# In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-15

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/3.1-15

Εἰ τοίνυν ἐπουράνιοι ἡμεῖς, καὶ τοιαύτης οὐσίας ἐτύχομεν, φρίξωμεν· μηκέτι μένωμεν ἐν τῇ γῇ· ἔξεστι γὰρ μὴ εἶναι ἐν τῇ γῇ καὶ νῦν τὸν βουλόμενον. Τὸ γὰρ εἶναι ἐν τῇ γῇ καὶ μὴ εἶναι, τρόπῳ καὶ προαιρέσει γίνεται· οἷόν τι λέγω· Ὁ Θεὸς λέγεται εἶναι ἐν τῷ οὐρανῷ· διὰ τί; οὐ τόπῳ ἀποκλειόμενος, μὴ γένοιτο, οὐδὲ τὴν γῆν ἔρημον τῆς αὑτοῦ παρουσίας ἀφεὶς, ἀλλὰ τῇ σχέσει καὶ τῇ οἰκειώσει τῇ πρὸς τοὺς ἀγγέλους. Ἂν τοίνυν καὶ ἡμεῖς ἐγγὺς ὦμεν τοῦ Θεοῦ, ἐν οὐρανῷ ἐσμεν. Τί γάρ μοι μέλει τοῦ οὐρανοῦ, ὅταν ὁρῶ τὸν Δεσπότην τοῦ οὐρανοῦ, ὅταν αὐτὸς οὐρανὸς γένωμαι; Ἐλευσόμεθα γὰρ, φησὶν, ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ποιήσωμεν οὖν ἡμῶν τὴν ψυχὴν οὐρανόν. Φαιδρός ἐστιν ὁ οὐρανὸς τῇ φύσει· οὐδὲ γὰρ ἐν χειμῶνι μέλας γίνεται· οὐ γὰρ αὐτὸς μεταβάλλει τὴν ὄψιν, ἀλλ' αἱ νεφέλαι συνδραμοῦσαι καλύπτουσιν αὐτόν. Ὁ οὐρανὸς ἥλιον ἔχει· ἔχομεν καὶ ἡμεῖς ἥλιον δικαιοσύνης. Εἶπον, Ἔξεστι γενέσθαι ὡς οὐρανόν· καὶ ὁρῶ ὅτι καὶ βελτίονα γενέσθαι τοῦ οὐρανοῦ ἔξεστι. Πῶς; Ὅταν τὸν Δεσπότην τοῦ ἡλίου ἔχωμεν. Ὁ οὐρανὸς πάντοθέν ἐστι καθαρὸς καὶ ἀκηλίδωτος, οὐκ ἐν χειμῶνι, οὐκ ἐν νυκτὶ μεταβάλλεται· μὴ τοίνυν μηδὲ ἡμεῖς μήτε ἐν ταῖς θλίψεσι, μήτε ἐν ταῖς μεθοδείαις τοῦ διαβόλου τοῦτο πάσχωμεν, ἀλλὰ μένωμεν ἀκηλίδωτοι καὶ καθαροί. Ὁ οὐρανός ἐστιν ὑψηλὸς, καὶ πολὺ τῆς γῆς ἀπέχων· τοῦτο καὶ ἡμεῖς ποιήσωμεν, ἀποστήσωμεν ἑαυτοὺς τῆς γῆς, καὶ πρὸς τὸ ὕψος ἀρθῶμεν ἐκεῖνο. Καὶ ποῦ τῆς γῆς ἑαυτοὺς ἀποστήσωμεν; Ὅταν τὰ οὐράνια φανταζώμεθα. Ὁ οὐρανὸς ἀνώτερός ἐστι καὶ ὑετῶν καὶ χειμώνων, καὶ ὑπ' οὐδενὸς ἁλίσκεται· τοῦτο καὶ ἡμεῖς δυνησόμεθα, ἐὰν θέλωμεν. Οὗτος δοκεῖ μὲν, οὐ μέντοι πάσχει· μὴ τοίνυν μηδὲ ἡμεῖς, κἂν δοκῶμεν πάσχειν, πάσχωμεν. Ὥσπερ γὰρ ἐν τῷ χειμῶνι οἱ μὲν πολλοὶ τὸ κάλλος αὐτοῦ οὐκ ἴσασιν, ἀλλὰ νομίζουσιν αὐτὸν τρέπεσθαι, οἱ δὲ φιλοσοφοῦντες ἴσασιν ὅτι οὐδὲν ἔπαθεν· οὕτω καὶ περὶ ἡμῶν ἐν ταῖς θλίψεσιν, οἱ μὲν πολλοὶ νομίζουσιν ἡμᾶς συμμεταβεβλῆσθαι, καὶ αὐτῆς ἡμῶν ἧφθαι τῆς καρδίας τὴν θλῖψιν· οἱ δὲ φιλόσοφοι ἴσασιν ὅτι οὐχ ἥψατο ἡμῶν. Γενώμεθα τοίνυν οὐρανὸς, ἀνέλθωμεν εἰς τὸ ὕψος ἐκεῖνο, καὶ οὕτως ὀψόμεθα τοὺς ἀνθρώπους μυρμήκων οὐδὲν διαφέροντας· οὐ τοὺς πένητας λέγω μόνον, οὐδὲ τοὺς πλουσίους, ἀλλὰ κἂν στρατηγός τις ᾖ, κἂν βασιλεὺς, οὐκ ὀψόμεθα ἐκεῖ τὸν βασιλέα, οὐδὲ τὸν ἰδιώτην· οὐκ εἰσόμεθα τί μὲν χρυσὸς, τί δὲ ἄργυρος, τί δὲ ἱμάτιον σηρικὸν, ἢ πορφυροῦν· πάντα ὥσπερ μυίας ὀψόμεθα, ἐὰν ἐν ἐκείνῳ τῷ ὕψει καθίσωμεν· οὐδεὶς θόρυβος ἐκεῖ, οὐδεμία ταραχὴ, οὐδὲ κραυγή. Καὶ πῶς ἔνι, φησὶν, εἰς ἐκεῖνο ἀρθῆναι τὸ ὕψος, ἐπὶ τῆς γῆς περιπατοῦντα; Λόγῳ μὲν οὐ λέγω τοῦτο ἁπλῶς· ἀλλ' εἰ βούλει, ἐγώ σοι δείκνυμι ἔργῳ τοὺς εἰς τὸ ὕψος ἐκεῖνο φθάσαντας. Τίνας δὴ τούτους; Τοὺς περὶ Παῦλον λέγω, οἵτινες ἐν τῇ γῇ ὄντες, ἐν τῷ οὐρανῷ διέτριβον. Καὶ τί λέγω ἐν τῷ οὐρανῷ; ὑψηλότεροι ἦσαν τοῦ οὐρανοῦ, καὶ τοῦ ἄλλου οὐρανοῦ, καὶ πρὸς αὐτὸν ἀνῆλθον τὸν Θεόν. Τίς γὰρ ἡμᾶς χωρίσει, φησὶν, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάλιν, Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Ὁρᾷς ὅτι οὐδὲ ἑώρα τὰ ἐνταῦθα; Ἵνα δέ σοι δείξω ὅτι τῶν οὐρανῶν ἀνώτερος ἦν, ἄκουε αὐτοῦ λέγοντος· Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Ὁρᾷς πῶς πάντα παραδραμὼν ὁ λογισμὸς, ἀνώτερον αὐτὸν ἐποίησεν, οὐ ταύτης μόνον τῆς κτίσεως, οὐδὲ τούτων τῶν οὐρανῶν, ἀλλὰ καὶ εἴ τινες ἕτεροι ἦσαν; Εἶδες ὕψος διανοίας; εἶδες ὁ σκηνοποιὸς οἷος ἐγένετο ἐπειδὴ ἠθέλησεν, ὁ ἐπ' ἀγορᾶς τὸν ἅπαντα βίον διαγαγών; Οὐδὲν γάρ ἐστι κώλυμα, οὐκ ἔστι, πάντας ὑπερβαλέσθαι, εἴ γε βουλοίμεθα. Εἰ γὰρ τέχνας οὕτω κατορθοῦμεν ὑπερβαινούσας τοὺς πολλοὺς, πολλῷ μᾶλλον ὃ μὴ τοσούτου δεῖται πόνου. Τί γὰρ, εἰπέ μοι, χαλεπώτερον τοῦ διὰ σχοίνου τεταμένης βαδίζειν, καθάπερ ἐπὶ ἰσοπέδου, καὶ ἄνω περιπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι καθάπερ ἐπὶ κλίνης καθήμενον; οὐχὶ οὕτω φρικτὸν ἡμῖν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς μηδὲ θέλειν θεάσασθαι, ἀλλὰ δεδοικέναι, καὶ τρέμειν, καὶ πρὸς τὴν ὄψιν αὐτήν; Τί δὲ, εἰπέ μοι, χαλεπώτερον τοῦ κοντὸν ἐπὶ τοῦ προσώπου λαβεῖν, εἶτα ἐπιθέντα ἄνω παιδίον μυρία ποιεῖν, καὶ τέρπειν τοὺς θεατάς; τί δὲ χαλεπώτερον τοῦ σφαιρίζειν ἐν ξίφεσι; τί δὲ βαρύτερον, εἰπέ μοι, τοῦ τὸ βάθος τοῦ πελάγους διερευνᾶσθαι, Καὶ μυρίας ἑτέρας ἄν τις ἔχοι τέχνας εἰπεῖν· ἀλλὰ πάντων τούτων εὐκολωτέρα ἡ ἀρετὴ, ἐὰν θέλωμεν, καὶ τὸ εἰς τὸν οὐρανὸν ἀναβῆναι· θελῆσαι γὰρ δεῖ μόνον ἐνταῦθα, καὶ πάντα ἕπεται. Οὐκ ἔστι γὰρ εἰπεῖν, οὐ δύναμαι· τοῦτο γὰρ κατηγορῆσαί ἐστι τοῦ Δημιουργοῦ· εἰ γὰρ ἀδυνάτους ἡμᾶς ἐποίησεν, εἶτα ἐπιτάττει, κατηγορία αὐτοῦ ἐστι. Πῶς οὖν, φησὶ, πολλοὶ οὐ δύνανται; Ὅτι οὐ θέλουσι. Πόθεν δὲ οὐ θέλουσιν; Ἀπὸ ῥᾳθυμίας· ὥστε εἰ θελήσουσι, πάντως δυνήσονται. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι· Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, ἐπειδὴ ᾔδει ὅτι πάντες ἠδύναντο εἶναι ὡς καὶ αὐτός· οὐδὲ γὰρ ἂν, εἴ γε ἀδύνατον ἦν, τοῦτο εἶπε. Θέλεις γενέσθαι ἐνάρετος; τῆς ἀρχῆς ἐπιλαβοῦ μόνον. Εἰπὲ δή μοι, ἐν ταῖς τέχναις ἁπάσαις, ὅταν θέλωμεν ἐν αὐταῖς γενέσθαι, ἀρκούμεθα τῷ θέλειν, ἢ καὶ ἁπτόμεθα τῶν πραγμάτων; Οἷόν τι λέγω· Βούλεταί τις γενέσθαι κυβερνήτης· οὐ λέγει, Θέλω, καὶ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ τοῦ πράγματος ἅπτεται. Θέλει γενέσθαι ἔμπορος· οὐ λέγει, Θέλω, μόνον, ἀλλὰ καὶ τοῦ πράγματος ἅπτεται. Ἀποδημῆσαι πάλιν θέλει, καὶ οὐ λέγει, θέλω, ἀλλὰ καὶ τοῦ πράγματος ἅπτεται. Εἶτα ἐν πᾶσιν οὐκ ἀρκεῖ τὸ θελῆσαι μόνον, ἀλλὰ καὶ τὸ ἔργον προσθεῖναι δεῖ· εἰς δὲ τὸν οὐρανὸν βουλόμενος ἀνελθεῖν, λέγεις, Θέλω, μόνον; Πῶς οὖν, φησὶν, ἔλεγες, ὅτι τὸ θέλειν ἀρκεῖ; Τὸ θέλειν μετὰ τῶν ἔργων, τὸ ἀντιλαμβανόμενον τοῦ πράγματος, τὸ πονέσαντα. Ἔχομεν γὰρ συνεργοῦντα καὶ συμπράττοντα τὸν Θεόν· μόνον ἑλώμεθα, μόνον ὡς ἔργῳ προσενεχθῶμεν τῷ πράγματι, μόνον μεριμνήσωμεν, μόνον, εἰς νοῦν βαλώμεθα, καὶ πάντα ἕπεται. Ἐὰν δὲ καθεύδωμεν, καὶ ῥέγχοντες προσδοκῶμεν εἰσιέναι εἰς τὸν οὐρανὸν, πότε δυνησόμεθα τὴν κληρονομίαν τῶν οὐρανῶν κατασχεῖν; Βουληθῶμεν οὖν, παρακαλῶ, βουληθῶμεν. Τί πάντα πρὸς τὸν παρόντα βίον ἐμπορευόμεθα, ὃν αὔριον ἀπολείψομεν; Ἑλώμεθα τοίνυν τὴν ἀρετὴν τὴν εἰς τὸν πάντα αἰῶνα ἡμῖν διαρκέσουσαν· ἐν ᾧ ἐσόμεθα διηνεκῶς, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσομεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
