# In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-28

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν. Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/2.1-28

Ὁρᾷς πανταχοῦ, οὐχὶ ἀκολουθίᾳ, οὐδὲ φύσεως νόμῳ μεταβαλλομένην αὐτὴν, ἀλλὰ παρὰ προσδοκίαν ἅπαντα γινόμενα; Οὐκοῦν καὶ ἐνταῦθα παρὰ προσδοκίαν ἅπαντα γίνεται. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς μελλούσαις, εἰκότως τοῦτον ἅπαντα τὸν λόγον ἐκίνησε, δεικνὺς ὅτι οὐ νῦν, ἀλλὰ καὶ ἐξ ἀρχῆς πάντα τὰ θαύματα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη κατασκόπους μετ' εἰρήνης. Οὐκοῦν αἰσχρὸν, εἰ καὶ πόρνης ἀπιστότεροι φανείητε· καίτοι γε ἐκείνη τῶν ἀνδρῶν ἤκουσεν ἀπαγγελλόντων, καὶ εὐθέως ἐπίστευσε. Τοιγαροῦν καὶ τὸ τέλος ἐπηκολούθησε· πάντων γὰρ ἀπολωλότων, μόνη διεσώθη. Οὐκ εἶπε πρὸς ἑαυτὴν, ὅτι Μετὰ πολλῶν ἔσομαι τῶν ἐμῶν· οὐκ εἶπεν, Ἐγὼ τοσούτων φρονιμωτέρα δύναμαι εἶναι ἀνδρῶν συνετῶν, οἵτινες ἀπιστοῦσι, καὶ ἐγὼ πιστεύσω; Οὐδὲν τοιοῦτον, ὅπερ εἰκὸς ἦν ἄλλον καὶ εἰπεῖν καὶ παθεῖν, ἀλλὰ τοῖς λεγομένοις ἐπίστευσε. Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος. Οὐκέτι λοιπὸν τὰ ὀνόματα τίθησιν, ἀλλὰ τελευτήσας εἰς τὴν πόρνην, καὶ ἐντρέψας διὰ τῆς τοῦ προσώπου ποιότητος, οὐκέτι πλατύνει τὰς ἱστορίας, ἵνα μὴ δόξῃ μακρηγορεῖν· οὐ μὴν αὐτὰς ἀφίησιν, ἀλλ' ἐπιτρέχει σφόδρα συνετῶς, τηρῶν ἀμφότερα, καὶ τὸν κόρον φεύγων, καὶ τὴν πυκνότητα οὐ λυμαινόμενος· οὔτε πάντῃ ἐσίγησεν, οὔτε λέγων ἠνώχλησεν, ἀλλ' ἀμφότερα ποιεῖ. Ὅταν γάρ τις ἰσχυρῶς ἀγωνίζηται, ἂν ἐπιμένῃ ἀγωνιζόμενος, ἀποκναίει τὸν ἀκροατὴν, πεπεισμένον λοιπὸν ἐνοχλῶν καὶ φιλοτιμίας λαμβάνων δόξαν· δεῖ γὰρ πρὸς τὸ λυσιτελὲς ἁρμόζεσθαι. Καὶ τί ἔτι λέγω, φησίν; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε, καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν. Ἐγκαλοῦσι τῷ Παύλῳ τινὲς ὅτι τὸν Βαρὰκ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε ἐν τούτοις τίθησι τοῖς τόποις. Τί λέγεις; ὁ τὴν πόρνην θεὶς, τούτους οὐ θήσει; Μὴ γάρ μοι τὸν ἄλλον αὐτῶν βίον εἴπῃς, ἀλλ' εἰ μὴ ἐπίστευσαν καὶ ἔλαμψαν ἐν τῇ πίστει. Καὶ τῶν προφητῶν, φησὶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας. Ὁρᾷς ὅτι οὐχὶ βίον ἐνταῦθα αὐτοῖς μαρτυρεῖ λαμπρόν· οὐδὲ γὰρ τοῦτο προηγουμένως ἦν τὸ ζητούμενον· ἀλλὰ πίστεως τέως ἐξέτασις ἦν. Εἰπὲ γάρ μοι εἰ μὴ πίστει τὸ πᾶν ἤνυσαν; Πῶς; Διὰ πίστεως, φησὶ, κατηγωνίσαντο βασιλείας οἱ περὶ τὸν Γεδεών. Εἰργάσαντο δικαιοσύνην. Τίνες; Αὐτοὶ οὗτοι· ἤτοι τὴν φιλανθρωπίαν ἐνταῦθα δικαιοσύνην εἶπεν. Ἐπέτυχον ἐπαγγελιῶν. Περὶ τοῦ Δαυῒδ οἶμαι αὐτὸν τοῦτο λέγειν. Ποίων δὲ τούτων ἔτυχεν ἐπαγγελιῶν; Ὧν ἔλεγεν, ὅτι τὸ σπέρμα αὐτοῦ καθίσει ἐπὶ τὸν θρόνον αὐτοῦ. Ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας. Ὅρα πῶς ἐν αὐτῷ τῷ θανάτῳ ἦσαν, ὁ Δανιὴλ κυκλούμενος ὑπὸ τῶν λεόντων, οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ διατρίβοντες, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ ἐν διαφόροις πειρασμοῖς, καὶ οὐδὲ οὕτως ἀπέγνωσαν. Τοῦτο γὰρ πίστις· ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνῃ, τότε δεῖ πιστεύειν ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα. Ἔφυγον στόματα μαχαίρας. Περὶ τῶν τριῶν πάλιν οἶμαι παίδων λέγειν αὐτόν. Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Τὰ κατὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος ἐνταῦθα αἰνίττεται. Ἀπὸ ἀσθενείας, φησί· τουτέστιν, ἀπὸ αἰχμαλωσίας. Ὅτε ἤδη ἀπέγνωστο τὰ Ἰουδαϊκὰ, ὅτε ὀστῶν νεκρῶν οὐδὲν διενηνόχεσαν, τότε αὐτοῖς γέγονε τὰ τῆς ἐπανόδου. Τίς γὰρ ἂν ἤλπισεν ἀπὸ Βαβυλῶνος ἐπανήκειν αὐτοὺς, καὶ οὐκ ἐπανήκειν μόνον, ἀλλὰ καὶ ἰσχυροὺς γενήσεσθαι, καὶ κλῖναι παρεμβολὰς ἀλλοτρίων; Ἀλλ' ἡμῖν οὐδὲν τοιοῦτον συνέβη, φησίν. Ἀλλὰ ταῦτα τύποι τῶν μελλόντων εἰσίν. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Τὰ κατὰ τοὺς προφήτας ἐνταῦθα λέγει, τὸν Ἐλισσαῖον, τὸν Ἠλίαν· νεκροὺς γὰρ ἀνέστησαν οὗτοι. Ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἀλλ' οὐχ ἡμεῖς ἀναστάσεως ἐτύχομεν. Ἀλλ' ἔχω δεῖξαι καὶ ἐκείνους, φησὶν, ἀποτμηθέντας, καὶ μὴ δεξαμένους, ἵνα κρείττονος ἀναστάσεως τύχωσι. Διὰ τί γὰρ, εἰπέ μοι, παρὸν ζῆσαι, οὐκ ἠβουλήθησαν; οὐκ ἄρα ὅτι κρείττονα προσεδόκων ζωήν; Καὶ οἱ τοὺς ἄλλους ἀναστήσαντες, αὐτοὶ εἵλοντο ἀποθανεῖν, ὥστε κρείττονος ἀναστάσεως τυχεῖν, οὐ τοιαύτης, οἵας τὰ παιδία τῶν γυναικῶν. Ἐνταῦθά μοι δοκεῖ καὶ τὸν Ἰωάννην αἰνίττεσθαι, καὶ τὸν Ἰάκωβον· ἀποτυμπανισμὸς γὰρ λέγεται ὁ ἀποκεφαλισμός. Ἐξῆν αὐτοῖς ὁρᾷν τὸν ἥλιον, ἐξῆν αὐτοῖς μὴ ἐλέγξαι, καὶ ὅμως εἵλοντο ἀποθανεῖν, καὶ οἱ ἀναστήσαντες ἄλλους, αὐτοὶ εἵλοντο ἀποθανεῖν ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς, ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
