# In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/2.1-4

Ὁρᾷς πῶς συνάπτει ἀεὶ τῷ περὶ τῆς ἀκτίστου φύσεως καὶ τὸν περὶ τῆς οἰκονομίας λόγον; Τί τούτου σαφέστερον; Εἶδες πῶς οὐκ ἔστι τὸ αὐτὸ, κτίσμα καὶ γέννημα; οὐ γὰρ ἂν διεῖλε, καὶ πρὸς ἀντιδιαστολὴν τοῦ, Ἐποίησεν, ἐπήγαγε τὸ, Πρὸς δὲ τὸν Υἱὸν εἶπεν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· οὐδ' ἂν διαφορώτερον ὄνομα ἐκάλει τὸ Υἱὸς ὄνομα, εἰ τοῦ αὐτοῦ ἦν σημεῖον. Ποῖον γὰρ τὸ διάφορον; εἰ γὰρ τὸ κτίσμα καὶ γέννημα ταὐτὸν, ἐκεῖνοι δὲ ἐποιήθησαν, τί τὸ διαφορώτερον; Ἰδοὺ πάλιν τὸ, ὁ Θεὸς, μετὰ τοῦ ἄρθρου. Καὶ πάλιν φησί· Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ἵνα μὴ ἀκούσας· Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, ὡς δῶρον νομίσῃς εἶναι ὕστερον αὐτῷ προσδοθὲν, τοῦτο καὶ ἄνω προδιωρθώσατο, καὶ πάλιν ἐπιδιορθοῦται λέγων· Κατ' ἀρχάς· οὐχὶ νῦν, ἀλλ' ἄνωθεν. Ἰδοὺ πάλιν καὶ τὸν Σαμοσατέα Παῦλον καιρίᾳ πλήττει πληγῇ καὶ Ἄρειον, ἃ περὶ τοῦ Πατρός ἐστι, ταῦτα ἁρμόσας τῷ Υἱῷ. Μετὰ δὲ τούτου καί τι ἄλλο πάρεργον ᾐνίξατο, καὶ μεῖζον τούτου· καὶ γὰρ τὴν μετασχημάτισιν τοῦ κόσμου παρεδήλωσε λέγων· Ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Ὃ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φησὶν, ὅτι μετασχηματίσει τὸν κόσμον. Καὶ τὸ εὔκολον δηλῶν, ἐπήγαγεν· Ἑλίξεις. Ὥσπερ γὰρ ἂν εἴ τις περιβόλαιον ἑλίξῃ, οὕτως αὐτὸς τὸν κόσμον καὶ ἑλίξει καὶ ἀλλάξει. Εἰ δὲ τὴν ἐπὶ τὸ βέλτιον καὶ τὸ κρεῖττον μετασχημάτισιν καὶ δημιουργίαν οὕτως εὐκόλως ἐργάζεται, ἐπὶ τῆς ἐλάττονος δημιουργίας ἑτέρου ἐδεῖτο; Μέχρι τίνος οὐκ αἰσχύνεσθε; Ἅμα δὲ καὶ παραμυθία μεγίστη τοῦτό ἐστι, τὸ γνῶναι ὅτι οὐκ ἔσται οὕτω τὰ πράγματα, ἀλλὰ τὰ πάντα μεταβολὴν λήψεται, καὶ πάντα ἐναλλαγήσεται, αὐτὸς δὲ μένει διαπαντὸς ζῶν, καὶ ἀπείρως ζῶν· Καὶ τὰ ἔτη σου, φησὶν, οὐκ ἐκλείψουσι. Τίνι δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Ἰδοὺ πάλιν αὐτοὺς παραθαῤῥύνει, εἴ γε μέλλοιεν οἱ ἐχθροὶ αὐτῶν ἡττηθήσεσθαι, καὶ ἐχθροὶ αὐτῶν οἱ αὐτοί εἰσιν, οἳ καὶ τοῦ Χριστοῦ. Τοῦτο πάλιν βασιλείας, τοῦτο ὁμοτιμίας, τοῦτο τιμῆς, οὐκ ἀδυναμίας, τὸ τὸν Πατέρα ὀργίζεσθαι ὑπὲρ τῶν εἰς τὸν Υἱὸν γεγενημένων· τοῦτο πολλῆς ἀγάπης δεῖγμα καὶ γνησιότητος τῆς ὡς ἀπὸ πατρὸς πρὸς υἱόν. Ὁ γὰρ ὀργιζόμενος ὑπὲρ αὐτοῦ, πῶς ἀλλότριος αὐτοῦ ἐστιν; Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου. Ὅπερ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ φησιν· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Καὶ πάλιν αὐτός φησι· Τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε ὧδε ἐνώπιόν μου, καὶ κατασφάξατε αὐτούς. Ὅτι γὰρ αὐτοῦ ἐστι τὰ ῥήματα, ἄκουσον τί φησι καὶ ἑτέρωθι· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ πάλιν, Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· καὶ πάλιν, Ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν. Ἄλλως δὲ, ὁ μέλλων ἐκεῖ κρίνειν αὐτοὺς, πολλῷ μᾶλλον αὐτοὺς δίκην ἐνταῦθα τῆς εἰς αὐτὸν παροινίας ἀπῄτησεν. Ὥστε τιμῆς μόνης ἐστὶ τῆς εἰς τὸν Υἱὸν, τὸ, Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Τί θαυμαστὸν, φησὶν, εἰ τῷ Υἱῷ λειτουργοῦσιν, ὅταν καὶ πρὸς τὴν ἡμετέραν σωτηρίαν λειτουργῶσιν; Ὅρα πῶς ἐπαίρει αὐτῶν τὰ φρονήματα, καὶ πολλὴν δείκνυσι τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς τιμὴν, εἴπερ ἀγγέλους τοὺς ὑπὲρ ἡμᾶς ταύτην ἔταξεν ἔχειν διακονίαν, τὴν ὑπὲρ ἡμῶν. Ὡς ἂν εἴποι τις, Εἰς τοῦτο κέχρηται αὐτοῖς, φησὶ, τοῦτο ἀγγέλων λειτουργία, τὸ διακονεῖν τῷ Θεῷ εἰς σωτηρίαν ἡμετέραν. Ὥστε ἀγγελικὸν ἔργον τοῦτό ἐστι, τὸ πάντα ποιεῖν εἰς σωτηρίαν τῶν ἀδελφῶν· μᾶλλον δὲ αὐτοῦ τοῦ Χριστοῦ τὸ ἔργον ἐστίν· αὐτὸς μὲν γὰρ ὡς Δεσπότης σώζει, οὗτοι δὲ ὡς δοῦλοι. Καὶ ἡμεῖς εἰ καὶ δοῦλοι, ἀλλὰ σύνδουλοι ἀγγέλων. Τί κεχήνατε πρὸς τοὺς ἀγγέλους, φησί; Δοῦλοί εἰσι τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ πολλαχοῦ δι' ἡμᾶς πέμπονται, καὶ πρὸς σωτηρίαν τὴν ἡμετέραν λειτουργοῦσιν· ὥστε ὁμόδουλοι ἡμῶν εἰσιν. Ἐννοήσατε πῶς οὐ πολλὴν δίδωσι τοῖς κτίσμασι διαφοράν· καίτοι πολὺ τὸ μέσον ἀγγέλων καὶ ἀνθρώπων· ἀλλ' ὅμως πλησίον ἡμῶν αὐτοὺς κατάγει, μονονουχὶ λέγων· Ἡμῖν κάμνουσι, δι' ἡμᾶς περιτρέχουσιν, ἡμῖν, ὡς ἂν εἴποι τις, ὑπηρετοῦσιν. Αὕτη ἐστὶν ἡ διακονία αὐτῶν, τὸ δι' ἡμᾶς πανταχοῦ πέμπεσθαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
