# In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/2.1-3

Καὶ ὅτι τοῦτό ἐστιν, ὅρα πῶς πάλιν προϊὼν δίδωσιν αὐτῷ τὴν αὐθεντίαν, καὶ τὸ, Δι' οὗ, ἐξελών. Ἐπειδὴ γὰρ εἰργάσατο δι' αὐτοῦ ὃ ἤθελε, λοιπὸν ἀποστὰς ἀπ' αὐτοῦ, τί φησι; Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Οὐδαμοῦ τὸ, Δι' οὗ, οὐδὲ ὅτι ἐποίησε δι' αὐτοῦ τοὺς αἰῶνας. Τί οὖν; οὐχ ὑπ' αὐτοῦ γεγένηνται; Ναί· ἀλλ' οὐχ ὡς σὺ λέγεις, οὐδ' ὡς ὑπονοεῖς, ὡς δι' ὀργάνου, οὐδὲ ὡς οὐκ ἂν ποιήσαντος, εἰ μὴ χεῖρα αὐτῷ ὤρεξεν ὁ Πατήρ. Ὥσπερ γὰρ οὐδένα κρίνει ἐκεῖνος, καὶ λέγεται κρίνειν διὰ τοῦ Υἱοῦ, ὅτι κριτὴν αὐτὸν ἐγέννησεν· οὕτω καὶ δημιουργεῖν δι' αὐτοῦ, ὅτι δημιουργὸν αὐτὸν ἐγέννησεν. Εἰ γὰρ αὐτοῦ αἴτιος ὁ Πατὴρ, πολλῷ μᾶλλον τῶν δι' αὐτοῦ γεγενημένων. Ὅταν μὲν οὖν βούληται δεῖξαι ὅτι ἐξ αὐτοῦ, ἀναγκαίως τὰ ταπεινὰ φθέγγεται· ὅταν δὲ βούληται ὑψηλὰ φθέγγεσθαι, λαβὴν Μάρκελλος λαμβάνει καὶ Σαβέλλιος. Ἀλλ' ἀμφοτέρων τὴν ἀμετρίαν ἡ Ἐκκλησία φυγοῦσα, μέσην ὥδευσεν ὁδόν. Οὔτε γὰρ ἐπὶ τῆς ταπεινότητος ἐμμένει, ἵνα μὴ Παῦλος ὁ Σαμοσατεὺς λάβῃ χώραν, οὔτε ἀεὶ τοῖς ὑψηλοῖς ἐναπομένει· καὶ δείκνυσιν αὐτοῦ πάλιν τὴν ἐγγύτητα τὴν πολλὴν, ἵνα μὴ Σαβέλλιος ἐπιπηδήσῃ. Εἶπεν Υἱὸν, καὶ εὐθέως ἐφέστηκε Παῦλος ὁ Σαμοσατεὺς, λέγων αὐτὸν εἶναι Υἱὸν ὡς τοὺς πολλούς. Ἀλλ' ἔδωκεν αὐτῷ καιρίαν πληγὴν, εἰπὼν Κληρονόμον. Ἀλλ' ἔτι ἀναισχυντεῖ μετὰ Ἀρείου· τὸ γὰρ, Ἔθηκεν αὐτὸν κληρονόμον, ἀμφότεροι κατέχουσιν· ἐκεῖνος μὲν ἀσθενείας λέγων εἶναι, οὗτος δὲ ἐπισκήπτειν ἐπιχειρῶν καὶ τῷ ἑξῆς. Εἰπὼν δὲ Παῦλος, Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἔβαλεν ὕπτιον ἀναισχυντοῦντα τὸν Σαμοσατέα, ὁ δὲ Ἄρειος ἔτι ἰσχυρὸς εἶναι δοκεῖ. Ἀλλ' ὅρα καὶ τοῦτον πῶς καταβάλλει πάλιν εἰπών· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης αὑτοῦ. Ἀλλ' ἰδοὺ πάλιν ἐπιπηδᾷ Σαβέλλιος, καὶ Μάρκελλος, καὶ Φωτεινός. Ἀλλὰ κἀκείνοις πᾶσι μίαν πληγὴν δίδωσιν, εἰπών· Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ἐνταῦθα πάλιν καὶ Μαρκίωνα πλήττει, οὐ σφόδρα μὲν ἰσχυρῶς, πλήττε· δ' οὖν ὅμως· δι' ὅλης γὰρ τῆς ἐπιστολῆς πρὸς αὐτοὺς μάχεται. Ἀλλ' ὅπερ ἔφην, ἀπαύγασμα τῆς δόξης εἴρηκε τὸν Υἱόν· καὶ ὅτι καλῶς, ἄκουε τοῦ Χριστοῦ λέγοντος περὶ αὑτοῦ, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Διὰ τοῦτο δὲ ἀπαύγασμα εἶπεν αὐτὸς, ἵνα δείξῃ ὅτι κἀκεῖ οὕτως εἴρηται· δῆλον δὲ, ὡς φῶς ἐκ φωτός. Οὐ τοῦτο δὲ μόνον δείκνυται, ἀλλ' ὅτι καὶ ἐφώτισε τὰς ἡμετέρας ψυχάς. Διὰ δὲ τοῦ ἀπαυγάσματος τὸ ἴσον ἐσήμανε τῆς οὐσίας, καὶ τὴν πρὸς τὸν Πατέρα ἐγγύτητα. Ἐννόησον τὴν λεπτότητα τῶν εἰρημένων· οὐσίαν μίαν ἔλαβε καὶ ὑπόστασιν εἰς δύο ὑποστάσεων παράστασιν· ὃ καὶ ἐπὶ τῆς γνώσεως τοῦ Πνεύματος ποιεῖ. Ὥσπερ γὰρ μίαν εἶναί φησι τὴν γνῶσιν τὴν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, ὡς ὄντως μίαν, καὶ οὐδὲν πρὸς ἑαυτὴν διεστηκυῖαν· οὕτω καὶ ἐνταῦθα ἑνός τινος ἐπελάβετο ῥήματος εἰς τὴν τῶν δύο ὑποστάσεων δήλωσιν. Εἶτα ἐπήγαγεν, ὅτι Καὶ χαρακτήρ. Ὁ γὰρ χαρακτὴρ ἄλλος τίς ἐστι παρὰ τὸ πρωτότυπον· ἄλλος δὲ οὐ πάντη, ἀλλὰ κατὰ τὸ ἐνυπόστατον εἶναι· ἐπεὶ καὶ ἐνταῦθα ὁ χαρακτὴρ τὸ ἀπαράλλακτον δηλοῖ οὗ ἐστι χαρακτὴρ, τὸ ὅμοιον κατὰ πάντα. Ὅταν οὖν καὶ μορφὴν αὐτὸν καλῇ, καὶ χαρακτῆρα, τί ἐροῦσιν; Ἀλλὰ καὶ εἰκόνος εἴρηται εἰκὼν ὁ ἄνθρωπος, φησί. Τί οὖν; οὕτως ὡς ὁ Υἱός; Οὒ, φησὶν, ἀλλ' ὅτι εἰκὼν οὐ δείκνυσι τὸ ὅμοιον. Καίτοι γε καθ' ὃ εἴρηται ὁ ἄνθρωπος εἰκὼν, δείκνυσι τὸ ὅμοιον ὡς ἐν ἀνθρώπῳ. Ὅπερ γάρ ἐστιν ὁ Θεὸς ἐν τῷ οὐρανῷ, τοῦτο ὁ ἄνθρωπος ἐπὶ τῆς γῆς, κατὰ τὴν ἀρχὴν λέγω· καὶ ὥσπερ τῶν ἐπὶ γῆς πάντων οὗτος κρατεῖ, οὕτω καὶ ὁ Θεὸς πάντων κρατεῖ τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς. Ἄλλως δὲ, ὁ ἄνθρωπος οὐκ εἴρηται χαρακτὴρ, οὐκ εἴρηται ἀπαύγασμα, οὐκ εἴρηται μορφή· ὅπερ τὴν οὐσίαν ἐμφαίνει, ἢ καὶ ὁμοιότητα τὴν κατ' οὐσίαν. Ὥσπερ οὖν ἡ μορφὴ τοῦ δούλου οὐδὲν ἄλλο ἐμφαίνει ἢ ἄνθρωπον ἀπαράλλακτον· οὕτω καὶ ἡ μορφὴ τοῦ Θεοῦ οὐδὲν ἄλλο ἐμφαίνει ἢ Θεόν. Ὃς ὢν ἀπαύγασμα, φησὶ, τῆς δόξης. Ὅρα τὸν Παῦλον τί ποιεῖ. Εἰπών· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, ἐπήγαγε πάλιν· Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης· ὀνόμασιν οἵοις κέχρηται, οὐδαμοῦ τῆς οὐσίας αὐτῆς ὄνομα εὑρών. Οὔτε γὰρ ἡ μεγαλωσύνη, οὔτε ἡ δόξα τὸ ὄνομα παρίστησιν, ὃ βούλεται εἰπεῖν, ἀλλ' οὐκ ἔχει ὄνομα εὑρεῖν. Τοῦτο γάρ ἐστιν ὃ ἔλεγον ἐξ ἀρχῆς, ὅτι πολλάκις τινὰ νοοῦμεν, καὶ οὐ δυνάμεθα φράζειν· ἐπεὶ οὐδὲ τὸ, Θεὸς, ὄνομα οὐσίας ἐστὶν, οὐδὲ ἔστιν ὅλως τῆς οὐσίας ἐκείνης ὄνομα εὑρεῖν. Καὶ τί θαυμαστὸν εἰ ἐπὶ Θεοῦ, ὅπου γε οὐδὲ ἐπὶ ἀγγέλου εὕροι τις ἂν ὄνομα τῆς οὐσίας δηλωτικόν; τάχα δὲ οὐδὲ ἐπὶ ψυχῆς· οὐ γάρ μοι δοκεῖ τοῦτο τὸ ὄνομα παραστατικὸν εἶναι τῆς οὐσίας αὐτῆς, ἀλλὰ τοῦ ψύχειν. Τὴν γὰρ αὐτὴν καὶ ψυχὴν, καὶ καρδίαν, καὶ νοῦν καλουμένην ἴδοι τις ἄν. Καρδίαν γὰρ, φησὶ, καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ πνεῦμα πολλαχοῦ ἴδοι τις ἂν λεγομένην αὐτήν. Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ὁρᾷς τί φησι;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
