Ancient Greek
Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι τοῦ Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-20
Not analysed yet
Ἐπεὶ οὖν ἔχομεν μισθαποδότην, πάντα πράττωμεν, ὥστε μὴ ἀποστερηθῆναι τῶν μισθῶν τῶν ἐπὶ τῇ ἀρετῇ· καὶ γὰρ πολλῶν δακρύων ἄξιον τοιαύτης ἀμοιβῆς ὑπεριδεῖν, τοιαύτης ἀντιδόσεως καταφρονῆσαι. Ὥσπερ γὰρ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται, οὕτω τοῖς μὴ ζητοῦσι τὸ ἐναντίον· Ζητεῖτε, καὶ εὑρήσετε, φησί. Πῶς δὲ ἔστι τὸν Κύριον εὑρεῖν; Ἐννόησον πῶς εὑρίσκεται τὸ χρυσίον, μετὰ πολλοῦ πόνου. Ταῖς χερσί μου, φησὶ, νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Τουτέστιν, ὥσπερ τὸ ἀπολωλὸς ζητοῦμεν, οὕτω τὸν Θεὸν ζητήσωμεν. Οὐχὶ τὸν νοῦν ἐκεῖ συστρέφομεν; οὐχὶ πάντας ἐξετάζομεν; οὐχὶ ἀποδημίαν ποιούμεθα; οὐχὶ χρήματα ἐπαγγελλόμεθα; Οἶον, ἔστω τις ἡμῖν υἱὸς ἀπολωλώς· τί οὐ πράττομεν; ποίαν γῆν, ποίαν θάλατταν οὐ περινοστοῦμεν; οὐχὶ καὶ χρήματα, καὶ οἰκίας, καὶ πάντα δεύτερα τιθέμεθα τῆς εὑρέσεως; κἂν εὕρωμεν, κατέχομεν, ἐπισφίγγομεν, οὐκ ἐγκαταλιμπάνομεν. Καὶ μέλλοντες ζητεῖν, πάντα πραγματευόμεθα, ὥστε εὑρεῖν τὸ ζητούμενον· πόσῳ δὲ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο χρὴ ποιεῖν, ὥσπερ τι τῶν ἀναγκαίων ζητοῦντας; μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον. Πλὴν ἀλλ' ἐπειδὴ ἀσθενεῖς ἐσμεν, κἂν ὡς τὰ χρήματά σου ζητεῖς, ἢ τὸν υἱὸν, ζήτησον τὸν Θεόν. Οὐχὶ ἀποδημεῖς ὑπὲρ τούτου; ἆρα οὐκ ἀπεδήμησάς ποτε ὑπὲρ χρημάτων; οὐχὶ πάντα περιεργάζῃ; οὐχ ὅταν εὕρῃς, τότε θαῤῥεῖς; Ζητεῖτε, φησὶ, καὶ εὑρήσετε. Τὰ γὰρ ζητούμενα πολλῆς δεῖται μερίμνης, καὶ μάλιστα ἐπὶ Θεοῦ· πολλὰ γὰρ τὰ κωλύματα, πολλὰ τὰ ἐπισκοτοῦντα, πολλὰ τὰ εἴργοντα ἡμῶν τὴν αἴσθησιν. Ὥσπερ γὰρ ὁ ἥλιός ἐστι δῆλος, καὶ εἰς μέσον πᾶσι πρόκειται, καὶ οὐ δεόμεθα τοῦ ζητεῖν αὐτόν· ἂν μέντοι κατορύξωμεν ἑαυτοὺς, κἂν πάντα περιστρέφωμεν, πολλοῦ δεόμεθα πόνου, ὥστε ἰδεῖν πρὸς τὸν ἥλιον· οὕτω δὴ καὶ ἐνταῦθα, ἐὰν ἐν τῷ βυθῷ τῶν ἐπιθυμιῶν τῶν πονηρῶν, ἐὰν ἐν τῷ σκότῳ τῶν παθῶν καὶ τῶν βιωτικῶν πραγμάτων κατορύττωμεν ἑαυτοὺς, μόλις διαβλέπομεν, μόλις ἀνακύπτομεν. Ὁ κάτω κατορωρυγμένος, ὅσῳ ἂν ἄνω βλέπῃ, τοσούτῳ πρὸς τὸν ἥλιον ἔρχεται. Ἀποτιναξώμεθα τοίνυν τὸν χοῦν, ἀναῤῥήξωμεν τὴν ἐπικειμένην ἡμῖν ἀχλύν· πυκνή τίς ἐστι καὶ στεγανὴ, καὶ οὐκ ἀφίησιν ἡμᾶς ἀναβλέψαι. Καὶ πῶς διαῤῥήγνυται, φησὶν, ἡ νεφέλη αὕτη; Ἐὰν ἐπισπασώμεθα τοῦ νοητοῦ ἡλίου τὰς ἀκτῖνας, τοῦ ἡλίου τῆς δικαιοσύνης, ἐὰν τὰς χεῖρας εἰς τὸν οὐρανὸν αἴρωμεν· Ἔπαρσις, φησὶ, τῶν χειρῶν μου θυσία ἑσπερινή· ἐὰν μετὰ τῶν χειρῶν καὶ τὸν νοῦν ἀναλάβωμεν. Ἴστε οἱ μεμυημένοι τί λέγω· τάχα δὲ καὶ ἐπιγινώσκετε τὸ λεχθὲν, καὶ συνορᾶτε ὅπερ ᾐνιξάμην. Ἐπάρωμεν εἰς ὕψος τὴν διάνοιαν. Οἶδα πολλοὺς ἄνδρας ἐγὼ, σχεδὸν κρεμαμένους ἀπὸ τῆς γῆς, καὶ πέρα τοῦ μέτρου τὰς χεῖρας ἀνατείνοντας, καὶ ἀθυμοῦντας ὅτι μὴ δυνατὸν μετεωρισθῆναι, καὶ οὕτως εὐχομένους μετὰ προθυμίας. Οὕτως ὑμᾶς εἶναι βούλομαι ἀεί· εἰ δὲ μὴ ἀεὶ, κἂν πλεονάκις· εἰ δὲ μὴ πλεονάκις, κἂν ὀλιγάκις, κἂν ἐν ταῖς ἑωθιναῖς, κἂν ἐν ταῖς ἑσπεριναῖς. Εἰπὲ γάρ μοι, ἐκτείνειν τὰς χεῖρας οὐ δύνῃ; ἔκτεινον τὴν προαίρεσιν ὅσον θέλεις· ταύτην ἔκτεινον κἂν εἰς αὐτὸν τὸν οὐρανόν· κἂν αὐτῆς βουληθῇς τῆς κορυφῆς ἅψασθαι, κἂν ἀνωτέρω ἀνελθὼν ἐμπεριπατῆσαι, ἔξεστί σοι· παντὸς γὰρ πτεροῦ καὶ κουφότερος καὶ ὑψηλότερος ὁ ἡμέτερος νοῦς. Ὅταν δὲ καὶ τὴν παρὰ τοῦ Πνεύματος λάβῃ χάριν, βαβαὶ, πῶς ἐστι ταχὺς, πῶς ὀξὺς, πῶς πάντα περινοστεῖ, πῶς οὐ καταφέρεται οὐδὲ καταπίπτει πρὸς τὸ ἔδαφος. Ταῦτα κατασκευάσωμεν ἡμῖν τὰ πτερὰ, διὰ τούτων καὶ τὸ πέλαγος διαπτῆναι δυνησόμεθα τοῦ κλύδωνος τοῦ παρόντος βίου. Τὰ ὀξύτατα τῶν ὀρνίθων, καὶ ὄρη, καὶ νάπας, καὶ πελάγη, καὶ σκοπέλους ἐν βραχείᾳ καιροῦ ῥοπῇ διίπταται ἀσινῆ. Τοιοῦτός ἐστι καὶ ὁ νοῦς· ὅταν πτερωθῇ, ὅταν τῶν βιωτικῶν ἀποστῇ, οὐδὲν αὐτοῦ ἐπιλαβέσθαι δύναται, πάντων ἐστὶν ἀνώτερος, καὶ τῶν βελῶν τῶν πεπυρωμένων τοῦ διαβόλου. Οὐκ ἔστιν οὕτως εὔστοχος ὁ διάβολος, ὡς δυνηθῆναι τοῦ ὕψους ἐφικέσθαι, ἀλλὰ τί; ἀφίησι μὲν τὰ βέλη· ἀναίσχυντος γάρ ἐστιν· οὐκ ἐπιτυγχάνει δὲ, ἀλλ' ὑποστρέφει πρὸς αὐτὸν κενὸν τὸ βέλος, καὶ οὐ μόνον κενὸν, ἀλλὰ καὶ εἰς τὴν αὐτοῦ κεφαλήν· δεῖ γὰρ πάντως πλῆξαι τὸ παρ' αὐτοῦ πεμπόμενον. Ὥσπερ οὖν τὸ παρὰ ἀνθρώπων βληθὲν, ἢ τὸ καθ' οὗ πέμπεται βάλλει, ἢ ὄρνεον, ἢ τοῖχον, ἢ ἱμάτιον, ἢ ξύλον, ἢ αὐτὸν τὸν ἀέρα διατέμνει· οὕτω καὶ τὸ τοῦ διαβόλου βέλος, δεῖ μὲν πλῆξαι πάντως, ἂν δὲ τὸν βαλλόμενον μὴ πλήξῃ, πάντως τὸν πέμποντα ἔπληξε. Καὶ ἔστι πολλαχόθεν τοῦτο μαθεῖν, ὅτι, ὅταν ἡμεῖς μὴ πληγῶμεν, πάντως ἐκεῖνος πλήττεται· οἷόν τι λέγω, Ἐπεβούλευσε τῷ Ἰὼβ, οὐκ ἔπληξεν αὐτὸν, ἀλλ' ἐπλήγη αὐτός· ἐπεβούλευσε τῷ Παύλῳ, οὐκ ἔπληξεν αὐτὸν, ἀλλ' ἐπλήγη αὐτός. Καὶ πανταχοῦ τοῦτο ἔστιν, ἐὰν νήφωμεν, ἰδεῖν γινόμενον. Καὶ ὅταν μὲν γὰρ πλήξῃ, πλήττεται· πολλῷ δὲ πλέον, ὅτε κατ' ἐκείνου τοῖς ξίφεσι καὶ τῷ θυρεῷ τῆς πίστεως καθοπλίσαντες καὶ τειχίσαντες ἑαυτοὺς, ἐν ἀσφαλείᾳ διατηρῶμεν, ὥστε ἀνάλωτοι γίνεσθαι. Βέλος δέ ἐστι τοῦ διαβόλου ἐπιθυμία πονηρά. Ὀργὴ μάλιστα· πῦρ ἐστι, φλόξ ἐστι, συναρπάζει, ἀναιρεῖ, κατακαίει· ἀλλ' ἡμεῖς τῇ μακροθυμίᾳ τῇ ἀνοχῇ αὐτὴν σβέσωμεν. Καθάπερ γὰρ πεπυρωμένος σίδηρος εἰς ὕδωρ βαφεὶς, τὸ πῦρ ἀπόλλυσιν· οὕτως ὀργὴ εἰς τὸν μακρόθυμον ἐμπεσοῦσα, οὐδὲν τὸν μακρόθυμον ἔβλαψεν, ἀλλὰ μᾶλλον ὠφέλησε, καὶ αὐτὸς διεκρατήθη πλέον. Οὐδὲν γὰρ μακροθυμίας ἴσον· οὐδέποτε ὑβρίζεται ὁ τοιοῦτος· ἀλλ' ὥσπερ τὰ ἀδαμάντινα σώματα οὐ πλήττεται, οὕτως οὐδὲ αἱ τοιαῦται ψυχαί· ἀνώτεραι γὰρ τῶν βελῶν εἰσιν. Ὑψηλός ἐστι, καὶ οὕτως ὑψηλὸς ὁ μακρόθυμος, ὡς μὴ δέχεσθαι πληγὴν ἀπὸ τῆς βολῆς. Ὅταν ἀγριαίνῃ, σὺ γέλα· γέλα δὲ μὴ φανερῶς, ὥστε μὴ παροξῦναι, ἀλλὰ γέλα κατὰ ψυχὴν αὑτοῦ ἕνεκεν. Καὶ γὰρ ἐπὶ τῶν παίδων, ὅταν πλήττωσιν ἡμᾶς μετὰ θυμοῦ, ὡς δὴ ἀμυνόμενοι, γελῶμεν. Ἂν τοίνυν γελάσῃς, τοσοῦτον ἔσται σοῦ κἀκείνου τὸ μέσον, ὅσον παιδὸς καὶ ἀνδρός· ἂν δὲ ἀγριάνῃς, γέγονας παῖς· παίδων γὰρ ἀνοητότεροι οἱ ὀργιζόμενοι. Εἰπὲ δή μοι, ἂν ἀπίδῃ τις πρὸς παῖδα ἀγριαίνοντα, οὐχὶ καταγελᾷ; Τοῦτο καὶ ἐπὶ τῶν ὀργιζομένων συμβαῖνον ἔστιν ἰδεῖν· οἱ τοιοῦτοι καὶ ὀλιγόψυχοι, εἰ δὲ ὀλιγόψυχοι, καὶ ἄφρονες· Ὁ δὲ ὀλιγόψυχος, φησὶν, ἰσχυρῶς ἄφρων. Ὁ τοίνυν ἄφρων νήπιός ἐστι. Καὶ ὁ μακρόθυμος, φησὶ, πολὺς ἐν φρονήσει. Ταύτην τοίνυν τὴν μακροθυμίαν μεταδιώκωμεν, ὅθεν πολλὴ τοῖς κατορθοῦσι σύνεσις περιγίνεται· ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.