# In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-29

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος· ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/2.1-29

Πολλαχοῦ ἡ Γραφὴ τὴν παραμυθίαν λαμβάνει τὴν ἐν τοῖς κακοῖς ἀπὸ τῶν συμβαινόντων πραγμάτων, ὡς ὅταν λέγῃ ὁ προφήτης· Ἀπὸ καύματος καὶ σκληρότητος, καὶ ὑετοῦ ῥύσεταί σε· καὶ ὁ Δαυΐδ· Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει, ὅτι ἡ μνήμη τῶν ἁγίων ἐκείνων, ὥσπερ νέφος τὸν φλεγόμενον ὑπὸ ἀκτῖνος θερμοτέρας σκιάζει, οὕτω τὴν ὑπὸ τῶν κακῶν καταπεπονημένην ἀνίστησι καὶ ἀνακτᾶται ψυχήν. Καὶ οὐκ εἶπεν, Ὑπεραιωρούμενον ἡμῶν, ἀλλὰ, Περικείμενον ἡμῖν, ὃ ἐκείνου πλέον ἦν ὥστε δηλῶσαι διὰ τούτου, ὅτι περικείμενον κύκλῳ, ἐν μείζονι ἀδείᾳ εἰκότως εἶναι ποιήσει. Μάρτυρας δὲ οὐχὶ τοὺς ἐν τῇ Καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ Παλαιᾷ· καὶ γὰρ καὶ αὐτοὶ ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι· οἷον, ὡς οἱ τρεῖς παῖδες, οἱ περὶ τὸν Ἠλίαν, οἱ προφῆται πάντες. Ὄγκον ἀποθέμενοι πάντα. —Πάντα, τίνα; Τουτέστι, τὸν ὕπνον, τὴν ὀλιγωρίαν, τοὺς λογισμοὺς τοὺς εὐτελεῖς, πάντα τὰ ἀνθρώπινα. Καὶ τὴν εὐπερίστατον ἁμαρτίαν. Εὐπερίστατον ἤτοι τὴν εὐκόλως περιισταμένην ἡμᾶς, ἢ τὴν εὐκόλως περίστασιν δυναμένην παθεῖν, λέγει· μᾶλλον δὲ τοῦτο· ῥᾴδιον γὰρ, ἐὰν θέλωμεν, περιγενέσθαι τῆς ἁμαρτίας. Δι' ὑπομονῆς, φησὶ, τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα. Οὐκ εἶπε, Πυκτεύωμεν, οὐδὲ, Παλαίωμεν, οὐδὲ, Πολεμῶμεν, ἀλλ' ὃ πάντων κουφότερον ἦν τὸ τοῦ δρόμου, τοῦτο εἰς μέσον τέθεικεν. Οὐδὲ εἶπε, Προσθῶμεν τῷ δρόμῳ, ἀλλ', Ἐν αὐτῷ τούτῳ ὑπομείνωμεν, μὴ ἐκλυθῶμεν. Τρέχωμεν, φησὶ, τὸν προκείμενον ἡμῖν ἀγῶνα. Εἶτα τὸ κεφάλαιον τῆς παρακλήσεως, ὃ καὶ πρῶτον καὶ ὕστερον τίθησι, τὸν Χριστόν· Ἀφορῶντες, φησὶν, εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν. Ὅπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς μαθηταῖς συνεχῶς ἔλεγεν· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; καὶ πάλιν· Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὑτοῦ. —Ἀφορῶντες, φησί· τουτέστιν, ἵνα μάθωμεν τρέχειν, βλέπωμεν εἰς Χριστόν. Καθάπερ γὰρ ἐπὶ τῶν τεχνῶν πασῶν καὶ τῶν ἀγωνισμάτων πρὸς τοὺς διδασκάλους ὁρῶντες, οὕτως ἐντυποῦμεν τῇ διανοίᾳ τὴν τέχνην, διὰ τῆς ὀπτικῆς κανόνας τινὰς λαμβάνοντες· οὕτω δὴ καὶ ἐνταῦθα, εἰ βουλοίμεθα τρέχειν, καὶ μαθεῖν καλῶς τρέχειν, πρὸς τὸν Χριστὸν ὁρῶμεν, τὸν ἀρχηγὸν τῆς πίστεως καὶ τελειωτὴν Ἰησοῦν. Τί ἐστι τοῦτο; Τουτέστιν, αὐτὸς ἐν ἡμῖν τὴν πίστιν ἐνέθηκεν, αὐτὸς τὴν ἀρχὴν δέδωκεν. Ὃ καὶ πρὸς τοὺς μαθητὰς ὁ Χριστὸς εἶπεν· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς. Καὶ ὁ Παῦλος δέ φησι· Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Εἰ δὲ αὐτὸς τὴν ἀρχὴν ἡμῖν ἐνέθηκεν, αὐτὸς καὶ τὸ τέλος ἐπιθήσει. Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ, φησὶ, χαρᾶς, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Τουτέστιν, ἐξῆν αὐτῷ μηδὲν παθεῖν, εἴπερ ἐβούλετο. Οὐδὲ γὰρ ἁμαρτίαν ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ· καθὼς καὶ αὐτός φησιν ἐν τοῖς Εὐαγγελίοις· Ἔρχεται ὁ τοῦ κόσμου ἄρχων, καὶ οὐκ ἔχει ἐν ἐμοὶ οὐδέν. Προὔκειτο τοίνυν αὐτῷ, εἴπερ ἐβούλετο, μὴ ἐλθεῖν εἰς τὸν σταυρόν· Ἐξουσίαν γὰρ ἔχω, φησὶ, θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ τοίνυν ὁ μηδεμίαν ἔχων ἀνάγκην τοῦ σταυρωθῆναι, ἐσταυρώθη ἡμῶν ἕνεκεν· πόσῳ μᾶλλον ἡμᾶς δίκαιον πάντα γενναίως ὑπομένειν; Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, φησὶν, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Τί δέ ἐστιν, Αἰσχύνης καταφρονήσας; Τὸν ἐπονείδιστον, φησὶν, εἵλετο θάνατον. Ἔστω γὰρ, ἀπέθνησκε· τί καὶ ἐπονειδίστως; Δι' οὐδὲν ἕτερον, ἀλλ' ἡμᾶς διδάσκων μηδὲν ἡγεῖσθαι τὴν παρ' ἀνθρώπων δόξαν. Διὰ τοῦτο, οὐχ ὑποκείμενος ἁμαρτίᾳ εἵλετο αὐτὴν, παιδεύων ἡμᾶς κατατολμᾷν αὐτῆς, καὶ μηδὲν αὐτὴν τίθεσθαι. Διὰ τί μὴ εἶπε Λύπην, ἀλλὰ Αἰσχύνην; Ὅτι οὐ μετὰ λύπης ταῦτα ἔφερε. Τί οὖν τὸ τέλος; ἄκουε, ἐπάγει γάρ· Ἐν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Ὁρᾷς τὸ ἔπαθλον; Ὅπερ καὶ ὁ Παῦλος γράφων φησί· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ. Τὸ κατὰ σάρκα φησί. Μάλιστα μὲν οὖν, εἰ καὶ μηδὲν ἦν ἔπαθλον, ἱκανὸν τὸ ὑπόδειγμα πεῖσαι πάντα ἑλέσθαι· νυνὶ δὲ καὶ ἔπαθλα ἡμῖν πρόκειται, οὐ τὰ τυχόντα, ἀλλὰ μεγάλα καὶ ἀπόῤῥητα. Ὥστε καὶ ἡμεῖς ἐπειδάν τι πάθωμεν τοιοῦτον, πρὸ τῶν ἀποστόλων ἐννοῶμεν τὸν Χριστόν. Διὰ τί; Ὅτι ὅλος ὁ βίος αὐτοῦ ὕβρεων ἔγεμε· καὶ γὰρ μαινόμενος ἤκουεν ἀεὶ, καὶ πλάνος, καὶ γόης· καὶ ποτὲ μὲν ἔλεγον οἱ Ἰουδαῖοι· Οὗτος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ· ποτὲ δέ· Οὐχὶ, φησὶν, ἀλλὰ πλανᾷ τὸν ὄχλον· καὶ πάλιν· Ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Καὶ εἰς γοητείαν δὲ αὐτὸν διέβαλλον λέγοντες· Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια· καὶ ὅτι μαίνεται, καὶ δαιμόνιον ἔχει· Οὐ καλῶς ἐλέγομεν, φησὶν, ὅτι δαιμόνιον ἔχει, καὶ μαίνεται; Καὶ ταῦτα ἤκουε παρ' αὐτῶν, εὐεργετῶν, θαυματουργῶν, Θεοῦ ἔργα ἐπιδεικνύμενος. Εἰ μὲν γὰρ μηδὲν ποιῶν ταῦτα ἤκουεν, οὐκ ἦν οὕτω θαυμαστόν· εἰ δὲ διδάσκων τὰ πρὸς ἀλήθειαν, πλάνος ἤκουε, καὶ δαίμονας ἐκβάλλων, δαίμονα ἔχειν ἐλέγετο, καὶ πάντα ἀνατρέπων τὰ ἐναντία, γόης ἐλέγετο· ποίαν ὑπερβολὴν θαύματος οὐκ ἔχει; Ταῦτα γὰρ αὐτοῦ συνεχῶς κατηγόρουν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
