Ancient Greek
Ἀνώτερον λέγων, ὅτι θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται· τότε εἴρηκεν· Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε καθ' ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-19
Not analysed yet
Ἐκβάλωμεν τοίνυν τὰ φρονήματα τὰ σαρκικά. Ποῖα δέ ἐστι τὰ σαρκικά; Ὅσα τὸ μὲν σῶμα ἀνθεῖν ποιεῖ καὶ εὐπαθεῖν, κακοῖ δὲ τὴν ψυχήν· οἷόν τι λέγω· Ὁ πλοῦτος, ἡ τρυφὴ, ἡ δόξα· πάντα ταῦτα τῆς σαρκός ἐστιν· ὁ ἔρως τῶν σωμάτων. Μὴ τοίνυν τοῦ πλείονος ἐρῶμεν, ἀλλὰ τὴν πενίαν ἀεὶ διώκωμεν· αὕτη γὰρ μέγα ἀγαθόν. Ἀλλὰ ταπεινὸν, φησὶ, καὶ εὐτελῆ ποιεῖ. Τούτου γὰρ ἡμῖν χρεία· πολὺ γὰρ ἡμῖν τοῦτο συμβάλλεται. Πενία, φησὶν, ἄνδρα ταπεινοῖ· καὶ πάλιν ὁ Χριστός· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Διὰ τοῦτο οὖν ἀλγεῖς, ὅτι ἔχεις ὁδὸν εἰς ἀρετὴν χειραγωγοῦσαν; οὐκ οἶδας ὅτι αὕτη πολλὴν παῤῥησίαν ἡμῖν δίδωσιν; Ἀλλ' ἡ σοφία, φησὶ, τοῦ πένητός ἐστιν ἐξουθενημένη· καὶ πάλιν ἕτερός τίς φησι· Πλοῦτον καὶ πενίαν, μή μοι δῷς· καί· Ἐκ καμίνου πενίας ῥῦσαί με. Πῶς δὲ πάλιν, εἰ πλοῦτος καὶ πενία παρὰ Κυρίου, κακὸν ἡ πενία, ἢ ὁ πλοῦτος; Τίνος οὖν ἕνεκεν ταῦτα εἴρηται; Ταῦτα ἐλέγετο ἐν τῇ Παλαιᾷ, ἔνθα πολὺς ὁ λόγος τοῦ πλούτου, ἔνθα τῆς πενίας πολλὴ ἦν ἡ ὑπεροψία, ἔνθα τὸ μὲν κατάρα ἦν, τὸ δὲ εὐλογία. Ἀλλὰ νῦν οὐκέτι· ἀλλὰ θέλεις ἀκοῦσαι τῆς πενίας ἐγκώμια; αὐτὴν μετῆλθεν ὁ Χριστὸς, καί φησιν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Καὶ πάλιν τοῖς μαθηταῖς ἔλεγε· Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, μήτε δύο χιτῶνας. Καὶ ὁ Παῦλος γράφων ἔλεγεν· Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Καὶ Πέτρος ἔλεγε τῷ ἐκ γενετῆς χωλῷ· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Καὶ ἐν αὐτῇ δὲ τῇ Παλαιᾷ, ἔνθα ἐθαυμάζετο ὁ πλοῦτος, τίνες, εἰπέ μοι, ἦσαν οἱ θαυμαστοί; οὐχὶ Ἠλίας ὁ πλὴν τῆς μηλωτῆς μηδὲν ἔχων; οὐχὶ Ἑλισσαῖος, οὐχὶ Ἰωάννης; Μηδεὶς τοίνυν ἔστω ταπεινὸς διὰ πενίαν· οὐκ ἔστι πενία ἡ ποιοῦσα ταπεινὸν, ἀλλὰ πλοῦτος ὁ πολλῶν δεῖσθαι καταναγκάζων, καὶ πολλοῖς εἰδέναι χάριτας βιαζόμενος. Τί δὲ τοῦ Ἰακὼβ πενέστερον ἦν, εἰπέ μοι, ὃς ἔλεγεν· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι; Ἆρα ἀπαῤῥησίαστοι ἦσαν οἱ περὶ Ἠλίαν καὶ Ἰωάννην; οὐχ ὁ μὲν τὸν Ἀχαὰβ ἤλεγχεν, ὁ δὲ τὸν Ἡρώδην; Ἐκεῖνος ἔλεγεν· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου· ὁ δὲ Ἠλίας πρὸς τὸν Ἀχαὰβ μετὰ παῤῥησίας ἔλεγεν· Οὐκ ἐγὼ διαστρέφω τὸν Ἰσραὴλ, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ὁρᾷς ὅτι τοῦτο μᾶλλον ποιεῖ τὴν παῤῥησίαν, ἡ πενία; Ὁ μὲν γὰρ πλούσιος δοῦλός ἐστιν, ὑπεύθυνος ὢν ζημίᾳ, καὶ παρέχων παντὶ τῷ βουλομένῳ κακῶς αὐτὸν ποιεῖν· ὁ δὲ μηδὲν ἔχων, δήμευσιν οὐ δέδοικεν οὐδὲ καταδίκην. Οὐκ ἂν οὖν, εἰ ἡ πενία ἐποίει ἀπαῤῥησιάστους, ὁ Χριστὸς μετὰ πενίας ἔπεμπε τοὺς μαθητὰς εἰς πρᾶγμα παῤῥησίας πολλῆς δεόμενον. Σφόδρα γὰρ ἰσχυρὸς ὁ πένης ἐστὶ, καὶ οὐκ ἔχει ὅθεν ἀδικηθῇ, ἢ πάθῃ κακῶς. Ὁ μέντοι πλούσιος πανταχόθεν εὐχείρωτος καθίσταται· καὶ ταὐτὸν γίνεται, οἷον ἄν τις τὸν πολλὰ σχοινία ἐπισυρόμενον καὶ μακρὰ, ῥᾳδίως ἕλοι, τὸν μέντοι γυμνὸν οὐκ εὐκόλως κατασχεῖν δυνήσεται. Οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πλουσίου συμβαίνει· ἀνδράποδα, χρυσίον, ἀγροὶ, μυρία πράγματα, μυρίαι φροντίδες, περιστάσεις, ἀνάγκαι πᾶσιν αὐτὸν εὐχείρωτον ἐργάζονται.