Ancient Greek
Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-2
Not analysed yet
Καὶ τούτων τῶν ὑποδειγμάτων μεστὴ μὲν ἡ Παλαιὰ, μεστὴ δὲ καὶ ἡ Καινή. Ὅταν γὰρ ἄγγελοι ποιμένας εὐαγγελίζωνται, ὅταν τὴν Μαριὰμ, ὅταν τὸν Ἰωσὴφ, ὅταν ἐπὶ τοῦ μνήματος καθέζωνται, ὅταν πέμπωνται εἰπεῖν τοῖς μαθηταῖς· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; ὅταν Πέτρον ἀπολύωσι τοῦ δεσμωτηρίου, ὅταν Φιλίππῳ διαλέγωνται, πῶς ἡμῖν οὐχ ὑπουργοῦσιν; Ἐννόησον τοίνυν τὴν τιμὴν, ὅση τυγχάνει, ὅταν ὡς πρὸς φίλους πέμπῃ διακόνους τοὺς ἀγγέλους ὁ Θεὸς, ὅταν Κορνηλίῳ ἄγγελος φαίνηται, ὅταν πάντας τοὺς ἀποστόλους ἀπὸ τοῦ δεσμωτηρίου ἄγγελος ἐκβάλλῃ, καὶ λέγῃ· Πορευθέντες στῆτε, καὶ λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ τὰ ῥήματα τῆς ζωῆς ταύτης. Τί τὰ ἄλλα λέγω; καὶ αὐτῷ Παύλῳ ἄγγελος φαίνεται. Ὁρᾷς αὐτοὺς διακονοῦντας ἡμῖν διὰ τὸν Θεὸν, καὶ εἰς τὰ μέγιστα διακονοῦντας; Διὰ τοῦτό φησιν ὁ Παῦλος· Πάντα ὑμῶν, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε κόσμος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα. Ἐπέμφθη μὲν οὖν καὶ ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς διάκονος, οὐδὲ ὡς λειτουργὸς, ἀλλ' ὡς Υἱὸς καὶ μονογενὴς, καὶ τὰ αὐτὰ τῷ Πατρὶ βουλόμενος. Μᾶλλον δὲ οὐδὲ ἐπέμφθη· οὐ γὰρ ἐκ τόπου εἰς τόπον μετέβη, ἀλλὰ σάρκα ἀνέλαβεν· οὗτοι δὲ τόπους ἀμείβουσι, καὶ τοὺς προτέρους ἀφέντες ἐν οἷς εἰσιν, οὕτως εἰς ἑτέρους ἔρχονται ἐν οἷς οὐκ ἦσαν. Καὶ τοῦτο δὲ πάλιν παραθαῤῥύνων αὐτοὺς λέγει· Τί δεδοίκατε; ἄγγελοι διακονοῦσιν ἡμῖν. Καὶ εἰπὼν περὶ τοῦ Υἱοῦ, καὶ τὰ κατὰ τὴν οἰκονομίαν, καὶ τὰ κατὰ τὴν δημιουργίαν, καὶ τὰ κατὰ τὴν βασιλείαν, καὶ τὸ ὁμότιμον δείξας, καὶ ὅτι ὡς Δεσπότης κρατεῖ, οὐχὶ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, λοιπὸν παρακαλεῖ αὐτοὺς, κατασκευάσας τὸν λόγον, ὥστε προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, καί φησι· Διὸ χρὴ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσιν. Ἐνταῦθα βουλόμενος εἰπεῖν, ὅτι δεῖ περισσοτέρως τοῦ νόμου προσέχειν, ἐσιώπησεν αὐτὸ, δῆλον δὲ ὅμως τοῦτο ποιεῖ ἐν τῇ κατασκευῇ, οὐκ ἐν συμβουλῇ οὐδὲ ἐν παρακλήσει· οὕτω γὰρ ἄμεινον ἦν. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος, φησὶν, ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν· πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, εἰς ἡμᾶς ὑπὸ τῶν ἀκουσάντων ἐβεβαιώθη. Διὰ τί περισσοτέρως ἡμᾶς δεῖ προσέχειν τοῖς ἀκουσθεῖσιν; οὐχὶ κἀκεῖνα Θεοῦ, καὶ ταῦτα; Ἢ τοίνυν περισσοτέρως τοῦ νόμου φησὶν, ἢ ὅτι μεγάλως· οὐχὶ συγκρίνων, μὴ γένοιτο. Ἐπειδὴ γὰρ ὑπὸ τοῦ χρόνου τοῦ πολλοῦ μεγάλην εἶχον περὶ τῆς Παλαιᾶς ὑπόληψιν, ταῦτα δὲ ὡς νέα ἔτι καταπεφρόνητο, δείκνυσιν ἐκ περιουσίας, ὅτι τούτοις δεῖ μᾶλλον προσέχειν. Πῶς; Μονονουχὶ λέγων, ὅτι τοῦ Θεοῦ μὲν καὶ ταῦτα κἀκεῖνα, ἀλλ' οὐχ ὁμοίως. Καὶ τοῦτο ἡμῖν ὕστερον δείκνυσι· τέως δὲ ἐπιπολαιότερον αὐτὸ κατασκευάζει, ὕστερον δὲ φανερώτερον, λέγων· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος· καὶ πάλιν, Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ· καὶ πολλὰ ἕτερα τοιαῦτα. Ἀλλ' οὔπω τολμᾷ τοιοῦτον οὐδὲν εἰπεῖν ἐν προοιμίοις, ἕως ἂν προκαταλάβῃ καὶ κατάσχῃ ταῖς πλείοσι προκατασκευαῖς τὸν ἀκροατήν. Διὰ τί τοίνυν δεῖ περισσοτέρως ἡμᾶς προσέχειν, εἰπέ, Μήποτε, φησὶ, παραῤῥυῶμεν. Τουτέστι, μὴ ἀπολώμεθα, μὴ ἐκπέσωμεν. Καὶ δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, ὅτι δύσκολον τὸ παραῤῥυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥᾳθυμίας τοῦτο συνέβη. Ἔλαβε δὲ τὴν λέξιν ἀπὸ τῶν Παροιμιῶν· Υἱὲ γὰρ, φησὶ, μὴ παραῤῥυῇς· καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δεικνὺς, καὶ τὸ χαλεπὸν τῆς ἀπωλείας· τουτέστιν, οὐκ ἀκίνδυνος ἡμῖν ἡ παρακοή. Καὶ δι' ὧν μὲν κατασκευάζει δείκνυσιν ὅτι μείζων ἡ κόλασις. Ἀφίησι δὲ πάλιν αὐτὴν ἐν τῇ περιζητήσει, καὶ οὐκ ἐν τῷ συμπεράσματι. Καὶ γὰρ τοῦτό ἐστιν ἀνεπαχθῆ τὸν λόγον ποιεῖν, μὴ ἀφ' ἑαυτοῦ πανταχοῦ τὴν κρίσιν ἐπάγοντα ἀποφαίνεσθαι, ἀλλὰ κύριον ἀφιέναι τὸν ἀκροατὴν, ἵνα αὐτὸς ἐνέγκῃ τὴν ψῆφον· ὅπερ καὶ εὐγνωμονεστέρους ἐποίει γενέσθαι. Ποιεῖ δὲ αὐτὸ καὶ ἐν τῇ Παλαιᾷ ὁ προφήτης Νάθαν, καὶ ἐν τῷ Ματθαίῳ ὁ Χριστὸς λέγων· Τί ποιήσει τοῖς γεωργοῖς τοῦ ἀμπελῶνος ἐκείνου; καὶ αὐτοὺς ἀναγκάζων τὴν ψῆφον ἐξενεγκεῖν· τοῦτο γὰρ ἡ μεγίστη νίκη. Εἶτα εἰπών· Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, οὐκ ἐπήγαγε, πολλῷ μᾶλλον ὁ διὰ τοῦ Χριστοῦ· ἀλλὰ τοῦτο μὲν εἴασεν, εἶπε δὲ τὸ ἔλαττον, Πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; Καὶ ὅρα πῶς ποιεῖται τὴν σύγκρισιν. Εἰ γὰρ ὁ δι' ἀγγέλων λόγος λαληθεὶς, φησίν. Ἐκεῖ, Δι' ἀγγέλων, ἐνταῦθα δὲ, Διὰ τοῦ Κυρίου· κἀκεῖ μὲν λόγος, ἐνταῦθα δὲ σωτηρία. Εἶτα, ἵνα μὴ εἴπῃ τις, τί δαί; ἃ σὺ λέγεις, ὦ Παῦλε, ταῦτα τοῦ Χριστοῦ ἐστι; προλαμβάνει, καὶ ἀποδείκνυσι τὸ ἀξιόπιστον ἔχοντα. Τῷ τε παρ' ἐκείνου γὰρ ἀκηκοέναι αὐτὰ τὸ ἀξιόπιστον δείκνυσι, καὶ τῷ νῦν ὑπὸ τοῦ Θεοῦ αὐτὰ λέγεσθαι, οὐχ ἁπλῶς φωνῆς φερομένης, καθάπερ ἐπὶ Μωϋσέως, ἀλλὰ σημείων γινομένων, καὶ πραγμάτων μαρτυρούντων.