# In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-22

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν κρείσσονα ὕπαρξιν ἑαυτοῖς ἐν οὐρανοῖς, καὶ μένουσαν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/2.1-22

Εἶτα ἐπαινέσας αὐτοὺς, φησί· Μὴ οὖν ἀποβάλητε τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Τί λέγεις; Οὐκ εἶπεν, ὅτι Ἀπεβάλετε τὴν παῤῥησίαν ὑμῶν, καὶ ἀνακτήσασθε, ἵνα μὴ ἀπαγορεύσωσιν· ἀλλ', ὅτι Ἔχετε αὐτὴν, μὴ ἀποβάλητε· ὃ μᾶλλον αὐτοὺς ἐψυχαγώγει, καὶ ἐποίει ῥωσθῆναι. Ὅτι ἔχετε αὐτὴν, φησί· τὸ μὲν γὰρ ἀποβληθὲν ἀνακτήσασθαι πάλιν, καμάτου δεῖται πλείονος, τὸ δὲ κατεχόμενον μὴ ἀπολέσαι, οὐχ οὕτω. Γαλάταις δὲ τὸ ἐναντίον γράφει· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· καὶ εἰκότως. Ἐκεῖνοι μὲν γὰρ ὑπτιώτερον διέκειντο, ὅθεν αὐτοῖς ἔδει πληκτικωτέρου λόγου· οὗτοι δὲ μικροψυχότερον, ὅθεν θεραπευτικωτέρου μᾶλλον ἐδέοντο. Μὴ ἀποβάλητε οὖν, φησὶ, τὴν παῤῥησίαν ὑμῶν. Ὥστε ἐν παῤῥησίᾳ ἦσαν πολλῇ πρὸς τὸν Θεόν. Ἥτις ἔχει, φησὶ, μισθαποδοσίαν μεγάλην. Τί ἐστι τοῦτο; Τότε αὐτὰ ληψόμεθα, φησίν. Οὐκοῦν, εἰ κατὰ τὸ μέλλον ἀπόκειται, οὐ δεῖ ἐνταῦθα ζητεῖν. Εἶτα, ἵνα μή τις εἴπῃ, Ἰδοὺ τὰ παρ' ἡμῶν πάντα ὑπῆρκται, διὰ τοῦτο προέλαβεν αὐτοὺς καὶ τῇ αὐτῶν ὑπολήψει· μονονουχὶ τοῦτο λέγων· Εἰ ἐν οὐρανοῖς γινώσκετε ἔχειν ὕπαρξιν κρείσσονα, μηδὲν ἐνταῦθα ζητεῖτε· ὑπομονῆς γὰρ ἔχετε χρείαν, οὐχὶ προσθήκης ἀγῶνος, ἵνα ἐν τοῖς αὐτοῖς μείνητε, ἵνα μὴ ῥίψητε τὸ ἐγχειρισθέν. Οὐδενὸς ὑμῖν ἑτέρου δεῖ, ἀλλ' ἢ ὥστε στῆναι, ὡς ἑστήκατε, ἵνα πρὸς τὸ τέλος ἐλθόντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ὑπομονῆς γὰρ ἔχετε, φησὶ, χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ἄρα ἑνὸς ὑμῖν δεῖ μόνου, ἵνα ἀναμείνητε τὴν μέλλησιν, οὐχ ἵνα ἀθλήσητε πάλιν. Πρὸς τὸν στέφανον αὐτόν ἐστε, φησὶ, τοὺς ἀγῶνας πάντας ἠνέγκατε, τοὺς δεσμοὺς, τὰς θλίψεις, τὰ ὑπάρχοντα ὑμῶν ἡρπάγη· τί οὖν; Πρὸς τὸ στεφανωθῆναι ἑστήκατε λοιπόν· τοῦτο μόνον φέρετε, τὴν μέλλησιν τοῦ στεφάνου. Ὢ μέγεθος παρακλήσεως. Οὕτως αὐτοὺς παρακαλεῖ, ὡς ἄν τις εἴποι πρὸς ἀθλητὴν πάντας καταβαλόντα, καὶ μηδένα ἔχοντα ἀνταγωνιστὴν, εἶτα μέλλοντα στεφανοῦσθαι, καὶ οὐ φέροντα τὸν χρόνον ἐκεῖνον, καθ' ὃν ὁ ἀγωνοθέτης ἔρχεται, καὶ τίθησι τὸν στέφανον· ἐκεῖνος δὲ ἀκαρτερήτως ἔχων, θέλοι ἐξελθεῖν καὶ φυγεῖν, ὡς μὴ φέρων τὸ δίψος καὶ τὸν φλογμόν. Τοῦτο τοίνυν αὐτὸς αἰνιττόμενος, τί φησιν; Ἔτι μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ἵνα γὰρ μὴ λέγωσι, Καὶ πότε ἥξει; ἀπὸ τῶν Γραφῶν αὐτοὺς παρακαλεῖ· καὶ γὰρ τὸ, Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ὅταν λέγῃ ἀλλαχοῦ, παραμυθεῖται αὐτοὺς, ὡς ὀλίγου ὄντος τοῦ λειπομένου χρόνου. Καὶ τοῦτο οὐκ ἀφ' ἑαυτοῦ φησιν, ἀλλ' ἀπὸ τῶν Γραφῶν. Εἰ δὲ ἐξ ἐκείνου ἐλέγετο, Μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· δῆλον ὅτι νῦν ἐγγύτερός ἐστιν. Ὥστε καὶ τὸ ἀναμένειν μισθός ἐστιν οὐ μικρός. Ὁ δὲ δίκαιος, φησὶν, ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Μεγάλη αὕτη ἡ παράκλησις, ὅταν δεικνύῃ τις τὸ πᾶν κατωρθωκότας, καὶ διὰ μικρᾶς ῥᾳθυμίας ἀπολλύντας αὐτό. Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. Ἔστι δὲ πίστις, ἐλπιζομένων ὑπόστασις πραγ μάτων, ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Βαβαί. οἵᾳ λέξει ἐχρήσατο εἰπὼν, Ἔλεγχος οὐ βλεπομένων· ἔλεγχος γὰρ λέγεται ἐπὶ τῶν λίαν δήλων. Ἡ πίστις τοίνυν ἐστὶν ὄψις τῶν ἀδήλων, φησὶ, καὶ εἰς τὴν αὐτὴν τοῖς ὁρωμένοις φέρει πληροφορίαν τὰ μὴ ὁρώμενα. Οὔτε οὖν ἐν τοῖς ὁρωμένοις ἀπιστῆσαι ἔστιν, οὔτε πάλιν, εἰ μὴ τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πεπληροφόρηταί τις, πίστις εἶναι δύναται. Ἐπειδὴ γὰρ τὰ ἐν ἐλπίδι ἀνυπόστατα εἶναι δοκεῖ, ἡ πίστις ὑπόστασιν αὐτοῖς χαρίζεται· μᾶλλον δὲ, οὐ χαρίζεται, ἀλλ' αὐτό ἐστιν οὐσία αὐτῶν· οἷον, ἡ ἀνάστασις οὐ παραγέγονεν, οὐδέ ἐστιν ἐν ὑποστάσει, ἀλλ' ἡ ἐλπὶς ὑφίστησιν αὐτὴν ἐν τῇ ἡμετέρᾳ ψυχῇ. Τοῦτό ἐστιν ὑπόστασις πραγμάτων ἐλπιζομένων. Εἰ τοίνυν ἔλεγχός ἐστιν οὐ βλεπομένων, τί δὴ βούλεσθε αὐτὰ ἰδεῖν, ἵνα ἐκπέσητε τῆς πίστεως καὶ τοῦ δίκαιοι εἶναι, εἴ γε ἐκ πίστεως ὁ δίκαιος ζήσεται; Ὑμεῖς δὲ εἰ βούλεσθε αὐτὰ ἰδεῖν, οὐκέτι ἐστὲ πιστοί. Ἐκάμετε, φησὶν, ἠθλήσατε· κἀγὼ τοῦτό φημι· ἀλλὰ ἀναμείνατε· τοῦτο γάρ ἐστι πίστις· μὴ ἐνταῦθα ζητεῖτε τὸ πᾶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
