# In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-32

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/2.1-32

Ὁρᾷς ὅτι ταῦτα ἀπολελόγηται ὡς πρὸς λελυπημένους πρὸς αὐτὸν γράφων, ὡς πρὸς ἀποστρεφομένους, ὡς πρὸς παραβάτην διακειμένους, καὶ οὐκ ἀνεχομένους οὐδὲ τὸ ὄνομα αὐτοῦ ἀκοῦσαι. Ἐπεὶ οὖν παρὰ τῶν μισούντων αὐτὸν ταῦτα ἀπῄτει, ἅπερ ἂν παρὰ τῶν φιλούντων οἱ λοιποὶ πάντες, τούτου ἕνεκεν ἐνταῦθα τίθησι τοῦτο, λέγων· Πεποίθαμεν ὅτι καλὴν συνείδησιν ἔχομεν. Μὴ γάρ μοι τὰς κατηγορίας εἴπῃς· τὸ συνειδὸς ἡμῶν, φησὶν, οὐδὲν ἡμῶν καταγινώσκει, οὐδὲ σύνισμεν ἑαυτοῖς ὅτι ἐπεβουλεύσαμεν ὑμῖν. Πεποίθαμεν γὰρ, φησὶν, ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Ἄρα οὐκ ἐν ἐθνικοῖς μόνον, ἀλλὰ καὶ ἐν ὑμῖν. Οὐδὲν μετὰ καπηλείας, οὐδὲν μετὰ ὑποκρίσεως πεποιήκαμεν· εἰκὸς γὰρ ἦν αὐτὸν ταῦτα διαβάλλεσθαι. Καὶ ὅτι διεβέβλητο, ἄκουε, Ἰακώβου λέγοντος· Κατηχήθησαν γὰρ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις. Οὐχ ὡς ἐχθρὸς, φησὶν, οὐδὲ ὡς πολέμιος ταῦτα γράφω, ἀλλ' ὡς φίλος. Καὶ τοῦτο καὶ ἐκ τοῦ ἑξῆς δηλοῖ· Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Τοῦτο σφόδρα φιλοῦντος ἦν αὐτοὺς, τὸ οὕτως ἀξιοῦν εὔξασθαι. Μὴ ἁπλῶς, φησὶν, ἀλλὰ μετὰ πάσης σπουδῆς· ὥστε με ταχέως ἐλθεῖν πρὸς ὑμᾶς Τοῦτο μηδὲν ἑαυτῷ συνειδότος ἐστὶ, τὸ σπουδάζειν ἐλθεῖν πρὸς αὐτοὺς, καὶ παρακαλεῖν αὐτοὺς εὔχεσθαι ὑπὲρ αὐτοῦ. Τούτου ἕνεκεν πρῶτον παρ' αὐτῶν αἰτήσας τὰς εὐχὰς, τότε καὶ αὐτὸς αὐτοῖς ἐπεύχεται πάντα τὰ ἀγαθά. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, φησί. Τοῦτο εἶπε διὰ τὸ στασιάζειν αὐτούς. Εἰ τοίνυν ὁ Θεὸς εἰρήνης Θεός ἐστι, μὴ διαστασιάζετε πρὸς ἡμᾶς. Ὁ ἀναγαγὼν ἐκ τῆς γῆς τὸν Ποιμένα τῶν προβά των. Περὶ τῆς ἀναστάσεως τοῦτο εἴρηται. Τὸν μέγαν. Ἄλλη προσθήκη. Ἐνταῦθα πάλιν μέχρι τέλους τὸν περὶ τῆς ἀναστάσεως αὐτοῖς λόγον διαβεβαιοῦται. Ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ· εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ. Πάλιν μαρτυρεῖ αὐτοῖς μεγάλα· τὸ γὰρ καταρτιζόμενόν ἐστι τὸ ἀρχὴν ἔχον, εἶτα πληρούμενον. Καὶ ἐπεύχεται αὐτοῖς· ὅπερ ἐστὶ ποθοῦντος. Καὶ ὅρα· ἐν μὲν ταῖς ἄλλαις ἐπιστολαῖς ἐν τοῖς προοιμίοις εὔχεται, ἐνταῦθα δὲ ἐν τῷ τέλει. Ποιῶν, φησὶν, ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. Ὁρᾷς ὅτι ὃ μηδενὶ ἐπέστειλε, τοῦτο τούτοις ἐπιστέλλει; Καὶ γὰρ διὰ βραχέων, φησὶν, ἐπέστειλα· τουτέστιν, Οὐδὲ ἐνοχλῶ ὑμᾶς τῇ μακρολογίᾳ. Οἶμαι αὐτοὺς οὐ πάνυ πρὸς τὸν Τιμόθεον ἔχειν ἀπεχθῶς· ὅθεν καὶ αὐτὸν προεστήσατο. Γινώσκετε γὰρ, φησὶ, τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Ἀπολελυμένον, φησί· πόθεν; Οἶμαι αὐτὸν εἰς δεσμωτήριον ἐμβεβλῆσθαι· ἢ, εἰ μὴ τοῦτο, ἀπὸ Ἀθηνῶν ἀπολελυμένον· καὶ γὰρ καὶ τοῦτο ἐν ταῖς Πράξεσι κεῖται. Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζοντα, ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. Ὁρᾷς πῶς δείκνυσι τὴν ἀρετὴν οὔτε ἐκ τοῦ Θεοῦ τὸ ὅλον, οὔτε ἐξ ἡμῶν μόνον κατορθουμένην; τῷ γὰρ εἰπεῖν· Καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ· ὡσεὶ ἔλεγεν· Ἔχετε μὲν ἀρετὴν, δεῖσθε δὲ πληρώσεως. Εἰπὼν δὲ ἔργῳ καὶ λόγῳ ἀγαθῷ, ἔδειξεν ὅτι καὶ βίον ὀρθὸν ἔχειν δεῖ καὶ δόγματα. Καλῶς δὲ προσέθηκε τὸ, Ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ. Ἐνώπιον αὐτοῦ, φησίν· αὕτη γὰρ ἡ μεγίστη ἀρετὴ, ποιεῖν ἐνώπιον τοῦ Θεοῦ τὸ εὐάρεστον· καθὰ καὶ ὁ Προφήτης λέγει· Καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. Τοσαῦτα δὲ γράψας, ὀλίγα αὐτὰ ἔφησεν εἶναι, σύγκρισιν ποιῶν πρὸς ἃ ἔμελλε λέγειν· καθὰ καὶ ἀλλαχοῦ φησι, Καθὼς ἔγραψα ὑμῖν ἐν ὀλίγῳ· πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ. Καὶ ὅρα αὐτοῦ τὴν σοφίαν· Οὐ λέγει, Παρακαλῶ ὑμᾶς, ἀνέχεσθε τοῦ λόγου τῆς παραινέσεως, ἀλλὰ, Τοῦ λόγου τῆς παρακλήσεως· τουτέστι, τῆς παραμυθίας, τῆς προτροπῆς. Οὐκ ἔχει τις, φησὶ, πρὸς τὸ μῆκος ἀπαγορεῦσαι τῶν λεχθέντων. Τί οὖν; καὶ τοῦτο ἦν ὃ ἐποίει αὐτοὺς ἀποστρέφεσθαι; Οὐδαμῶς· ἀλλ' οὐ βούλεται αὐτοῖς ἐνδείξασθαι, καὶ εἰπεῖν ὅτι Ὀλιγοψυχεῖτε· τῶν γὰρ τοιούτων ἴδιον τὸ μὴ ἀνέχεσθαι λόγου μακροῦ. Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Τοῦτο ἱκανὸν αὐτοὺς πεῖσαι καθυφεῖναι, εἰ ἕτοιμός ἐστιν ἐλθεῖν μετὰ τοῦ μαθητοῦ. Ἀσπάσασθε τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ὅρα πῶς αὐτοὺς ἐτίμησεν, εἴ γε ἐκείνοις ἐπέστειλεν ἀντ' ἐκείνων. Ἀσπάζονται ὑμᾶς οἱ ἐκ τῆς Ἰταλίας. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. Ὅπερ ἦν κοινὸν ἁπάντων, τοῦτο ὕστερον εἶπεν. Ἡ χάρις δὲ πῶς γίνεται μεθ' ἡμῶν; Ἂν μὴ ὑβρίσωμεν εἰς τὴν εὐεργεσίαν, ἂν μὴ ῥᾴθυμοι γενώμεθα περὶ τὴν δωρεάν. Καὶ τί ἐστιν ἡ χάρις, φησίν; Ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ἡ κάθαρσις· αὕτη γὰρ μεθ' ἡμῶν ἐστι. Τίς γὰρ, φησὶν, ὑβρικὼς δύναται φυλάξαι τὴν χάριν, καὶ οὐκ ἀπόλλυσιν αὐτήν; Οἷον, ἐχαρίσατό σοι τὰ ἁμαρτήματα· πῶς οὖν ἔσται μετὰ σοῦ ἡ χάρις, τουτέστιν, ἡ εὐδοκίμησις, ἢ ἡ τοῦ Πνεύματος ἐνέργεια, ἂν μὴ διὰ τῶν ἀγαθῶν πράξεων αὐτὴν ἐπισπάσῃ; Τοῦτο γὰρ πάντων αἴτιον ἀγαθῶν, τὸ παραμένειν ἡμῖν ἀεὶ τὴν χάριν τοῦ Πνεύματος· αὕτη γὰρ πρὸς ἅπαντα ἡμᾶς ὁδηγεῖ, ὥσπερ οὖν ὅταν ἀποπτῇ ἡμῶν, ἀπόλλυσιν ἡμᾶς καὶ ἐρήμους ποιεῖ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
