# In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-22

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου. Διὰ τοῦτο οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/3.1-22

Γενώμεθα τοίνυν ξένοι κἂν νῦν καὶ ἡμεῖς, ἵνα μὴ ἐπαισχυνθῇ ἡμᾶς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι ἡμῶν. Αἰσχύνη γὰρ αὐτῷ, ὅταν ἀνδρῶν πονηρῶν καλῆται Θεὸς, καὶ ἐπαισχύνεται αὐτοὺς καὶ αὐτὸς, ὡσπεροῦν δοξάζεται, ὅταν ἀγαθῶν ᾖ καὶ χρηστῶν καὶ ἀσκούντων ἀρετήν. Εἰ γὰρ ἡμεῖς παραιτούμεθα καλεῖσθαι δεσπόται πονηρῶν ἡμῶν δούλων, καὶ ἀφίεμεν αὐτούς· κἂν εἴπῃ τις προσελθὼν, Ὁ δεῖνα μυρία ἐργάζεται κακὰ, ἆρα σὸς δοῦλός ἐστιν; εὐθέως φαμὲν, ὅτι οὐδαμῶς, ἀποτριβόμενοι τὸ ὄνειδος· σχέσις γάρ ἐστι τῷ δούλῳ πρὸς τὸν δεσπότην, καὶ διαβαίνει ἡ ἀδοξία καὶ εἰς τοῦτον ἀπ' ἐκείνου· πολλῷ μᾶλλον ὁ Θεός. Ἀλλ' ἐκεῖνοι οὕτως ἦσαν λαμπροὶ, οὕτω παῤῥησίας μεστοὶ, ὡς μὴ μόνον αὐτὸν μὴ ἐπαισχύνεσθαι παρ' ἐκείνων καλούμενον, ἀλλὰ καὶ ἑαυτὸν λέγειν, ὅτι Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Γενώμεθα καὶ ἡμεῖς, ἀγαπητοὶ, ξένοι, ἵνα μὴ ἐπαισχυνθῇ ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἐπαισχυνθῇ, καὶ τῇ γεέννῃ παραδῷ. Τοιοῦτοι ἦσαν ἐκεῖνοι οἱ λέγοντες, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Ἀλλ' ὁρᾶτε τί φθέγγεται πρὸς αὐτοὺς ὁ Χριστός· Οὐκ οἶδα ὑμᾶς· ὅπερ ἂν ποιήσειαν δεσπόται οἰκετῶν πονηρῶν προστρεχόντων αὐτοῖς, βουλόμενοι τὸ ὄνειδος ἀποτρίψασθαι. Οὐκ οἶδα ὑμᾶς, φησί. Πῶς οὖν κολάζεις, οὓς οὐκ οἶδας; Οὐκ οἶδα, ἑτέρως εἶπον, τουτέστι, Ἀρνοῦμαι ὑμᾶς καὶ παραιτοῦμαι. Ἀλλὰ μὴ γένοιτο ταύτην ἡμᾶς ἀκοῦσαι τὴν φωνὴν τὴν ὀλεθρίαν καὶ φρικώδη. Εἰ γὰρ οἱ δαίμονας ἐκβαλόντες, καὶ προφητείας ἐργασάμενοι, ἐπειδὴ βίον οὐκ ἔσχον συμβαίνοντα τοῖς λόγοις, ἠρνήθησαν· πόσῳ μᾶλλον ἡμεῖς; Καὶ πῶς, φησὶν, ἔνι προφητείας ἐπιδειξαμένους, καὶ σημεῖα πεποιηκότας, καὶ δαιμόνια ἐκβαλόντας, ἀρνηθῆναι; Εἰκὸς αὐτοὺς ὕστερον μεταβεβλῆσθαι, καὶ γεγενῆσθαι πονηρούς· ὅθεν οὐδὲν ἀπώναντο οὐδὲ τῆς προτέρας ἀρετῆς. Οὐ γὰρ τὰ προοίμια δεῖ μόνον ἔχειν λαμπρὰ, ἀλλὰ καὶ τὸ τέλος λαμπρότερον. Εἰπὲ γάρ μοι, ὁ ῥήτωρ οὐχὶ τὰ ἐν τῷ τέλει τοῦ λόγου σπουδάζει ποιεῖν λαμπρὰ, ὥστε μετὰ κρότων ἀναχωρεῖν; ὁ δὲ λειτουργῶν πόλει, οὐχὶ τὰ ἐπ' ἐξόδῳ τῆς λειτουργίας λαμπρότερα ἐπιδείκνυται; Ὁ ἀθλητὴς ἐὰν μὴ ἐκεῖνα δείξῃ λαμπρότερα, καὶ μέχρι τέλους νικήσῃ, κἂν πάντας νικήσας νικηθῇ ὑπὸ τοῦ τελευταίου, οὐχὶ πάντα αὐτῷ ἀνόνητα; ὁ κυβερνήτης ἂν ἅπαν τὸ πέλαγος διαβαλὼν, πρὸς τῷ λιμένι καταῤῥάξῃ τὸ σκάφος, οὐχὶ πάντα ἀπώλεσε τὸν ἔμπροσθεν πόνον; Τί δὲ ὁ ἰατρός; Ἐὰν ἀπαλλάξας τῆς νόσου τὸν κάμνοντα, ὅταν μέλλῃ τέλεον ἀπαλλάττειν, τότε διαφθείρῃ, οὐχὶ τὸ πᾶν διέφθειρεν; Οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς, ὅσοι μὴ τῇ ἀρχῇ ἀκόλουθον τὸ τέλος ἐπέθηκαν καὶ σύμφωνον καὶ συνῳδὸν, ἀπώλοντο καὶ διεφθάρησαν. Τοιοῦτοί εἰσιν οἱ ἀπὸ μὲν τῶν βαλβίδων αὐτῶν λαμπροὶ καὶ γαῦροι προπηδήσαντες, μετὰ ταῦτα δὲ ἐκλυθέντες, καὶ χαῦνοι γενόμενοι· διὸ καὶ τοῦ βραβείου ἀπεστερήθησαν, καὶ παρὰ τοῦ Δεσπότου οὐκ ἐπεγνώσθησαν. Ἀκούσωμεν ταῦτα οἱ χρημάτων ἐρῶντες· ἡ γὰρ μεγίστη ἀνομία αὕτη τυγχάνει· Ῥίζα γάρ ἐστι πάντων, φησὶ, τῶν κακῶν ἡ φιλαργυρία. Ἀκούσωμεν οἱ βουλόμενοι μείζονα τὴν ὑπάρχουσαν οὐσίαν ποιεῖν· ἀκούσωμεν, καὶ παυσώμεθα τῆς πλεονεξίας ποτὲ, ἵνα μὴ ταῦτα ἀκούσωμεν ἅπερ κἀκεῖνοι. Νῦν αὐτὰ ἀκούσωμεν καὶ φυλαξώμεθα, ἵνα μὴ τότε ἀκούσωμεν· νῦν ἀκούσωμεν μετὰ φόβου, ἵνα μὴ τότε ἀκούσωμεν μετὰ τιμωρίας, Ἀπέλθετε ἀπ' ἐμοῦ, φησὶν, οὐδέποτε ἔγνων ὑμᾶς, οὐδὲ τότε, φησὶν, ὅτε τὰς προφητείας ἐπεδείκνυσθε, καὶ τοὺς δαίμονας ἐξεβάλλετε. Εἰκὸς αὐτὸν ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεσθαι, ὅτι καὶ τότε βίου ἦσαν πονηροῦ· παρὰ δὲ τὴν ἀρχὴν καὶ δι' ἀναξίων ἐνήργει ἡ χάρις. Εἰ γὰρ καὶ διὰ Βαλαὰμ ἐνήργησε, πολλῷ μᾶλλον δι' ἀναξίων, καὶ τοῦτο διὰ τοὺς μέλλοντας κερδαίνειν. Εἰ δὲ καὶ σημεῖα καὶ τέρατα οὐκ ἴσχυσε κολάσεως ἀπαλλάξαι, πολλῷ μᾶλλον, κἂν ἐν ἀξιώματι ἱερατικῷ τις ὢν τυγχάνῃ, κἂν εἰς τὴν ἀνωτάτω τιμὴν φθάσῃ, κἂν εἰς τὴν χειροτονίαν ἐνεργήσῃ ἡ χάρις, κἂν εἰς τὰ ἄλλα πάντα διὰ τοὺς τῆς προστασίας δεομένους, ἀκούσεται καὶ αὐτὸς, Οὐδέποτέ σε ἔγνων, οὐδὲ τότε, ὅτε ἐνήργησεν ἐν σοὶ ἡ χάρις. Βαβαὶ, πόση τῆς τοῦ βίου καθαρότητος ἡ ζήτησις ἐκεῖ. πῶς αὐτὴ καὶ καθ' ἑαυτὴν ἀρκεῖ εἰς τὴν βασιλείαν ἡμᾶς εἰσαγαγεῖν. πῶς δὲ ἀποῦσα προδίδωσι τὸν ἄνδρα, κἂν μυρία ἔχῃ τέρατα καὶ σημεῖα ἐπιδείκνυσθαι. Οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς πολιτεία ἀρίστη. Ἐὰν ἀγαπᾶτέ με, φησὶν, οὐκ εἶπε, Σημεῖα ποιήσατε, ἀλλὰ τί; Τὰς ἐντολάς μου τηρήσατε. Καὶ πάλιν· Φίλους ὑμᾶς λέγω, οὐχ ὅταν δαιμόνια ἐκβάλητε, ἀλλ' Ἐὰν τηρήσητε τοὺς λόγους τοὺς ἐμούς. Ἐκεῖνα μὲν γὰρ τῆς τοῦ Θεοῦ δωρεᾶς ἐστι· ταῦτα δὲ μετὰ τὴν τοῦ Θεοῦ δωρεὰν καὶ τῆς ἡμετέρας σπουδῆς. Σπουδάσωμεν γενέσθαι φίλοι τοῦ Θεοῦ, καὶ μὴ μένωμεν ἐχθροί. Ἀεὶ ταῦτα λέγομεν, ἀεὶ ταῦτα παραινοῦμεν καὶ ἡμῖν αὐτοῖς καὶ ὑμῖν, πλέον δὲ οὐδὲν γίνεται· διὸ καὶ δέδοικα. Καὶ ἐβουλόμην μὲν σιγῆσαι, ὥστε μὴ τὸν κίνδυνον ὑμῖν αὐξῆσαι· τὸ γὰρ πολλάκις ἀκούοντα μηδὲ οὕτω ποιεῖν, παροξῦναι τὸν Δεσπότην ἐστίν· ἀλλὰ δέδοικα καὶ αὐτὸς τὸν ἕτερον κίνδυνον τὸν τῆς σιγῆς, εἴ γε εἰς λόγου διακονίαν τεταγμένος, μέλλοιμι σιγᾷν. Τί οὖν ποιήσομεν, φησὶν, ἵνα σωθῶμεν; Ἀρξώμεθα τῆς ἀρετῆς, ἕως καιρὸν ἔχομεν· διανείμωμεν ἑαυτοῖς τὰς ἀρετὰς, καθάπερ τὴν γεωργίαν οἱ γηπόνοι· ἐν τῷ μηνὶ τούτῳ κρατήσωμεν λοιδορίας, ὕβρεως, ὀργῆς ἀδίκου, καὶ θῶμεν ἑαυτοῖς νόμον, καὶ εἴπωμεν, Σήμερον τόδε κατορθώσωμεν· καὶ ἐν τῷ μηνὶ τῷ ἄλλῳ τὴν ἀνεξικακίαν ἑαυτοὺς παιδεύσωμεν, καὶ ἐν ἑτέρῳ ἄλλην ἀρετήν· καὶ ὅταν ἐν ἕξει ταύτης γενώμεθα τῆς ἀρετῆς, ἐφ' ἑτέραν ἔλθωμεν, καθάπερ ἐπὶ τῶν μαθημάτων, τά τε ἤδη κτηθέντα φυλάττοντες, καὶ ἕτερα προσλαμβάνοντες. Μετ' ἐκείνην ἔλθωμεν ἐπὶ τὴν τῶν χρημάτων ὑπεροψίαν· πρῶτον κατάσχωμεν τὰς χεῖρας ἀπὸ πλεονεξίας, καὶ τότε ποιήσωμεν ἐλεημοσύνην· μὴ πάντα ἁπλῶς συγχέωμεν, ταῖς αὐταῖς χερσὶ καὶ ἁρπάζοντες, καὶ ἐλεοῦντες δῆθεν· μετὰ τοῦτο ἐπ' ἄλλην ἀρετὴν, καὶ μετ' ἐκείνην ἐπ' ἄλλην. Αἰσχρότης, φησὶ, καὶ μωρολογία καὶ εὐτραπελία μηδὲ ὀνομαζέσθω παρ' ὑμῖν. Ταῦτα τέως κατορθώσωμεν. Οὐκ ἔστι χρεία δαπάνης, οὐκ ἔστι πόνων, οὐκ ἔστιν ἱδρώτων· ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα ἤνυσται. Οὐ δεῖ μακρὰν ὁδὸν βαδίσαι, οὐδὲ πέλαγος διαβαλεῖν ἄπειρον, ἀλλὰ σπουδάσαι καὶ προθυμηθῆναι, καὶ χαλινὸν ἐπιθεῖναι τῇ γλώττῃ πρὸς τὰς ὕβρεις τὰς ἀκαίρους. Τὰς ὀργὰς, τὰς ἐπιθυμίας τὰς ἀτόπους, τὴν τρυφὴν, τὴν πολυτέλειαν ἐκβάλωμεν, τὴν ἐπιθυμίαν τῶν χρημάτων, ἀπὸ τῆς ψυχῆς τῆς ἡμετέρας, τὰς ἐπιορκίας, τοὺς ὅρκους τοὺς συνεχεῖς. Ἂν οὕτως ἑαυτοὺς γεωργῶμεν, τὰς πρότερον ἀκάνθας ἐκτίλλοντες, καὶ τὸν οὐράνιον σπόρον ἐμβάλλοντες, δυνησόμεθα τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν. Ἥξει γὰρ ὁ γεωργὸς, καὶ ἀποθήσεται ἡμᾶς εἰς τὴν ἀποθήκην, καὶ ἐπιτευξόμεθα πάντων τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
