# In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/2.1-2

Ποῦ εἰσιν οἱ λέγοντες, Ἦν ὅτε οὐκ ἦν; Εἶτα ἀναβαθμοῖς χρώμενος, τὸ πολλῷ τούτων μεῖζον ὕστερον φθέγγεται λέγων· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Βαβαὶ τῆς συνέσεως τῆς ἀποστολικῆς. μᾶλλον δὲ οὐ τὴν τοῦ Παύλου σύνεσιν, ἀλλὰ τὴν τοῦ Πνεύματός ἐστι θαυμάσαι χάριν ἐνταῦθα. Οὐ γὰρ δὴ ἐξ οἰκείας διανοίας ταῦτα ἐφθέγξατο, οὐδὲ τοσαύτην σοφίαν ἐξ ἑαυτοῦ εὗρεν· πόθεν γάρ; ἀπὸ τῆς σμίλης γὰρ καὶ τῶν δερμάτων, ἢ τοῦ ἐργαστηρίου; ἀλλὰ θείας ἐνεργείας ἦν τὸ οὕτως εἰπεῖν. Οὐ γὰρ αὐτοῦ ταῦτα τὰ νοήματα ἔτικτεν ἡ διάνοια, τότε μὲν οὕτω ταπεινὴ καὶ εὐτελὴς οὖσα, ὡς τῶν ἀγοραίων μηδὲν ἔχειν πλέον· πῶς γὰρ ἡ περὶ συμβόλαια καὶ δέρματα καταναλωθεῖσα; ἀλλ' ἡ τοῦ Πνεύματος χάρις, ἢ δι' ὧν ἂν ἐθέλῃ τὴν ἰσχὺν αὐτῆς ἐπιδείκνυται. Καθάπερ γὰρ εἰς ὑψηλὸν τόπον τινὰ, καὶ πρὸς αὐτὴν τοῦ οὐρανοῦ φθάνοντα τὴν κορυφὴν, εἴ τις παιδίον μικρὸν ἀναγαγεῖν βούλοιτο, ἠρέμα καὶ κατὰ μικρὸν τοῦτο ποιεῖ, διὰ τῶν κάτωθεν βαθμῶν αὐτὸ ἀνάγων· εἶτα ἐπειδὰν ἄνω στήσῃ, καὶ κελεύσῃ κάτω προσέχειν, καὶ ἴδῃ ἰλιγγιῶν καὶ θορυβούμενον καὶ σκοτοδινιῶν, λαβόμενος αὐτοῦ κατάγει πάλιν ἐπὶ τὸ ταπεινότερον, παρέχων ἀναπνεῦσαι· εἶτα ὅταν ἀνακτήσηται αὐτὸ, πάλιν ἀνάγει, καὶ πάλιν κατάγει· οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος ἐποίησε καὶ ἐπὶ τῶν Ἑβραίων καὶ πανταχοῦ, παρὰ τοῦ διδασκάλου τοῦτο μαθών. Καὶ γὰρ καὶ αὐτὸς οὕτως ἐποίησε, ποτὲ μὲν ἀνάγων εἰς ὕψος, ποτὲ δὲ κατάγων τοὺς ἀκροατὰς, καὶ οὐκ ἀφεὶς ἐπιπολὺ κατὰ τὸ αὐτὸ ἐγχρονίζειν. Ὅρα γοῦν αὐτὸν καὶ ἐνταῦθα, δι' ὅσων αὐτοὺς ἀναγαγὼν ἀναβαθμῶν, καὶ πρὸς αὐτὴν στήσας τὴν κορυφὴν τῆς εὐσεβείας, πρὶν ἰλιγγιᾶσαι καὶ σκοτοδινίᾳ ἁλῶναι, πῶς κατάγει πάλιν αὐτοὺς κατώτερον, καὶ διδοὺς ἀναπνεῦσαι, φησίν· Ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· καὶ πάλιν, Ὃν ἔθηκε κληρονόμον πάντων. Τὸ γὰρ τοῦ Υἱοῦ ὄνομα τέως κοινόν. Ἔνθα μὲν γὰρ ἂν γνήσιος ὑπονοῆται, πάντων ἐστὶν ἀνώτερος· τέως δὲ ὅπως ἂν ᾖ, κατασκευάζει λοιπὸν καὶ δείκνυσιν ὅτι ἄνωθέν ἐστιν. Ὅρα δὲ καὶ πῶς πρῶτον ἐπὶ τὸν ταπεινότερον βαθμὸν ἵστησι λέγων· Ὃν ἔθηκε κληρονόμον πάντων· τὸ γὰρ, Κληρονόμον ἔθηκε, ταπεινόν· εἶτα ἐπὶ τὸν ἀνώτερον, ἐπαγαγών· Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν· εἶτα ἐπὶ τὸν ὑψηλότερον, καὶ μεθ' ὃν οὐκ ἔστιν ἕτερος· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Ὄντως εἰς ἀπρόσιτον φῶς ἤγαγεν, εἰς αὐτὸ τὸ ἀπαύγασμα. Καὶ πρὶν ἢ σκοτωθῆναι, ὅρα πῶς πάλιν ἠρέμα κατάγει λέγων· Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης. Οὐχ ἁπλῶς εἶπεν· Ἐκάθισεν, ἀλλὰ, Μετὰ τὸν καθαρισμὸν ἐκάθισεν. Ἐπελάβετο γὰρ τῆς σαρκώσεως· καὶ πάλιν ταπεινὰ φθέγγεται. Εἶτα πάλιν φθεγξάμενός τι ὑψηλὸν, Ἐν δεξιᾷ γὰρ, φησὶ, τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, πάλιν φθέγγεται τὸ ταπεινὸν διὰ τῆς ἐπαγωγῆς τῆς, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Ἐνταῦθα γὰρ καὶ περὶ τῆς κατὰ σάρκα οἰκονομίας διαλέγεται· τὸ γὰρ, Κρείττων γενόμενος, οὐκ οὐσίας δηλωτικόν ἐστι τῆς κατὰ Πατέρα· ἐκείνη γὰρ οὐκ ἐγένετο, ἀλλὰ γεγέννηται· ἀλλὰ τῆς κατὰ σάρκα· αὕτη γὰρ ἐγένετο. Ἀλλ' οὐ περὶ οὐσιώσεως νῦν ὁ λόγος αὐτῷ· ἀλλ' ὥσπερ Ἰωάννης λέγων· Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν, τοῦτο δηλοῖ, ὅτι ἐντιμότερος καὶ λαμπρότερος· οὕτω καὶ ἐνταῦθα Παῦλος εἰπών· Τοσούτῳ κρείττων γενόμενος ἀγγέλων, ὅτι βελτίων ἐδήλωσε καὶ εὐδοκιμώτερος, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα ὁ λόγος ἦν; τοῦτο γὰρ τὸ ὄνομα, ὁ Θεὸς Λόγος, ἀεὶ εἶχεν, οὐχ ὕστερον ἐκληρονόμησεν, οὐδὲ τότε τῶν ἀγγέλων κρείττων ἐγένετο, ὅτε καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποιήσατο, ἀλλ' ἀεὶ κρείττων ἦν, καὶ κρείττων ἀσυγκρίτως. Περὶ δὲ τοῦ κατὰ σάρκα τοῦτο εἴρηται. Οὕτω γοῦν καὶ ἡμῖν ἔθος περὶ ἀνθρώπου διαλεγομένοις, καὶ ὑψηλὰ καὶ ταπεινὰ φθέγγεσθαι. Ὅταν μὲν γὰρ λέγωμεν, Οὐδὲν ἄνθρωπος, γῆ ἄνθρωπος, σποδὸς ἄνθρωπος, ἀπὸ τοῦ χείρονος τὸ πᾶν καλοῦμεν· ὅταν δὲ λέγωμεν, Ἀθάνατον ζῶον ὁ ἄνθρωπος, καὶ λογικὸς ὁ ἄνθρωπος, καὶ ὅτι τῶν ἄνω συγγενὴς, ἀπὸ τοῦ κρείττονος τὸ πᾶν πάλιν καλοῦμεν. Οὕτω καὶ περὶ τοῦ Χριστοῦ, ποτὲ μὲν ἀπὸ τοῦ ἐλάττονος, ποτὲ δὲ ἀπὸ τοῦ κρείττονος διαλέγεται ὁ Παῦλος, καὶ τὴν οἰκονομίαν συστῆσαι βουλόμενος, καὶ περὶ τῆς ἀκηράτου διδάξαι φύσεως.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
