# In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-21

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/2.1-21

Καὶ πῶς καταπατεῖ τις τὸν Υἱὸν τοῦ Θεοῦ; Ὅταν ὁ μετέχων αὐτοῦ ἐν τοῖς μυστηρίοις, ἁμαρτίαν ἐργάζηται, εἰπέ μοι, οὐχὶ κατεπάτησεν αὐτόν; οὐχὶ κατεφρόνησεν αὐτοῦ; Καθάπερ γὰρ τῶν καταπατουμένων οὐδένα λόγον ἔχομεν· οὕτω καὶ οἱ ἁμαρτάνοντες τοῦ Χριστοῦ οὐδένα λόγον ἔσχον, ὅθεν καὶ οὕτως ἥμαρτον. Γέγονας σῶμα Χριστοῦ, καὶ δίδως σαυτὸν τῷ διαβόλῳ, ὥστε καταπατεῖν σε; Καὶ τὸ αἷμα, φησὶ, κοινὸν ἡγησάμενος. Κοινὸν τί ἐστι; Τὸ ἀκάθαρτον, ἢ τὸ μηδὲν πλέον ἔχον τῶν λοιπῶν. Καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας. Ὁ γὰρ τὴν εὐεργεσίαν μὴ παραδεχόμενος, ὕβρισε τὸν εὐεργετήσαντα. Ἐποίησέ σε υἱόν· σὺ δὲ θέλεις γενέσθαι δοῦλος; ἦλθε κατασκηνῶσαι πρὸς σέ· σὺ δὲ ἐπεισάγεις σαυτῷ πονηροὺς λογισμούς; ὁ Χριστὸς ἠθέλησεν ἱδρυνθῆναι πρὸς σέ· σὺ δὲ αὐτὸν καταπατεῖς διὰ τῆς κραιπάλης, διὰ τῆς μέθης; Ἀκούσωμεν οἱ ἀναξίως τῶν μυστηρίων μετέχοντες, ἀκούσωμεν οἱ ἀναξίως προσιόντες τῇ τραπέζῃ ἐκείνῃ· Μὴ δῶτε τὰ ἅγια, φησὶ, τοῖς κυσὶ, μήποτε καταπατήσωσιν ἐν τοῖς ποσὶν αὐτῶν· τουτέστι, μή πως καταφρονήσωσι, μὴ διαπτύσωσιν. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ τούτου φοβερώτερον ἦν· ἀπὸ γὰρ τοῦ φοβεροῦ ἐπισφίγγει τὰς ψυχάς· ἱκανὸν γὰρ καὶ τοῦτο ἐπιστρέψαι παραμυθίας οὐχ ἧττον. Καὶ ὁμοῦ τε τὴν διαφορὰν δείκνυσι, καὶ τὴν κόλασιν καὶ τὴν κρίσιν αὐτοῖς ἐφίστησιν, ἅτε τοῦ πράγματος ὄντος φανεροῦ. Πόσῳ δοκεῖτε, φησὶ, χείρονος ἀξιωθήσεται τιμωρίας; Ἐνταῦθά μοι δοκεῖ καὶ περὶ τῶν μυστηρίων αἰνίττεσθαι. Εἶτα καὶ μαρτυρίαν ἐπάγει λέγων· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος· καὶ πάλιν, Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. Ἐμπεσούμεθα, φησὶν, εἰς χεῖρας Κυρίου, καὶ μὴ εἰς χεῖρας ἀνθρώπων. Ἀλλ' ἐὰν μὴ μετανοήσητε, εἰς χεῖρας Θεοῦ ἐμπεσεῖσθε· ἐκεῖνο φοβερόν· τοῦτο οὐδέν ἐστι τὸ εἰς χεῖρας ἀνθρώπων ἐμπεσεῖν. Ὅταν ἴδωμεν, φησὶ, τινὰ κολαζόμενον ἐνταῦθα, μὴ φοβηθῶμεν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ φρίξωμεν ἐπὶ τοῖς μέλλουσι. Κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ καὶ ἡ ὀργὴ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ. Ἅμα καὶ ἕτερόν τι αἰνίττεται ἐνταῦθα διὰ τοῦ εἰπεῖν· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω. Ἐπὶ τῶν ἐχθρῶν τοῦτο εἴρηται τῶν κακῶς ποιούντων, οὐ τῶν κακῶς πασχόντων. Ἐνταῦθα καὶ παραμυθεῖται αὐτοὺς, μονονουχὶ λέγων· Μένει διαπαντὸς ὁ Θεὸς καὶ ζῇ· ὥστε κἂν μὴ νῦν ἀπολάβωσιν, ὕστερον ἀπολήψονται. Ἐκείνους δεῖ στενάζειν, οὐχ ἡμᾶς· ἡμεῖς μὲν γὰρ εἰς τὰς ἐκείνων ἐμπεσούμεθα χεῖρας, ἐκεῖνοι δὲ εἰς τὰς τοῦ Θεοῦ. Οὐ γὰρ ὁ παθὼν πάσχει κακῶς, ἀλλ' ὁ ποιῶν· οὔτε ὁ εὐεργετούμενος εὐεργετήθη, ἀλλ' ὁ εὐεργετῶν. Ταῦτα οὖν εἰδότες, ἀνεξίκακοι ὦμεν περὶ τὸ πάσχειν κακῶς, πρόχειροι περὶ τὸ εὐεργετεῖν. Τοῦτο δὲ ἔσται, ἂν χρημάτων καταφρονῶμεν καὶ δόξης· ὁ ταῦτα τὰ πάθη ἀποδυσάμενος, ἁπάντων ἀνθρώπων ἐστὶν ἐλευθερώτερος, καὶ αὐτοῦ τοῦ τὴν ἁλουργίδα περικειμένου εὐπορώτερος. Οὐχ ὁρᾷς ὅσα γίνεται κακὰ διὰ τὰ χρήματα; οὐ λέγω ὅσα διὰ τὴν πλεονεξίαν, ἀλλ' ἐν τῇ προσπαθείᾳ τούτων· οἷόν τι λέγω· Ἂν ἀπολέσῃ τις χρήματα, παντὸς θανάτου χαλεπώτερον βίον ζῇ. Τί ἀλγεῖς, ἄνθρωπε; τί δακρύεις; ὅτι σε τῆς περιττῆς φυλακῆς ἀπήλλαξεν ὁ Θεός; ὅτι οὐ κάθῃ τρέμων καὶ δεδοικώς; Εἶτα ἂν μέν σέ τις προσδήσῃ θησαυρῷ, κελεύων διαπαντὸς ἐκεῖ καθῆσθαι, καὶ ἀγρυπνεῖν ὑπὲρ ἀλλοτρίων, ἀλγεῖς, δυσχεραίνεις· σὺ δὲ σαυτὸν προσδήσας δεσμοῖς χαλεπωτάτοις, ἐπειδὴ ἀπηλλάγης τῆς δουλείας, ἀλγεῖς; Ὄντως προλήψεώς εἰσιν αἱ λῦπαι καὶ αἱ εὐφροσύναι. καθάπερ γὰρ ἀλλότρια ἔχοντες, οὕτως αὐτὰ τηροῦμεν. Νῦν πρὸς τὰς γυναῖκάς μοι ὁ λόγος. Εἶχέ τις γυνὴ πολλάκις ἀπὸ χρυσίου ὑφασμένον ἱμάτιον, καὶ τοῦτο τινάσσει, περιβάλλει λίνοις, τηρεῖ μετὰ ἀσφαλείας, τρέμει ὑπὲρ αὐτοῦ, καὶ οὐκ ἀπολαύει αὐτοῦ· ἢ γὰρ ἐτελεύτησεν ἢ ἐχήρευσεν· ἢ, κἂν μηδὲν τούτων συμβῇ, δέδοικε μὴ τῇ συνεχεῖ χρήσει δαπανήσασα αὐτὸ, ἀποστερήσειεν ἑαυτήν· κἂν ἄλλος οὐκ ἀποστερήσῃ, ἀποστερεῖ ἑαυτὴν τῇ φειδωλίᾳ. Ἀλλὰ παραχωρεῖ ἑτέρᾳ; ἀλλ' οὐδὲ τοῦτο δῆλον· εἰ δὲ καὶ παραχωρήσειε, καὶ ἐκείνη πάλιν ὁμοίως αὐτῷ χρήσεται. Καὶ εἴ τις ἐρευνήσει τὰ ἐν ταῖς οἰκίαις, εὑρήσει τὰ μάλιστα τίμια τῶν ἱματίων καὶ τὰ ἄλλα τὰ ὑπερέχοντα ἐν πλείονι τιμῇ, ὥσπερ ἐμψύχους δεσπότας, θεραπευόμενα· οὐ γὰρ χρῆται αὐτοῖς συνεχῶς, ἀλλὰ δέδοικε καὶ τρέμει, σῆτας καὶ τὰ ἄλλα τὰ βιβρώσκειν εἰωθότα ἀποσοβοῦσα, καὶ τὰ πλείονα ἐν μύῤῥοις καὶ ἀρώμασι τιθεῖσα, οὐδὲ πᾶσιν ἐπιτρέπουσα τῆς ὄψεως καταξιωθῆναι ἐκείνης, ἀλλ' αὐτὴ πολλάκις μετὰ τοῦ ἀνδρὸς ταῦτα διατιθεῖσα ἐπιμελῶς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
