# In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-17

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/2.1-17

Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ἐῤῥαντίζετο τῆς διαθήκης; Λαληθείσης γὰρ, φησὶ, πάσης τῆς ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐῤῥάντιζε, λέγων· Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης καὶ ὁ λαός; Ἦ τοῦ τιμίου αἵματος ἄνωθεν σχηματιζομένου τύπος τις ἐκεῖνο τὸ αἷμα καὶ τὰ ἄλλα ἐγίνετο. Τί δήποτε δὲ καὶ μετὰ ὑσσώπου; Ὅτι πυκνὸν καὶ ἁπαλὸν ὑπάρχον, κρατητικὸν τοῦ αἵματος ἦν. Τί δαὶ τὸ ὕδωρ; Καὶ τοῦτο ὡς χαρακτηρίζον τὴν δι' ὕδατος κάθαρσιν. Τί δὲ τὸ ἔριον; Καὶ τοῦτο παρελαμβάνετο, ὥστε κατέχεσθαι τὸ αἷμα. Δείκνυσιν ἐνταῦθα τὸ αὐτὸ ὂν καὶ αἷμα καὶ ὕδωρ· τὸ γὰρ βάπτισμα αὐτοῦ τοῦ πάθους ἐστὶ σύμβολον. Καὶ τὴν σκηνὴν δὲ, καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐῤῥάντισε. Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. Διὰ τί τὸ Σχεδὸν εἶπε; διὰ τί αὐτὸ ἐκόλασεν; Ἐπειδὴ ἐκεῖνα οὐκ ἦν καθαρισμὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλὰ ἡμιτελὴς, καὶ ἐν ἐλαχίστῳ μέρει· ἐνταῦθα δέ· Τοῦτο τὸ αἷμα, φησὶ, τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ποῦ τοίνυν τὸ βιβλίον ἐκάθαρε τὰς διανοίας αὐτῶν; Αὐτοὶ ἄρα ἦσαν βιβλία τῆς καινῆς διαθήκης. Ποῦ δὲ τὰ σκεύη τῆς λειτουργίας; Αὐτοί εἰσι. Ποῦ δὲ ἡ σκηνή; Αὐτοί εἰσι πάλιν· Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, φησίν. Ἀλλ' οὐκ ἐρίῳ κοκκίνῳ οὐδὲ ὑσσώπῳ ἐῤῥάντισεν ἐνταῦθα· τί δήποτε; Οὐ γὰρ σωματικὸς ὁ καθαρισμὸς ἦν, ἀλλὰ πνευματικὸς, καὶ τὸ αἷμα πνευματικόν. Πῶς; Οὐκ ἀπὸ σώματος γὰρ ἔῤῥει ἀλόγων, ἀλλὰ σώματος ἀπὸ Πνεύματος κατασκευασθέντος. Τούτῳ ἡμᾶς οὐ Μωϋσῆς, ἀλλ' ὁ Χριστὸς ἐῤῥάντισε τῷ αἵματι, διὰ τοῦ λόγου τοῦ λεχθέντος, Τοῦτο τὸ αἷμα τῆς καινῆς διαθήκης εἰς ἄφεσιν ἁμαρτιῶν. Οὗτος ὁ λόγος ἀντὶ ὑσσώπου τῷ αἵματι ἐμβαφεὶς, πάντας περιῤῥαίνει. Κἀκεῖ μὲν τὸ σῶμα ἔξωθεν ἐκαθαίρετο· σωματικὸς γὰρ ὁ καθαρισμὸς ἦν· ἐνταῦθα δὲ, ἐπειδὴ πνευματικός ἐστιν ὁ καθαρισμὸς, εἰς τὴν ψυχὴν εἰσέρχεται, καὶ καθαίρει, οὐχ ἁπλῶς περιῤῥαινόμενος, ἀλλὰ πηγάζων ἐν ταῖς ἡμετέραις ψυχαῖς. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Καὶ ἐπ' ἐκείνων μὲν αὐτὴν τὴν ἐπιφάνειαν ἔῤῥαινε, καὶ πάλιν ἀπενίπτετο ὁ ῥαντιζόμενος· οὐ γὰρ δὴ ᾑμαγμένος ἀεὶ περιῄει· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως, ἀλλ' αὐτῇ τῇ οὐσίᾳ ἀναμίγνυται τὸ αἷμα, ῥωμαλέαν αὐτὴν ποιοῦν καὶ ἁγνὴν, καὶ πρὸς αὐτὸ τὸ ἀμήχανον κάλλος ἄγον. Δείκνυσι δὴ λοιπὸν τὸν θάνατον οὐ μόνον βεβαιώσεως, ἀλλὰ καὶ καθαρμοῦ αἴτιον. Ἐπειδὴ γὰρ ἡ τελευτὴ μιαρὸν πρᾶγμα ἐδόκει εἶναι, καὶ μάλιστα ἡ διὰ σταυροῦ, λέγει ὅτι ἐκάθαρε, καὶ ἐκάθαρε τιμίαν κάθαρσιν, καὶ ἐπὶ μείζοσι· διὰ τοῦτο αἱ θυσίαι προὔλαβον, διὰ τὸ αἷμα τοῦτο· διὰ τοῦτο ἀμνοὶ, διὰ τοῦτο ἅπαντα ἐγένετο. Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. Καὶ πῶς ἐστιν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς; τίνα δὲ καλεῖ τὰ ἐν τοῖς οὐρανοῖς νῦν; ἆρα τὸν οὐρανόν; ἀλλὰ τοὺς ἀγγέλους; Οὐδὲν τούτων, ἀλλὰ τὰ ἡμέτερα. Ἄρα ἐν τοῖς οὐρανοῖς τὰ ἡμέτερα, καὶ ἐπουράνια, κἂν ἐν τῇ γῇ ἐπιτελῆται. Ἐπεὶ καὶ ἄγγελοι ἐν τῇ γῇ εἰσιν, ἀλλ' ἐπουράνιοι λέγονται· καὶ τὰ Χερουβὶμ ἐπὶ τῆς γῆς ἐφάνη, ἀλλ' ἐπουράνιά ἐστι. Καὶ τί λέγω ἐφάνη; ἐπὶ τῆς γῆς μὲν οὖν διάγει, ὥσπερ οὖν ἐν τῷ παραδείσῳ. Ἀλλ' οὐδὲν ἐκώλυσε τοῦτο· ἐπουρανία γὰρ καὶ οὕτως ἐστί. Καὶ ἡμῶν τὸ πολίτευμά ἐστιν ἐν οὐρανοῖς, καίτοι ἐνταῦθα πολιτευόμεθα. Αὐτὰ δὲ τὰ ἐπουράνια· τουτέστι, τὴν φιλοσοφίαν τὴν παρ' ἡμῖν, τοὺς ἐκεῖ κεκλημένους. Κρείττοσι θυσίαις παρὰ ταύτας. Τὸ κρεῖττον καλοῦ τινός ἐστι κρεῖττον· ἄρα καλὰ γεγόνασι, καὶ τὰ ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς. Οὐκ ἂν γὰρ οὐδὲ τὰ ὑποδείγματα πονηρὰ ἦν, ἐπεὶ κἀκεῖνα ἂν εἴη πονηρὰ ὧν ἐστιν ὑποδείγματα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
