# In epistulam ad Hebraeos (homiliae 1-34) 2.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ· οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/2.1-7

Ὁρᾷς ὅτι τὴν ἀπιστίαν ἡ ἁμαρτία ποιεῖ; Ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρὸν, οὕτω καὶ ἡ ψυχὴ, ὅταν εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ· καταφρονήσασα δὲ, οὐδὲ πιστεύειν ἀνέχεται, ὥστε ἀπαλλάξαι φόβου ἑαυτήν. Εἶπον γὰρ, φησὶν, οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ· καὶ πάλιν, Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστι; καὶ πάλιν, Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; καὶ πάλιν, Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Καὶ πάλιν, Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ· καὶ πάλιν, ὅτι Ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ, καὶ μισῆσαι. Καὶ ὁ Χριστὸς δὲ αὐτὸ τοῦτο δηλοῖ, λέγων· Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Εἶτα ἐπάγει· Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ. Τί ἐστι, Μέτοχοι γεγόναμεν τοῦ Χριστοῦ; Μετέχομεν αὐτοῦ, φησίν· ἓν ἐγενόμεθα ἡμεῖς καὶ αὐτός· εἴπερ αὐτὸς μὲν κεφαλὴ, σῶμα δὲ ἡμεῖς, συγκληρονόμοι καὶ σύσσωμοι. Ἓν σῶμά ἐσμεν, ἐκ τῆς σαρκὸς αὐτοῦ, φησὶ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. Τί ἐστιν, Ἀρχὴ τῆς ὑποστάσεως; Τὴν πίστιν λέγει, δι' ἧς ὑπέστημεν καὶ γεγενήμεθα καὶ συνουσιώθημεν, ὡς ἄν τις εἴποι. Εἶτα ἐπάγει, Ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὥσπερ ἐν τῷ παραπικρασμῷ. Καθ' ὑπερβατόν ἐστι τοῦτο· τὸ ἀκόλουθον δὲ οὕτως ἔχει· Φοβηθῶμεν οὖν, μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, ὥσπερ κἀκεῖνοι, ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Τὸ γὰρ Σήμερον ἀεί ἐστιν. Εἶτα ἐπάγει· Ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένης τῇ πίστει τοῖς ἀκούσασι· δεικνὺς πῶς ὁ λόγος οὐκ ὠφέλησεν· ἐκ γὰρ τοῦ μὴ συγκραθῆναι, οὐκ ὠφελήθησαν. Εἶτα βουλόμενος αὐτοὺς φοβῆσαι, δείκνυσιν αὐτὸ τοῦτο δι' ὧν φησι· Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως. Τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὑτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; Καὶ βλέπομεν, ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι' ἀπιστίαν. Εἰπὼν πάλιν τὴν μαρτυρίαν, καὶ τὴν ἐρώτησιν ἐπάγει, ποιῶν τὸν λόγον σαφῆ. Εἶπε γὰρ, φησὶ, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. Τίνων μέμνηται, φησὶ, σκληρυνθέντων, τίνων δὲ ἀπειθησάντων; οὐχὶ τῶν Ἰουδαίων; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἤκουσαν κἀκεῖνοι, φησὶν, ὥσπερ ἡμεῖς ἀκούομεν, ἀλλ' οὐδὲν ὄφελος αὐτοῖς γέγονε. Μὴ τοίνυν νομίσητε ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε· ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ' οὐδὲν ἀπώναντο, ἐπειδὴ μὴ ἐπίστευσαν. Οἱ οὖν περὶ Χάλεβ καὶ Ἰησοῦν, ἐπειδὴ μὴ συνεκράθησαν τοῖς ἀπιστήσασι, τουτέστιν, οὐ συνεφώνησαν, διέφυγον τὴν κατ' ἐκείνων ἐξενεχθεῖσαν τιμωρίαν. Καὶ ὅρα τι θαυμαστόν· οὐκ εἶπεν, οὐ συνεφώνησαν, ἀλλ', Οὐ συνεκράθησαν· τουτέστιν, ἀστασιάστως διέστησαν, ἐκείνων πάντων μίαν καὶ τὴν αὐτὴν γνώμην ἐσχηκότων. Ἐνταῦθά μοι δοκεῖ καὶ στάσιν αἰνίττεσθαι. Εἰσερχόμεθα γὰρ, φησὶν, εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες. Εἶτα τοῦτο βεβαιῶν ἐπήγαγε· Καθὼς εἴρηκεν, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. Ἐπειδὴ εἰκὸς ἦν εἰπεῖν τινα, καὶ μὴν τοῦτο οὐ τοῦ ἡμᾶς εἰσελεύσεσθαι δηλωτικόν ἐστιν, ἀλλὰ τοῦ ἐκείνους μὴ εἰσεληλυθέναι· τί ποιεῖ; Σπουδάζει δεῖξαι τέως, ὅτι ὥσπερ ἡ κατάπαυσις ἐκείνη οὑ κωλύει ἑτέραν κατάπαυσιν λέγεσθαι, οὕτως οὐδὲ αὕτη τὴν τῶν οὐρανῶν. Τέως οὖν θέλει δεῖξαι, ὅτι οὐκ ἔτυχον ἐκεῖνοι τῆς καταπαύσεως. Ὅτι γὰρ τοῦτο λέγει, δῆλον ἐξ ὧν ἐπάγει· Εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτω· καὶ κατέπαυσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἐν τούτῳ πάλιν, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ὁρᾷς πῶς οὐ κωλύει ἐκείνη ταύτην εἶναι κατάπαυσιν; Ἐπεὶ οὖν ἀπολείπεται, φησὶ, τινὰς εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι' ἀπείθειαν· πάλιν τινὰ ὁρίζει ἡμέραν, σήμερον, ἐν Δαυῒδ λέγων· Μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται. Τί δέ ἐστιν ὅ φησιν; Ἐπεὶ οὖν ὀφείλουσι, φησὶ, τινὲς εἰσελθεῖν πάντως, ἐκεῖνοι δὲ οὐκ εἰσῆλθον, πάλιν ὁρίζει τρίτην ἄλλην κατάπαυσιν. Ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν πόθεν τοῦτο κατασκευάζει. Ὅτι μετὰ τοσαῦτα ἔτη, φησὶ, λέγει πάλιν Δαυΐδ· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ· εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. Δῆλον οὖν ὅτι ὡς μελλόντων τινῶν τεύξεσθαί τινος ἀμοιβῆς, ταῦτά φησιν. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Πόθεν, Ἐκ τοῦ παραγγέλλειν, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Οὐ γὰρ ἂν, εἰ μὴ ἦν σαββατισμὸς, ταῦτα παρηγγέλλοντο, οὐδὲ ἐκελεύοντο μὴ τὰ αὐτὰ ποιεῖν, ἵνα μὴ τὰ αὐτὰ πάθωσιν, εἰ μὴ ἔμελλον τὰ αὐτὰ πείσεσθαι. Πῶς δὲ ἔμελλον τὰ αὐτὰ πείσεσθαι οἱ τὴν Παλαιστίνην ἔχοντες, εἰ μὴ ἑτέρα τις ἦν κατάπαυσις;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
