τι καὶ ὅμοιον, ἔστι δὲ καὶ ἀνόμοιον· διὰ μὲν γὰρ τῆς ἁπλῶς γραφῆς ὁμοιότης τίς ἐστι τοῦ χαρακτῆρος· τῶν χρωμάτων δὲ ἐπιτεθέντων, τότε φανερῶς δείκνυται ἡ διαφορὰ, καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον. Θεωρεῖτε δὲ, φησὶ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Τέως ἥρμοσε τὸν τύπον. Θαῤῥῶν λοιπὸν δείκνυσι αὐτὸν τῶν ἀληθινῶν πραγμάτων τῶν παρὰ Ἰουδαίοις λαμπρότερον. Εἰ δὲ ὁ τύπον ἔχων τοῦ Χριστοῦ τοσοῦτον, οὐ τῶν ἱερέων, ἀλλὰ καὶ αὐτοῦ τοῦ προπάτορος τῶν ἱερέων βελτίων· τί ἄν τις εἴποι περὶ τῆς ἀληθείας; Ὁρᾷς ἐξ ὅσης περιουσίας δείκνυσι τὴν ὑπεροχήν· Θεωρεῖτε δὲ, φησὶ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἔδωκεν Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Ἀκροθίνια τὰ λάφυρα λέγεται. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ὡς μετασχόντι τοῦ πολέμου ἔδωκε· διὰ γὰρ τοῦτο εἶπεν, Ὑπήντησεν ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων· δηλῶν ὅτι οἴκοι ἐκάθητο, καὶ ὅτι τῶν αὐτῷ πεπονημένων τὰς ἀπαρχὰς ἔδωκε. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι, τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Τοσαύτη, φησὶ, τῆς ἱερωσύνης ἡ ὑπερβολὴ, ὥστε τοὺς ὁμοτίμους ἀπὸ προγόνων καὶ τὸν αὐτὸν ἔχοντας προπάτορα, πολλῷ βελτίους εἶναι τῶν ἄλλων. Δεκάτας γοῦν παρ' ἐκείνων λαμβάνουσιν. Ὅταν οὖν εὑρεθῇ τις παρ' αὐτῶν τούτων δεκάτας λαμβάνων, ἆρα οὐχ οὗτοι μὲν ἐν τάξει λαϊκῶν, ἐκεῖνος δὲ ἐν τοῖς ἱερεῦσι; Καὶ οὐ τοῦτο μόνον, ἀλλ' οὐδὲ ὁμότιμος ἦν αὐτοῖς, ἀλλ' ἐξ ἑτέρου γένους. Ὥστε οὐκ ἂν ἔδωκεν ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. Βαβαί. τὶ εἰργάσατο; μεῖζον ἢ τὰ κατὰ τὴν πίστιν ἐν τῇ πρὸς Ῥωμαίους κινῶν Ἐπιστολῇ διεσάφησεν. Ἐκεῖ μὲν γὰρ καὶ τῆς ἡμετέρας καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν Ἀβραὰμ προπάτορα εἶναί φησιν· ἐνταῦθα δὲ αὐτοῦ σφόδρα κατατολμᾷ, καὶ δείκνυσι τὸν ἀκρόβυστον πολλῷ βελτίονα. Πῶς οὖν ἔδειξεν; ὅτι Λευῒ δεκάτας ἔδωκεν; Ὁ Ἀβρὰμ, φησὶν, ἔδωκε. Καὶ τί πρὸς ἡμᾶς τοῦτο; Μάλιστα μὲν οὖν πρὸς ὑμᾶς· οὐ γὰρ δὴ φιλονεικήσετε τοὺς Λευΐτας βελτίονας εἶναι τοῦ Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραάμ. Εἶτα καὶ οὐχ ἁπλῶς παρῆλθεν, ἀλλὰ προσέθηκε, Καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγησεν. Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν Ἰουδαίοις, δείκνυσιν ἐκείνου ὄντα σεμνότερον ἐκεῖνον, καὶ ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων. Χωρὶς δὲ πάσης ἀντιλογίας, φησὶ, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Τουτέστι, πᾶσι δοκεῖ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖσθαι. Οὐκοῦν κρείττων ὁ τύπος τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος. Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. Ἀλλ' ἵνα ἐκεῖνα μὴ εἴπωσι, τί ἄνω ἀπέρχῃ; τί πρὸς τοὺς ἱερέας ἡμῶν, εἰ Ἀβραὰμ δεκάτην ἔδωκεν; εἰπὲ τὰ εἰς ἡμᾶς· ἐπάγει καὶ λέγει· Καὶ, ὡς ἔπος εἰπεῖν. Καὶ καλῶς αὐτὸ ἐκόλασε, φανερῶς μὴ εἰπὼν, ἵνα μὴ πλήξῃ. Διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Πῶς; Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέχ. Τουτέστιν, ἐν αὐτῷ ἦν ὁ Λευῒ καὶ μήπω τεχθεὶς, δι' αὐτοῦ τὴν δεκάτην ἐδίδου. Ὅρα, οὐκ εἶπεν, Οἱ Λευῗται, ἀλλ' Ὁ Λευΐ· τὸ μεῖζον, ὡς ἤθελε, κἀντεῦθεν συνάγων εἰς ὑπερβολήν. Εἶδες πόσον τὸ μέσον τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδὲχ τοῦ τὸν τύπον φέροντος τοῦ ἀρχιερέως τοῦ ἡμετέρου; Καὶ δείκνυσι τὴν ὑπεροχὴν ἐξουσίᾳ, οὐκ ἀνάγκῃ γεγενημένην. Ἐκεῖνος γὰρ ἔδωκε τὴν δεκάτην, ὅπερ ἐστὶν ἱερέως· οὗτος εὐλόγησεν, ὅπερ ἐστὶ κρείττονος. Αὕτη ἡ ὑπεροχὴ καὶ εἰς τοὺς ἐκγόνους διαβαίνει. Θαυμαστῶς καὶ περιγεγονότως ἔῤῥιψεν ἔξω τὰ Ἰουδαϊκά. Διὰ τοῦτο ἄρα ἔλεγε, Νωθροὶ γεγόνατε, ἐπειδὴ ταῦτα καταβαλέσθαι ἐβούλετο, ὥστε μὴ ἀποσκιρτῆσαι αὐτούς. Τοιαύτη γὰρ ἡ σοφία τοῦ Παύλου· προκατασκευάζων πρῶτον, οὕτως ἐμβάλλει εἰς ἃ βούλεται. Δυσπειθὲς γὰρ τὸ γένος τὸ ἀνθρώπινον, καὶ πολλῆς δεόμενον ἐπιμελείας, καὶ πλείονος ἢ τὰ φυτά. Ἐκεῖ μὲν γὰρ φύσις σωμάτων ἐστὶ καὶ γῆς, εἴκουσα ταῖς τῶν γηπόνων χερσίν· ἐνταῦθα δὲ προαίρεσις, πολλὰς δεχομένη μεταβολὰς, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο αἱρουμένη· ὀξυῤῥεπὴς γὰρ αὕτη πρὸς κακίαν.