# In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-25

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου. Διὰ τοῦτο οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/2.1-25

Ξένοι καὶ παρεπίδημοι ἦσαν οἱ ἅγιοι. Πῶς καὶ τίνι τρόπῳ; ποῦ δὲ ὁμολογεῖ ὁ Ἀβραὰμ ξένος εἶναι καὶ παρεπίδημος; Ἴσως μὲν καὶ αὐτὸς ὡμολόγησεν· ὁ δὲ Δαυῒδ ὅτι ὡμολόγησε, παντί που δῆλον· καὶ ἄκουε αὐτοῦ λέγοντος, ὅτι Ξένος εἰμὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Οἱ γὰρ ἐν σκηναῖς κατοικοῦντες, οἱ ἀργυρίου καὶ τάφους ὠνούμενοι δῆλον ὅτι ξένοι τινὲς οὕτως ἦσαν, ὥστε μηδὲ ὅπου θάψωσι τοὺς νεκροὺς ἑαυτῶν ἔχειν. Τί οὖν; ἆρα τῆς γῆς ἐκείνης μόνον ἔλεγον εἶναι ξένοι τῆς ἐν Παλαιστίνῃ; Οὐδαμῶς, ἀλλὰ τῆς οἰκουμένης πάσης, καὶ εἰκότως· οὐδὲν γὰρ ἐθεώρουν ἐν αὐτῇ τούτων ὧν ἐβούλοντο, ἀλλὰ πάντα ξένα καὶ ἀλλότρια. Αὐτοὶ μὲν οὖν τὴν ἀρετὴν ἀσκεῖν ἠβούλοντο· ἐνταῦθα δὲ, ἔνθα ἦν κακία πολλὴ, καὶ ἀπεξένωτο πρὸς αὐτοὺς τὰ πράγματα· οὐδένα φίλον, οὐδένα οἰκεῖον εἶχον, πλὴν ὀλίγων τινῶν. Πῶς δὲ ξένοι ἦσαν; Οὐκ ἐπιμελούμενοι τῶν ἐνταῦθα καὶ τοῦτο οὐ διὰ ῥημάτων, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτῶν ἐδείκνυον. Πῶς καὶ τίνι τρόπῳ; Εἶπε τῷ Ἀβραάμ· Ἄφες τὴν πατρίδα τὴν δοκοῦσαν, καὶ ἐλθὲ ἐπὶ τὴν ἀλλοτρίαν· καὶ οὐκ ἀντέσχετο τῶν οἰκείων, ἀλλ' ὡς ξένην μέλλων ἀφιέναι, οὕτως ἀπροσπαθῶς αὐτὴν εἴασεν. Εἶπεν αὐτῷ· Ἀνένεγκε τὸν υἱόν σου· καὶ ὡς οὐκ ἔχων υἱὸν, οὕτως αὐτὸν ἀνήνεγκεν, ὡς οὐκ ἐνδεδυμένος τὴν φύσιν, οὕτως αὐτὸν ἀνήνεγκε Τὰ χρήματα κοινὰ ἐκέκτητο τοῖς παριοῦσιν ἅπασι, καὶ οὐδὲν τὸ πρᾶγμα ἡγεῖτο· τῶν πρωτείων ἑτέροις παρεχώρει, εἰς κινδύνους ἑαυτὸν ἐνέβαλλε, μυρία ἔπασχε δεινά· οὐκ οἰκίας ᾠκοδόμει λαμπρὰς, οὐδὲ ἐτρύφα, οὐχ ἱματίων ἐπεμελεῖτο, οὐκ ἄλλου οὐδενὸς, ἃ τῶν ἐνταῦθά ἐστιν· ἀλλὰ πάντα τὰ τῆς ἐκεῖ πόλεως ἐπολιτεύετο, φιλοξενίαν ἐπεδείκνυτο, φιλαδελφίαν, ἐλεημοσύνην, ἀνεξικακίαν, ὑπεροψίαν χρημάτων καὶ τῆς παρούσης δόξης καὶ τῶν ἄλλων ἁπάντων. Καὶ ὁ τούτου δὲ παῖς τοιοῦτος ἦν· ἐλαυνόμενος, πολεμούμενος εἶκε καὶ παρεχώρει, ἅτε ἐν ξένῃ ὤν· οἱ γὰρ ξένοι, ὅσα ἂν πάθωσι, φέρουσιν, ἅτε οὐκ ὄντες ἐν πατρίδι. Καὶ τῆς γυναικὸς ἀφαιρουμένης, καὶ τοῦτο ἔφερεν, ἅτε ξένος· τὰ δὲ ἄνω πάντα ἐπολιτεύετο, σωφροσύνην, κοσμιότητα ἐπιδεικνύμενος πᾶσαν. Καὶ γὰρ μετὰ τὸ παιδοποιῆσαι, οὐκέτι ὡμίλησε τῇ γυναικί· καὶ παρελθούσης δὲ τῆς ἀκμῆς τῆς νεότητος, τότε αὐτὴν ἠγάγετο, δεικνὺς ὅτι οὐ πάθους ἕνεκεν τοῦτο ἐποίει, ἀλλὰ ὑπηρετούμενος τῇ ἐπαγγελίᾳ τοῦ Θεοῦ. Τί δὲ ὁ Ἰακώβ; οὐχὶ ἄρτον ἐζήτει μόνον καὶ ἱμάτιον, ἃ ξένων ἐστὶν ὄντως αἰτήματα τῶν εἰς πενίαν ἐλθόντων πολλήν; οὐχὶ ἐλαυνόμενος ἀνεχώρει, καθάπερ ξένος; οὐχὶ ἐθήτευεν; οὐχὶ μυρία ἔπασχε δεινὰ, περιιὼν πανταχοῦ καθάπερ ξένος; Ταῦτα δὲ πάσχοντες ἔφερον, δεικνύντες ὅτι πατρίδα ἐπιζητοῦσιν ἑτέραν· Βαβαὶ, πόση διαφορά. ἐκεῖνοι μὲν ὤδινον καθ' ἑκάστην ἡμέραν, ἀπαλλαγῆναι βουλόμενοι ἐντεῦθεν, καὶ πρὸς τὴν αὑτῶν πατρίδα ἐπανελθεῖν· ἡμεῖς δὲ τοὐναντίον· ἂν γὰρ πυρετὸς ἐμπέσῃ, πάντα ἀφέντες, καθάπερ τὰ παιδία τὰ μικρὰ, τὰ κλαυθμυριζόμενα, τὸν θάνατον δεδοίκαμεν· καὶ εἰκότως τοῦτο πάσχομεν. Ἐπειδὴ γὰρ οὐχ ὡς ξένοι διάγομεν ἐνταῦθα, οὐδὲ ὡς ἐπὶ πατρίδα σπεύδομεν, ἀλλ' ὡς ἐπὶ κόλασιν ἀπιόντες ἐσμὲν, διὰ τοῦτο ἀλγοῦμεν, ὅτι τοῖς πράγμασιν οὐκ ἐχρησάμεθα εἰς δέον, ἀλλὰ τὴν τάξιν ἀντεστρέψαμεν· διὰ τοῦτο ὀδυρόμεθα, ὅτε χαίρειν ἐχρῆν, διὰ τοῦτο φρίττομεν, καθάπερ τινὲς ἀνδροφόνοι καὶ λῄσταρχοι, μέλλοντες δικαστηρίῳ παρίστασθαι, καὶ πάντα λογιζόμενοι ἅπερ ἔπραξαν, καὶ διὰ τοῦτο δεδοικότες καὶ τρέμοντες. Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτοι, ἀλλ' ἠπείγοντο· ὁ δὲ Παῦλος καὶ ἐστέναξε. Καὶ ἄκουε αὐτοῦ λέγοντος, Καὶ αὐτοὶ οἱ ἐν τῷ σκήνει ὄντες, στενάζομεν βαρούμενοι. Τοιοῦτοι ἦσαν οἱ περὶ τὸν Ἀβραάμ· ξένοι, φησὶν, ἦσαν τῆς οἰκουμένης ἁπάσης, καὶ πατρίδα ἐζήτουν. Ποίαν δὴ ταύτην; ἆρα ἣν εἴασαν; Οὐδαμῶς· τί γὰρ ἐκώλυεν αὐτοὺς, εἴ γε ἐβούλοντο, ὑποστρέψαι πάλιν, καὶ γενέσθαι πολῖται; ἀλλ' ἐκείνην ἐζήτουν τὴν ἐν τοῖς οὐρανοῖς. Οὕτω πρὸς τὴν ἀποδημίαν τὴν ἐνθένδε ἔσπευδον, καὶ οὕτως ἤρεσκον Θεῷ· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς καλεῖσθαι αὐτῶν. Βαβαὶ, ὅσον ἀξίωμα. Θεὸς καλεῖσθαι αὐτῶν κατεδέξατο. Τί λέγεις; Θεὸς τῆς γῆς καλεῖται, καὶ Θεὸς τοῦ οὐρανοῦ, καὶ ὡς μέγα τι τέθεικας τὸ οὐκ ἐπαισχύνεσθαι Θεὸς καλεῖσθαι αὐτῶν; Μέγα, καὶ ὄντως μέγα, καὶ πολλῆς μακαριότητος τοῦτο τεκμήριον. Πῶς; Ὅτι γῆς μὲν καὶ οὐρανοῦ οὕτω καλεῖται Θεὸς, ὡς καὶ Ἑλλήνων, καὶ οὐρανοῦ μὲν καὶ γῆς Θεὸς, ᾗ ἔκτισε καὶ ἐδημιούργησεν αὐτά· τῶν δὲ ἁγίων ἐκείνων οὐχ οὕτως, ἀλλ' ὡς φίλος τις γνήσιος. Ἐπὶ δὲ ὑποδείγματος ὑμῖν αὐτὸ ποιήσω φανερόν. Οἷον ἐπὶ τῶν ἐν ταῖς μεγάλαις οἰκίαις, ὅταν τινὲς εὐδοκιμῶσι τῶν προεστηκότων τῆς οἰκίας, καὶ σφόδρα εὐδοκιμῶσι, καὶ πάντα αὐτοὶ διέπωσι, καὶ πρὸς τοὺς δεσπότας πολλὴν τὴν παῤῥησίαν ἔχωσιν, ἀπ' αὐτῶν ὁ δεσπότης καλεῖται· καὶ πολλοὺς ἄν τις εὕροι οὕτω καλουμένους. Τί δὲ λέγω; ὥσπερ ἦν εἰπεῖν, Ὁ Θεὸς, οὐχ ὁ τῶν ἐθνῶν, ἀλλ' ὁ τῆς οἰκουμένης· οὕτως ἦν εἰπεῖν Ὁ Θεὸς Ἀβραάμ. Ἀλλ' οὐκ ἴστε ὅσον ἐστὶ τὸ ἀξίωμα τοῦτο, ἐπεὶ μηδὲ τυγχάνομεν αὐτοῦ. Ὥσπερ γὰρ νῦν ὁ Κύριος τῶν Χριστιανῶν ἁπάντων λέγεται Θεὸς, καὶ ὅμως ὑπερβαίνει τὸ ὄνομα τὴν ἡμετέραν ἀξίαν· εἰ δὲ ἑνὸς κληθείη Θεὸς, ἐννόησον ὅσον τὸ μέγεθος. Ὁ τῆς οἰκουμένης Θεὸς οὐκ ἐπαισχύνεται τριῶν καλεῖσθαι Θεὸς, εἰκότως· οὐ γὰρ τῆς οἰκουμένης, ἀλλὰ μυρίων τοιούτων εἰσὶν ἀντίῤῥοποι οἱ ἅγιοι. Κρείττω γὰρ εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ὅτι δὲ οὕτως ἑαυτοὺς ξένους ἐκάλουν, δῆλον. Ἔστω δὲ, οὗτοι διὰ τὴν ξένην ἔλεγον εἶναι ξένοι· τί δαὶ καὶ ὁ Δαυΐδ; οὐχὶ βασιλεὺς ἦν; οὐχὶ προφήτης; οὐχὶ ἐν τῇ οἰκείᾳ πατρίδι διέτριβε; τίνος οὖν ἕνεκέν φησι, Ξένος καὶ παρεπίδημός εἰμι; Πῶς εἶ ξένος; Καθὼς, φησὶ, πάντες οἱ πατέρες μου. Ὁρᾷς ὅτι κἀκεῖνοι ξένοι ἦσαν; Ἔχομεν πατρίδα, φησὶν, ἀλλ' οὐ τὴν ὄντως πατρίδα. Πῶς δὲ σὺ ξένος; Τῆς γῆς. Οὐκοῦν κἀκεῖνοι τῆς γῆς· καθὼς γὰρ ἐκεῖνοι, οὕτω καὶ οὗτος, καὶ καθὼς οὗτος, οὕτω κἀκεῖνοι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
