Ancient Greek
Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-18
Not analysed yet
Οὐκ εἰκότως, εἰπέ μοι, εἰδωλολατρείαν τὴν πλεονεξίαν ἐκάλεσεν ὁ Παῦλος; Ὅσην γὰρ ἐκεῖνοι τιμὴν περὶ τὰ εἴδωλα ἐπιδείκνυνται, τοσαύτην καὶ οὗτοι περὶ τὰ ἱμάτια, περὶ τὰ χρυσία. Μέχρι τίνος βόρβορον ἀνακινοῦμεν; μέχρι τίνος τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλώμεθα; Ὥσπερ γὰρ ἐκεῖνοι τῷ τῶν Αἰγυπτίων βασιλεῖ ἔκαμνον, οὕτω καὶ ἡμεῖς τῷ διαβόλῳ κάμνομεν, καὶ μαστιζόμεθα πολὺ χαλεπωτέρας μάστιγας. Καὶ μή τινα ὑπερβολὴν καταγνῷς τοῦ λόγου· ὅσῳ γὰρ κρείττων σώματος ψυχὴ, τοσούτῳ φροντὶς μωλώπων μαστιζόμεθα καθ' ἑκάστην ἡμέραν, δεδοίκαμεν φροντίζοντες, τρέμοντες. Ἀλλ' ἐὰν θελήσωμεν στενάξαι, ἐὰν θελήσωμεν ἀναβλέψαι πρὸς τὸν Θεὸν, πέμπει ἡμῖν οὐ Μωϋσέα, οὐδὲ Ἀαρὼν, ἀλλὰ τὸν αὑτοῦ λόγον καὶ τὴν κατάνυξιν. Οὗτος τοίνυν ἐλθὼν, καὶ κατασχὼν ἡμῶν τὰς ψυχὰς, ἐλευθερώσει τῆς δουλείας τῆς πικρᾶς ἡμᾶς, ἐξάξει ἡμᾶς ἐξ Αἰγύπτου, τῆς ἀνονήτου καὶ ματαιοπόνου σπουδῆς, τῆς δουλείας τῆς οὐδὲν κέρδος ἐχούσης. Ἐκεῖνοι μὲν οὖν κἂν χρυσία λαβόντες ἐξῆλθον, τὸν μισθὸν τῆς οἰκοδομῆς· ἡμεῖς δὲ οὐδέν· καὶ εἴθε μηδέν· νῦν δὲ καὶ ἡμεῖς λαμβάνομεν οὐ χρυσία, ἀλλὰ τὰ Αἰγύπτου κακὰ, ἁμαρτήματα καὶ κολάσεις καὶ τιμωρίας. Μάθωμεν τοίνυν ὠφελεῖσθαι, μάθωμεν ἐπηρεάζεσθαι· τοῦτό ἐστι Χριστιανοῦ· καταφρονήσωμεν τῶν χρυσῶν ἱματίων, καταφρονήσωμεν τῶν χρημάτων, ἵνα μὴ καταφρονήσωμεν τῆς σωτηρίας τῆς ἡμετέρας· καταφρονήσωμεν χρημάτων, καὶ μὴ καταφρονήσωμεν τῆς ψυχῆς· αὕτη γάρ ἐστιν ἡ κολαζομένη, αὕτη ἐστὶν ἡ τιμωρουμένη· ἐκεῖνα ἐνταῦθα μένει, αὕτη δὲ ἄπεισιν ἐκεῖ. Τίνος ἕνεκεν, τίνος, εἰπέ μοι, κατακόπτεις σαυτὸν, καὶ οὐκ αἰσθάνῃ; Ταῦτα πρὸς τοὺς πλεονέκτας λέγω. Καλὸν δὲ καὶ πρὸς τοὺς πλεονεκτουμένους εἰπεῖν, φέρετε γενναίως τὰς πλεονεξίας· ἑαυτοὺς ἀναιροῦσιν ἐκεῖνοι, οὐχ ὑμᾶς. Ὑμᾶς μὲν ἀποστεροῦσι χρημάτων, ἑαυτοὺς δὲ γυμνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας· ὁ δὲ ἐκείνης γυμνωθεὶς, κἂν ἅπαντα περιβάληται τῆς οἰκουμένης τὸν πλοῦτον, πάντων ἐστὶ πενέστερος· ὡσπεροῦν καὶ ὁ πάντων πενέστερος, ἂν ταύτην ἔχῃ, πάντων ἐστὶν εὐπορώτερος· Κύριος γὰρ, φησὶ, ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰπὲ δή μοι, εἴ τινα εἶχες ἄνδρα μέγαν καὶ θαυμαστὸν, πάνυ σε φιλοῦντα καὶ κηδόμενον, εἶτα ἔγνως ὅτι διαπαντὸς ζήσεται, καὶ οὐ προτελευτήσεις αὐτοῦ, καὶ πάντα σοι παρέξει μετὰ ἀδείας τὰ αὑτοῦ, ὥστε σε ὡς τῶν σῶν ἀπολαύειν· ἆρα ἂν ἠθέλησας κτήσασθαί τι; ἆρα ἂν, εἰ πάντων ἐγυμνώθης, οὐχί σε πλουσιωτέραν ἐνόμιζες εἶναι διὰ τοῦτο; Τί δήποτε οὖν πενθεῖς; ὅτι χρήματα οὐκ ἔχεις; ἀλλ' ἐννόει ὅτι ἀφῃρέθης τῶν ἁμαρτημάτων τὴν ὑπόθεσιν. Ἀλλ' ὅτι οὐσίας ἀπεστερήθης; ἀλλ' ἐκτήσω τοῦ Θεοῦ τὴν εὔνοιαν. Καὶ πῶς ἐκτησάμην, φησίν; Εἶπε, Διὰ τί μὴ μᾶλλον ἀδικεῖσθε; εἶπεν ὅτι Ἐν παντὶ εὐχαριστεῖτε· εἶπεν ὅτι Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Ἐννόει τοίνυν ὅσης εὐνοίας ἀπολαύσεις, ταῦτα διὰ τῶν ἔργων ἐπιδειξαμένη. Ἓν γὰρ μόνον ζητεῖται παρ' ἡμῶν, τὸ ἐπὶ πᾶσιν εὐχαριστεῖν τῷ Θεῷ, καὶ πάντα ἔχομεν μετὰ δαψιλείας. Οἷόν τι λέγω· Ἀπώλεσας χρυσοῦ λίτρας μυρίας, εὐχαρίστησον εὐθέως τῷ Θεῷ, καὶ δέκα μυριάδας ἐκτήσω διὰ τῆς φωνῆς ἐκείνης καὶ τῆς εὐχαριστίας. Εἰπὲ γάρ μοι, πότε μακαρίζεις τὸν Ἰώβ; ὅτε εἶχε τοσαύτας καμήλους καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια, ἢ ὅτε ἐκείνην τὴν φωνὴν ἀφῆκεν, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο; Καὶ γὰρ ὁ διάβολος διὰ τοῦτο ἡμᾶς ζημιοῖ, οὐχ ἵνα τὰ χρήματα μόνον ἀφέληται· οἶδε γὰρ ὅτι οὐδέν ἐστιν· ἀλλ' ἵνα διὰ τούτων ἀναγκάσῃ εἰπεῖν τι βλάσφημον. Οὕτω καὶ ἐπὶ τοῦ μακαρίου Ἰὼβ τοῦτο ἐσπούδαζεν, οὐ πένητα αὐτὸν ποιῆσαι μόνον, ἀλλὰ βλάσφημον ἀποφῆναι. Ὅτε γοῦν πάντων αὐτὸν ἐγύμνωσεν, ὅρα τί φησι πρὸς αὐτὸν διὰ τῆς γυναικός· Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Καίτοι, ὦ μιαρὲ, πάντων αὐτὸν ἐγύμνωσας. Ἀλλ' οὐ τοῦτο ἐσπούδαζον, φησί· δι' ὃ γὰρ πάντα ἐποίησα, οὐδέπω ἤνυσα· ἐσπούδασα γὰρ αὐτὸν γυμνῶσαι τῆς τοῦ Θεοῦ βοηθείας· διὰ τοῦτο καὶ τῶν χρημάτων ἐγύμνωσα. Τοῦτό ἐστιν ὃ βούλομαι· ἐκεῖνο οὐδέν ἐστιν· ἂν τοῦτό μοι μὴ προσῇ, οὐ μόνον οὐδὲν ἠδικήθη, ἀλλὰ καὶ ὠφελήθη.