# In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/3.1-16

Τί γὰρ ἔδει πολλῶν, εἰπέ μοι, τῆς μιᾶς ἀρκούσης, Ὥστε αἱ πολλαὶ καὶ τὸ ἀεὶ προσφέρεσθαι, τὸ μηδέποτε αὐτοὺς καθαίρεσθαι δεικνύουσιν. Ὥσπερ γὰρ φάρμακον, ὅταν ᾖ ἰσχυρὸν, καὶ ὑγείας ποιητικὸν, καὶ δυνατὸν πᾶσαν ἀπαλλάξαι τὴν νόσον, ἅπαξ ἐπιτεθὲν τὸ πᾶν ποιεῖ· ὅπερ ἐὰν ἅπαξ ἐπιτεθὲν τὸ πᾶν ἐργάσηται, δείκνυσιν αὑτοῦ τὴν ἰσχὺν τῷ μηκέτι ἐπιτίθεσθαι, καὶ τοῦτο αὐτοῦ ἐστιν ἔργον τὸ μηκέτι ἐπιτίθεσθαι· ἐὰν δὲ ἀεὶ ἐπιτιθῆται, δῆλον ὅτι τοῦ μηδὲν ἰσχυκέναι ἐστὶ σημεῖον· φαρμάκου γὰρ ἀρετὴ τὸ ἅπαξ ἐπιτεθῆναι, καὶ μὴ πολλάκις· οὕτω δὴ καὶ ἐνταῦθα· τί δήποτε γὰρ ταῖς αὐταῖς θυσίαις ἀεὶ θεραπεύονται; Εἰ γὰρ πάντων ἦσαν ἀπηλλαγμένοι τῶν ἁμαρτημάτων, οὐκ ἂν καθ' ἑκάστην ἡμέραν προσεφέροντο αἱ θυσίαι· καὶ γὰρ ἦσαν ὡρισμέναι, ὥστε ἀεὶ προσφέρεσθαι ὑπὲρ τοῦ λαοῦ παντὸς, καὶ ἐν ἑσπέρᾳ καὶ ἐν ἡμέρᾳ. Ὥστε κατηγορία ἁμαρτημάτων, καὶ οὐ λύσις ἁμαρτημάτων ἦν τὸ γινόμενον· κατηγορία ἀσθενείας, οὐκ ἰσχύος ἐπίδειξις. Ἐπειδὴ γὰρ ἡ πρώτη οὐδὲν ἴσχυεν, ἡ δευτέρα προσεφέρετο· καὶ ἐπειδὴ οὐδὲν αὕτη ἤνυεν, ἑτέρα πάλιν· ὥστε ἔλεγχος ἁμαρτημάτων ἦν. Τὸ μὲν οὖν προσφέρεσθαι ἔλεγχος ἁμαρτημάτων· τὸ δὲ ἀεὶ, ἔλεγχος ἀσθενείας. Ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον· ἅπαξ προσηνέχθη, καὶ εἰς τὸ ἀεὶ ἤρκεσε. Καὶ καλῶς εἶπεν ἐκεῖνα ἀντίτυπα· ἄρα τύπον ἔχει μόνον, οὐχὶ δὲ καὶ τὴν ἰσχύν· ὥσπερ ἐπὶ τῶν εἰκόνων τύπον ἔχει τοῦ ἀνθρώπου ἡ εἰκὼν, οὐχὶ τὴν ἰσχύν. Ὥστε τὸ ἀληθὲς καὶ ὁ τύπος κοινωνοῦσιν ἀλλήλοις· ὁ γὰρ τύπος ἴσος, ἡ δὲ ἰσχὺς οὐκέτι. Οὕτω δὴ καὶ ἐπὶ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τῆς σκηνῆς· ὁ μὲν γὰρ τύπος ἴσος ἦν, ἅγια γὰρ ἦν· ἡ δὲ δύναμις καὶ τὰ ἄλλα, οὐ τὰ αὐτά. Τί ἐστιν, Εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται; τί ἐστιν ἀθέτησις; Τουτέστι, καταφρόνησις· οὐκέτι γὰρ παῤῥησίαν ἔχει ἡ ἁμαρτία· ἠθέτηται γάρ. Πῶς; Ὀφείλουσα μὲν ἀπολαβεῖν κόλασιν, οὐκ ἀπολαβοῦσα δέ· τουτέστι, βίαν ἔπαθεν· ὅτε προσεδόκησε πάντας ἀνελεῖν, τότε ἀνῃρέθη. Διὰ τῆς θυσίας αὑτοῦ, φησὶ, πεφανέρωται· τουτέστιν, ἐφανερώθη τῷ Θεῷ καὶ προσῆλθε. Μὴ οὖν, ἐπειδὴ ὁ ἱερεὺς πολλάκις τοῦτο ἐποίει τοῦ ἐνιαυτοῦ, νομίσῃς ὅτι ἁπλῶς, καὶ οὐχὶ δι' ἀσθένειαν, τοῦτο ἐγίνετο· εἰ γὰρ μὴ δι' ἀσθένειαν, τί καὶ ἐγίνετο; μὴ ὄντων γὰρ τραυμάτων, οὐδὲ φαρμάκων λοιπὸν δεῖ τῷ ἐπιμελουμένῳ. Διὰ τοῦτο προσέταξε, φησὶν, ἀεὶ προσφέρεσθαι διὰ τὸ ἀσθενὲς, καὶ ὥστε ἀνάμνησιν ἁμαρτιῶν γίνεσθαι. Τί οὖν; ἡμεῖς καθ' ἑκάστην ἡμέραν οὐ προσφέρομεν; Προσφέρομεν μὲν, ἀλλ' ἀνάμνησιν ποιούμενοι τοῦ θανάτου αὐτοῦ· καὶ μία ἐστὶν αὕτη, καὶ οὐ πολλαί. Πῶς μία, καὶ οὐ πολλαί; Ἐπειδὴ ἅπαξ προσηνέχθη, ὥσπερ ἐκείνη ἡ εἰς τὰ Ἅγια τῶν ἁγίων. Τοῦτο ἐκείνης τύπος ἐστὶ, καὶ αὕτη ἐκείνης· τὸν γὰρ αὐτὸν ἀεὶ προσφέρομεν, οὐ νῦν μὲν ἕτερον πρόβατον, αὔριον δὲ ἕτερον, ἀλλ' ἀεὶ τὸ αὐτό· ὥστε μία ἐστὶν ἡ θυσία. Ἐπεὶ τῷ λόγῳ τούτῳ, ἐπειδὴ πολλαχοῦ προσφέρεται, καὶ πολλοὶ Χριστοί; ἀλλ' οὐδαμῶς, ἀλλ' εἷς πανταχοῦ ὁ Χριστὸς, καὶ ἐνταῦθα πλήρης ὢν, καὶ ἐκεῖ πλήρης, ἓν σῶμα. Ὥσπερ οὖν πολλαχοῦ προσφερόμενος ἓν σῶμά ἐστι, καὶ οὐ πολλὰ σώματα, οὕτω καὶ μία θυσία. Ὁ ἀρχιερεὺς ἡμῶν ἐκεῖνός ἐστιν ὁ τὴν θυσίαν τὴν καθαίρουσαν ἡμᾶς προσενεγκών. Ἐκείνην προσφέρομεν καὶ νῦν, τὴν τότε προσενεχθεῖσαν, τὴν ἀνάλωτον. Τοῦτο εἰς ἀνάμνησιν γίνεται τοῦ τότε γενομένου· Τοῦτο γὰρ ποιεῖτε, φησὶν, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Οὐκ ἄλλην θυσίαν, καθάπερ ὁ ἀρχιερεὺς τότε, ἀλλὰ τὴν αὐτὴν ἀεὶ ποιοῦμεν· μᾶλλον δὲ ἀνάμνησιν ἐργαζόμεθα θυσίας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
