Ancient Greek
Πίστει καὶ περὶ μελλόντων ηὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ ηὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πίστει Ἰωσὴφ τελευτῶν, περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστῶν αὐτοῦ ἐνετείλατο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-24
Not analysed yet
Καὶ βλέπε τί θαυμαστῶς αὐτὸ τέθεικεν ὁ Παῦλος. Οὐκ εἶπε, Μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν οὐρανὸν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς· ἀλλὰ τί; Τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Τὸ γὰρ διὰ Χριστὸν ὀνειδίζεσθαι βέλτιον ἡγήσατο τοῦ ἀνίεσθαι· οὕτω καὶ τοῦτο αὐτὸ καθ' ἑαυτὸ μισθὸς ἦν. Μᾶλλον ἑλόμενος, φησὶ, συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ. Ὑμεῖς μὲν γὰρ ὑπὲρ ὑμῶν αὐτῶν πάσχετε, ἐκεῖνος δὲ ὑπὲρ ἄλλων εἵλετο· καὶ ἑκὼν ἑαυτὸν ἔῤῥιψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῷ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν. Ἢ πρόσκαιρον ἔχειν, φησὶ, ἁμαρτίας ἀπόλαυσιν. Ἁμαρτίαν εἶπε τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακουχεῖσθαι· τοῦτο ἁμαρτίαν, φησὶν, ἐνόμισεν. Εἰ τοίνυν ἐκεῖνος τὸ μὴ προθύμως συγκακουχηθῆναι τοῖς ἄλλοις, ἁμαρτίαν ἐνόμισε· μέγα ἄρα ἀγαθὸν ἡ κακουχία, ἐφ' ἢν ἀπὸ τῶν βασιλείων ἔῤῥιψεν ἑαυτόν. Ταῦτα δὲ ἐποίει, μεγάλα τινὰ προορῶν· διὸ καὶ οὕτως εἶπε· Πλοῦτον μείζονα ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Τί ἐστι, Τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ; Τουτέστι, τὸ ὀνειδίζεσθαι τοιαῦτα οἷα ὑμεῖς, τὸν ὀνειδισμὸν ὃν ὁ Χριστὸς ὑπέμεινεν· ἢ ὅτι διὰ τὸν Χριστὸν ὑπέμεινεν, ὅτε ὑπὲρ τῆς πέτρας ἐλοιδορεῖτο, ἐξ ἧς ὕδωρ ἐξήγαγεν. Ἡ δὲ πέτρα, φησὶν, ἦν ὁ Χριστός. Πῶς δέ ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ; Ὅτι καταπτύομεν τῶν πατρῴων ὀνειδιζόμεθα, ὅτι πάσχομεν κακῶς Θεῷ προσδραμόντες. Εἰκὸς δὲ ἦν κἀκεῖνον ὀνειδίζεσθαι, ὅτε ἤκουσε, Μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Τοῦτό ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ, τὸ μέχρι τέλους καὶ ἐσχάτης ἀναπνοῆς πάσχειν κακῶς, ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουεν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, ὑπὸ τούτων ὑπὲρ ὧν ἐσταυροῦτο, ὑπὸ τούτων τῶν συμφυλετῶν. Τοῦτό ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ, ὅταν τις παρὰ οἰκείων, ὅταν τις παρ' ὧν εὐεργετεῖ ὀνειδίζηται· καὶ γὰρ ἐκεῖνος παρὰ τοῦ εὐεργετηθέντος ταῦτα ἔπασχεν. Ἐνταῦθα αὐτοὺς ἀνέστησε, δεικνὺς ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἔπασχε, καὶ ὁ Μωϋσῆς, δύο πρόσωπα ἔνδοξα· ὥστε τοῦ Χριστοῦ μᾶλλόν ἐστιν οὗτος ὁ ὀνειδισμὸς ἢ τοῦ Μωϋσέως, ἐπειδὴ παρὰ τῶν ἰδίων τοιαῦτα ἔπαθεν. Ἀλλ' οὔτε ἐκεῖνος ἔπαθέ τι, οὔτε οὗτος κεραυνοὺς ἠφίει, ἀλλ' ὠνειδίζετο, καὶ ἔφερε πάντα, κινούντων ἐκείνων τὰς κεφαλάς. Ἐπεὶ οὖν εἰκὸς ἦν τοιαῦτα ἀκούειν καὶ αὐτοὺς, καὶ ἐπιθυμεῖν τὴν ἀνταπόδοσιν, λέγει ὅτι καὶ ὁ Χριστὸς καὶ ὁ Μωϋσῆς τοιαῦτα πεπόνθασιν. Ἄρα οὖν ἡ μὲν ἄνεσις, τῆς ἁμαρτίας ἐστὶ, τὸ δὲ ὀνειδίζεσθαι, τοῦ Χριστοῦ. Τί γὰρ βούλει; τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἢ τὴν ἄνεσιν; Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε. Τί λέγεις; ὅτι οὐκ ἐφοβήθη; Καὶ μὴν ἡ Γραφὴ τοῦτό φησιν, ὅτι ἀκούσας ἐφοβήθη, καὶ διὰ τοῦτο φυγῇ τὴν σωτηρίαν ἐπορίσατο καὶ ἀπέδρα καὶ ἐξέκλεψεν ἑαυτὸν, καὶ μετὰ ταῦτα περιδεὴς ἦν. Πρόσεχε μετὰ ἀκριβείας τῷ εἰρημένῳ τὸ, Μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, πρὸς τὸ καὶ πάλιν ἐπιστῆναι εἴρηκε. Φοβουμένου γὰρ ἦν μὴ ἅψασθαι τῆς προστασίας πάλιν, μηδὲ ἐγχειρῆσαι τῷ πράγματι· τὸ μέντοι ἅψασθαι πάλιν, τῷ Θεῷ τὸ πᾶν ἐπιτρέποντος ἦν. Οὐ γὰρ εἶπεν ὅτι Ζητεῖ με, καὶ περιεργάζεται, καὶ οὐκ ἀνέχομαι πάλιν τῶν αὐτῶν ἅψασθαι. Ὥστε καὶ τὸ φυγεῖν πίστεως ἦν. Τί οὖν οὐκ ἔμεινε, φησίν; Ὥστε μὴ εἰς προὖπτον ἑαυτὸν κίνδυνον ἐμβαλεῖν. Τοῦτο γὰρ λοιπὸν πειράζοντος ἦν τὸ ἅλλεσθαι εἰς μέσους κινδύνους, καὶ λέγειν, Ἴδω εἰ σώζει με ὁ Θεός. Τοῦτο καὶ τῷ Χριστῷ εἶπεν ὁ διάβολος· Ῥῖψον σεαυτὸν κάτω. Ὁρᾷς ὅτι τοῦτο διαβολικόν ἐστι, τὸ εἰκῆ καὶ μάτην ῥίπτειν ἑαυτοὺς εἰς κινδύνους, καὶ πειράζειν εἰ σώζει ὁ Θεός; Προεστάναι γὰρ αὐτῶν οὐκέτι ἠδύνατο, οὕτως ἀγνωμόνως τῶν εὐεργετουμένων διακειμένων· μωρὸν τοίνυν ἦν καὶ ἀνόητον, μένειν αὐτόθι. Ταῦτα δὲ πάντα γέγονε, διότι ὡς ὁρῶν τὸν ἀόρατον, οὕτως ἐκαρτέρει. Ἂν τοίνυν καὶ ἡμεῖς ὁρῶμεν ἀεὶ τὸν Θεὸν τῷ νῷ, ἂν ἀεὶ ἐν τῇ μνήμῃ αὐτοῦ στρέφωμεν τὴν διάνοιαν, πάντα ἡμῖν ῥᾷστα φανήσεται, πάντα φορητὰ, πάντα εὐκόλως οἴσομεν, πάντων ἀνώτεροι γενησόμεθα. Εἰ γὰρ ἀγαπώμενόν τις ὁρῶν, μᾶλλον δὲ μεμνημένος τούτου, διανίσταται τὴν ψυχὴν, καὶ ὑψηλὸς γίνεται τὴν διάνοιαν, καὶ πάντα εὐκόλως φέρει ἐντρυφῶν τῇ μνήμῃ· ὁ τὸν ὄντως ἀγαπῆσαι ἡμᾶς καταξιώσαντα ἔχων ἐν διανοίᾳ, καὶ μεμνημένος αὐτοῦ, πότε ἢ λυπηροῦ τινος αἰσθήσεται, ἢ φοβερόν τι καὶ ἐπικίνδυνον φοβηθήσεται; πότε δὲ ὀλιγοψυχήσει; Οὐδέποτε. Πάντα γὰρ ἡμῖν δύσκολα φαίνεται, ὅτι τοῦ Θεοῦ τὴν μνήμην οὐκ ἔχομεν ὡς ἔχειν δεῖ, ὅτι οὐ περιφέρομεν αὐτὸν ἐν τῇ διανοίᾳ διαπαντός· εἴποι γὰρ ἂν δικαίως πρὸς ἡμᾶς· Ἐπελάθου μου σὺ, ἐπιλήσομαί σου κἀγώ. Ὥστε διπλοῦν τὸ κακὸν γίνεται, ὅτι καὶ ἡμεῖς αὐτοῦ ἐπιλανθανόμεθα, καὶ αὐτὸς ἡμῶν. Ταῦτα γὰρ δύο ἐστὶν ἀλλήλοις μὲν συμπεπλεγμένα, δύο δὲ ὅμως ἐστί. Μέγα μὲν γὰρ τὸ καὶ ἡμᾶς ἐν μνήμῃ ποιεῖσθαι τοῦ Θεοῦ, μέγα δὲ καὶ τὸ μνημονεύεσθαι αὐτὸν παρ' ἡμῶν· τοῦτο ποιεῖ αἱρεῖσθαι τὰ ἀγαθὰ, ἐκεῖνο δὲ ἀνύειν καὶ εἰς τέλος ἄγειν. Διὰ τοῦτό φησιν ὁ Προφήτης· Μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ. Ταῦτά φησιν ὁ λαὸς ὁ ἐν Βαβυλῶνι, Ἐκεῖ ὢν μνησθήσομαί σου.