# In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Οὗτος γὰρ ὁ Μελχισεδὲχ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραὰμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ (ὅ ἐστι βασιλεὺς εἰρήνης), ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/3.1-11

Διὸ χρὴ πάντοτε φυλάττειν ἑαυτοὺς, μήποτε ἀπονυστάξωμεν. Ἰδοὺ γὰρ, φησὶν, οὐ νυστάξει, οὐδὲ ὑπνώσει, ὁ φυλάσσων τὸν Ἰσραήλ· καί· Μὴ δῷς εἰς σάλον τὸν πόδα σου. Οὐκ εἶπε, Μὴ σαλευθῇς, ἀλλὰ, Μὴ δῷς. Ἄρα ἐφ' ἡμῖν τὸ δοῦναι, καὶ οὐκ ἐφ' ἑτέρῳ τινί. Ἂν γὰρ ἐθέλωμεν ἑστάναι ἑδραῖοι καὶ ἀμετακίνητοι, οὐ σαλευθησόμεθα· τῷ γὰρ οὕτως εἰπεῖν, τοῦτο ᾐνίξατο. Τί οὖν; οὐδὲν ἐπὶ τῷ Θεῷ; Πάντα μὲν ἐπὶ τῷ Θεῷ· ἀλλ' οὐχ οὕτως, ὥστε τὸ αὐτεξούσιον ἡμῶν βλάπτεσθαι. Εἰ τοίνυν ἐπὶ τῷ Θεῷ, φησὶ, τί ἡμᾶς αἰτιᾶται; Διὰ τοῦτο εἶπον, Οὐχ οὕτως, ὥστε τὸ αὐτεξούσιον ἡμῶν βλάπτεσθαι. Ἐφ' ἡμῖν ἐστι τοίνυν, καὶ ἐπ' αὐτῷ· δεῖ γὰρ ἡμᾶς πρῶτον ἑλέσθαι τὰ ἀγαθὰ, καὶ ὅτε ἑλώμεθα ἡμεῖς, τότε καὶ αὐτὸς τὰ παρ' ἑαυτοῦ εἰσάγει. Οὐ προφθάνει τὰς ἡμετέρας βουλήσεις, ἵνα μὴ λυμήνηται τὸ αὐτεξούσιον ἡμῶν· ὅταν δὲ ἡμεῖς ἑλώμεθα, τότε πολλὴν εἰσάγει τὴν βοήθειαν ἡμῖν. Πῶς οὖν, εἰ καὶ ἐφ' ἡμῖν ἐστιν, ὁ Παῦλός φησιν· Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ; Πρῶτον μὲν οὐχ ὡς ἰδίαν γνώμην εἰσήγαγεν, ἀλλ' ὡς ἐκ τοῦ προκειμένου αὐτὸ συνήγαγε, καὶ ἐκ τοῦ προβληθέντος. Εἰπὼν γάρ· Γέγραπται· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω, ἐπήγαγεν· Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Ἐρεῖς οὖν μοι· Τί ἔτι μέμφεται; Δεύτερον δὲ, ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὗ τὸ πλέον ἐστὶ, τὸ πᾶν φησιν εἶναι. Ἡμῶν γὰρ τὸ προελέσθαι καὶ βουληθῆναι, Θεοῦ δὲ τὸ ἀνύσαι καὶ εἰς τέλος ἀγαγεῖν. Ἐπεὶ οὖν ἐκείνου τὸ πλέον ἐστὶ, τὸ πᾶν ἐκείνου εἶναί φησι, κατὰ τὴν συνήθειαν τὴν ἀνθρωπίνην τοῦτο λέγων. Οὕτω γὰρ καὶ ἡμεῖς ποιοῦμεν· οἷόν τι λέγω· Ὁρῶμεν οἰκίαν οἰκοδομουμένην καλῶς, καὶ λέγομεν· Τὸ πᾶν τοῦ τεχνίτου ἐστί· καίτοι γε οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ καὶ τῶν ἐργατῶν, καὶ τοῦ τὴν ὕλην παρασχόντος δεσπότου, καὶ πολλῶν ἑτέρων· ἀλλ' ὅμως ἐπειδὴ τὸ πλέον ἐκεῖνος εἰσήνεγκεν, ἐκείνου τὸ πᾶν εἶναι λέγομεν. Οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ πάλιν ἐπὶ πλήθους, ἔνθα μὲν οἱ πολλοὶ, πάντας εἶναί φαμεν· ἔνθα δὲ ὀλίγοι, οὐδένα. Οὕτω καὶ Παῦλος ἐνταῦθά φησι τὸ, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Τοῦτο δὲ λέγων, δύο τὰ μέγιστα κατορθοῖ· ἓν μὲν, τὸ μὴ ἐπαίρεσθαι ἐφ' οἷς κατορθοῦμεν· δεύτερον δὲ, τὸ κατορθοῦντας ἀνατιθέναι τῷ Θεῷ τὴν τῶν κατορθουμένων αἰτίαν. Κἂν τρέχῃς τοίνυν, κἂν σπουδάζῃς, φησὶ, μὴ νόμιζε σὸν εἶναι τὸ κατόρθωμα· ἂν γὰρ μὴ τῆς ἄνωθεν τύχῃς ῥοπῆς, πάντα εἰκῆ. Πλὴν ὅτι τεύξῃ τοῦ σπουδαζομένου μετὰ τῆς ἐκεῖθεν συμμαχίας, εὔδηλόν ἐστιν· ἀλλ' ἂν τρέχῃς καὶ σὺ, ἂν θέλῃς. Οὐ τοῦτο οὖν εἶπεν, ὅτι εἰκῆ τρέχομεν, ἀλλ' ὅτι εἰκῆ τρέχομεν, ἐὰν ἡμέτερον εἶναι τὸ πᾶν νομίζωμεν, ἐὰν μὴ τὸ πλέον ἀπονέμωμεν τῷ Θεῷ. Οὔτε γὰρ αὐτοῦ εἶναι τὸ πᾶν ἠθέλησεν ὁ Θεὸς, ἵνα μὴ δόξῃ εἰκῆ στεφανοῦν ἡμᾶς· οὔτε ἡμῶν πάλιν, ἵνα μὴ εἰς ἀπόνοιαν ἐκπέσωμεν. Εἰ γὰρ τὸ ἔλαττον μέρος ἔχοντες μεγάλα φρονοῦμεν, τί, εἰ τοῦ ὅλου κύριοι ἦμεν; πολλὰ γὰρ ὁ Θεὸς ἐποίησεν ὑπὲρ τοῦ τὴν ἀλαζονείαν ἡμῶν ἐκκόψαι. Καὶ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλὴ, φησί. Πόσοις ἡμᾶς πάθεσι περιέβαλεν, ὥστε ἐκκόψαι ἡμῶν τὸ φρόνημα; πόσοις ἐκύκλωσε θηρίοις; Καὶ γὰρ ὅταν λέγωσί τινες, Τί τοῦτο; εἰς τί τοῦτο; παρὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτά φασιν. Ἐν τοσούτῳ σε φόβῳ κατέστησε, καὶ οὐδὲ οὕτω ταπεινοφρονεῖς, ἀλλὰ μικρᾶς εὐπραγίας ἂν ἐπιλάβῃ ποτὲ, πρὸς αὐτὸν φθάνεις τὸν οὐρανὸν τῷ φρονήματι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
