Ancient Greek
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο), τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισεδὲχ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-14
Not analysed yet
Γέγονε, φησὶν, ἱερεὺς, ἀλλ' οὐ κατὰ νόμον σαρκικῆς ἐντολῆς· ὁ γὰρ νόμος ἐκεῖνος τὰ πολλὰ ἄνομος ἦν. Καὶ καλῶς αὐτὸν ἐντολὴν ἐκάλεσε σαρκικήν· πάντα γὰρ ὅσα διωρίζετο σαρκικὰ ἦν. Τὸ γὰρ λέγειν, Περίτεμε τὴν σάρκα, χρῖσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, καθάρισον τὴν σάρκα, περίκειρον τὴν σάρκα, ἐπίδησον τὴν σάρκα, θρέψον τὴν σάρκα, ἄργησον τῇ σαρκί· ταῦτα, εἰπέ μοι, οὐχὶ σαρκικά; Εἰ δὲ θέλεις μαθεῖν καὶ τίνα ἃ ἐπηγγέλλετο ἀγαθὰ, ἄκουε· Πολλὴ ζωὴ, φησὶ, τῇ σαρκὶ, γάλα καὶ μέλι τῇ σαρκὶ, εἰρήνη τῇ σαρκὶ, τρυφὴ τῇ σαρκί. Ἀπὸ τούτου τοῦ νόμου τὴν ἱερωσύνην ἔλαβεν ὁ Ἀαρών· ὁ μέντοι Μελχισεδὲχ οὐχ οὕτω. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲχ ἀνίσταται ἱερεὺς ἕτερος. Τί ἐστι κατάδηλον; Τὸ μέσον τῆς ἱερωσύνης ἑκατέρας, τὸ διάφορον, ὅσον κρείττων ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονε. Τίς; ὁ Μελχισεδὲχ οὗτος; Οὒκ, ἀλλ' ὁ Χριστός. Ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖται γὰρ, ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν τοῦ Μελχισεδέχ. Τουτέστιν, οὐ πρόσκαιρος, οὐδὲ πέρας ἔχων, ἀλλὰ, Κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Τοῦτο εἶπεν, ἵνα δηλώσῃ, ὅτι ἱερεὺς γέγονε διὰ δυνάμεως ἰδίας καὶ τοῦ Πατρὸς, διὰ ζωῆς ἀπεράντου. Καίτοι οὐκ ἔστιν ἀκόλουθον τοῦτο τῷ, Ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονε· τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Ἀλλὰ κατὰ πνευματικῆς. Ἀλλὰ διὰ τοῦ σαρκικοῦ τὸ πρόσκαιρον ἔδειξεν· ὥσπερ καὶ ἀλλαχοῦ λέγει, Μέχρι καιροῦ διορθώσεως ἐπικείμενα τὰ δικαιώματα τῆς σαρκὸς κατὰ δύναμιν ζωῆς· τουτέστιν, ὅτι οἰκείᾳ δυνάμει ζῇ. Εἶπεν, ὅτι νόμου μετάθεσις γίνεται, καὶ ἔδειξε πῶς· ζητεῖ λοιπὸν τὴν αἰτίαν· ὃ μάλιστα πάντων πληροφορεῖ τὰς τῶν ἀνθρώπων ψυχὰς, τὸ τὴν αἰτίαν πάντως εἰδέναι, καὶ εἰς πίστιν πλείονα ἄγει. Τότε γὰρ μᾶλλον πιστεύομεν, ὅταν καὶ τὴν αἰτίαν μάθωμεν, καὶ τὸν λόγον καθ' ὃν γίνεται. Ἀθέτησις μὲν γὰρ γίνεται, φησὶ, προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Ἐνταῦθα ἡμῖν οἱ αἱρετικοὶ ἐπιφύονται λέγοντες· Ἰδοὺ καὶ ὁ Παῦλος πονηρὰν τὴν ἐντολὴν εἴρηκεν. Ἀλλὰ πρόσεχε ἀκριβῶς· οὐκ εἶπε, διὰ τὸ πονηρὸν, οὐδὲ, διὰ τὸ μοχθηρὸν, ἀλλὰ, Διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Καὶ ἀλλαχοῦ δὲ δείκνυσι τὸ ἀσθενές· ὡς ὅταν λέγῃ, Ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Οὐκ ἄρα αὕτη ἀσθενὴς, ἀλλ' ἡμεῖς. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος. Τί ἐστιν, Οὐδὲν ἐτελείωσεν; Οὐδένα, φησὶ, τέλειον εἰργάσατο παρακουόμενος. Ἄλλως δὲ, οὐδὲ εἰ ἠκούσθη, τέλειον ἐποίησεν ἂν καὶ ἐνάρετον. Τέως δὲ οὐ τοῦτό φησιν ὁ λόγος ἐνταῦθα, ἀλλ' ὅτι οὐδὲν ἴσχυσε· καὶ εἰκότως. Γράμματα γὰρ ἦν κείμενα· Τόδε πρᾶττε, καὶ τόδε μὴ πρᾶττε· ὑποτιθέμενα μόνον, οὐχὶ δὲ καὶ δύναμιν ἐντιθέντα. Ἡ δὲ ἐλπὶς οὐ τοιαύτη. Τί ἐστιν ἀθέτησις; Ἄμειψις, ἐκβολή. Τίνος δὲ ταύτης δηλῶν, ἐπήγαγεν εἰπὼν, Προαγούσης ἐντολῆς; Οὕτω τὸν νόμον καλῶν, διότι ἐκβέβληται διὰ τὸ αὐτοῦ ἀσθενές· προαγόμενον δὲ, τὸ παρελθὸν καὶ παλαιωθὲν διὰ τὴν ἀσθένειαν. Ὥστε ἡ ἀθέτησις τῶν κρατούντων ἐστὶν ἀθέτησις. Καὶ δῆλον ἐκ τούτου λοιπὸν, ὅτι ἐκράτει, ἀλλὰ κατεφρονήθη, ἐπεὶ μηδὲν ἤνυσεν. Οὐδὲν οὖν ὠφέλησεν ὁ νόμος; Ὠφέλησε μὲν, καὶ σφόδρα ὠφέλησεν, ἀλλὰ πρὸς τὸ ποιῆσαι τελείους οὐκ ὠφέλησε. Κατὰ τοῦτο τοίνυν λέγει τὸ, Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, καθὸ πάντα τύποι ἦσαν, πάντα σκιὰ, περιτομὴ, θυσία, Σάββατον, ἃ οὐκ ἴσχυσεν διαβῆναι εἰς τὴν ψυχήν· διὰ τοῦτο παραχωρεῖ καὶ ὑπεξίσταται. Ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ· καὶ καθόσον οὐ χωρὶς ὁρκωμοσίας. Ὁρᾷς ὅτι ἀναγκαῖον οὕτω γέγονε τὸ τοῦ ὅρκου ἐνταῦθα; Ὥστε διὰ τοῦτο πολλὰ ἄνω ἐφιλοσόφησεν, ὅτι ὤμοσεν ὁ Θεὸς, καὶ ὤμοσεν ὑπὲρ πλείονος πληροφορίας. Ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος. Τί ἐστι τοῦτο; Εἶχε καὶ ὁ νόμος ἐλπίδα, φησὶν, ἀλλ' οὐ τοιαύτην· ἤλπιζον γὰρ εὐαρεστήσαντες ἕξειν τὴν γῆν, μηδὲν πείσεσθαι δεινόν· ἐνταῦθα δὲ ἐλπίζομεν εὐαρεστήσαντες, οὐ γῆν καθέξειν, ἀλλὰ τὸν οὐρανόν· μᾶλλον δὲ, ὃ πολλῷ τούτου κρεῖττόν ἐστιν, ἐλπίζομεν ἐγγὺς στήσεσθαι τοῦ Θεοῦ, παρ' αὐτὸν ἥξειν τὸν θρόνον τὸν πατρικὸν, λειτουργήσειν αὐτῷ μετὰ ἀγγέλων. Καὶ ὅρα πῶς αὐτὰ τίθησι κατὰ μικρόν. Ἐκεῖ μὲν γάρ φησιν· Εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος· ἐνταῦθα δέ· Δι' ἧς ἐγγίζομεν τῷ Θεῷ· καὶ καθόσον οὐ χωρὶς ὁρκωμοσίας· τί ἐστι, Καὶ καθόσον οὐ χωρὶς ὁρκωμοσίας; Τουτέστιν, οὐ χωρὶς ὅρκου. Ἰδοὺ καὶ ἄλλη διαφορά. Καὶ οὐδὲ ἁπλῶς ταῦτα ἐπήγγελται, φησίν. Οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες· ὁ δὲ μεθ' ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέχ· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Δύο τίθησι διαφορὰς, ὅτι οὐκ ἔχει τέλος, ὥσπερ ἡ νομικὴ, καὶ ὅτι μεθ' ὁρκωμοσίας· τοῦτο δὲ ποιεῖ ἀπὸ τοῦ Χριστοῦ τοῦ μετιόντος· Κατὰ δύναμιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύτου· ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ὅρκου, ὅτι ὤμοσε· καὶ ἀπὸ τοῦ πράγματος. Εἰ γὰρ ἐπειδὴ ἀσθενὴς ἦν, φησὶν, ἐκείνη, ἐξεβλήθη· αὕτη, ἐπειδὴ δυνατή ἐστιν, ἕστηκε. Ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ἱερέως. Πῶς; Δεικνὺς ὅτι εἷς ἐστι· καὶ οὐκ ἂν εἷς ἦν, εἰ μὴ ἀθάνατος ἦν. Ὥσπερ γὰρ πολλοὶ ἱερεῖς, διὰ τὸ θνητοὶ εἶναι· οὕτως εἷς ὁ εἷς, διὰ τὸ ἀθάνατος εἶναι· Κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς, καθότι ὤμοσεν αὐτῷ ἀεὶ αὐτὸν ἔσεσθαι ἱερέα, φησίν· οὐκ ἂν τοῦτο ποιήσας, εἰ μὴ ζῶν ἦν. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.