# In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-26

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος· ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/3.1-26

Εἰ δὲ βούλει καὶ τὰ σκώμματα καὶ τὰς εἰρωνείας μαθεῖν, ἃς κατ' αὐτοῦ ἐποιοῦντο, ὃ μάλιστα δάκνει τὰς ἡμετέρας ψυχὰς, ἄκουε πρῶτον τὰς ἀπὸ τοῦ γένους· Οὐχ οὗτος, φησὶν, ἐστὶν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς ἴσμεν τὸν πατέρα καὶ τὴν μητέρα; οὐχ οἱ ἀδελφοὶ αὐτοῦ πάντες παρ' ἡμῖν εἰσι; καὶ ἀπὸ τῆς πατρίδος αὐτὸν σκώπτοντες, ἔλεγον ἐκ Ναζαρὲτ αὐτὸν εἶναι. Καὶ πάλιν· Ἐρώτησον, φησὶ, καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται· καὶ ἔφερε τοσαῦτα συκοφαντούμενος. Καὶ πάλιν ἔλεγον· Οὐχὶ ἡ Γραφή φησιν, ὅτι ἀπὸ Βηθλεὲμ τῆς κώμης ἔρχεται ὁ Χριστός; Βούλει καὶ τὰς εἰρωνείας ἰδεῖν ἃς ἐποιοῦντο παρ' αὐτὸν τὸν σταυρόν; Προσεκύνουν αὐτῷ ἐμπαίζοντες, καὶ ἔπαιον αὐτὸν καὶ ἐκολάφιζον, καὶ ἔλεγον· Εἰπὲ ἡμῖν τίς ἐστιν ὁ παίσας σε; καὶ ὄξος προσῆγον, καὶ ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ἔτι δὲ καὶ ὁ δοῦλος τοῦ ἀρχιερέως ῥάπισμα ἔδωκεν αὐτῷ, καί φησιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Καὶ χλευάζοντες δὲ, χλαμύδα περιέθηκαν αὐτῷ, καὶ ἐνέπτυον εἰς τὸ πρόσωπον αὐτοῦ καὶ τὰς πείρας ἀεὶ προσῆγον, πειράζοντες αὐτόν. Βούλει καὶ τὰς κατηγορίας ἰδεῖν, τὰς λάθρα, τὰς φανερῶς, τὰς παρὰ τῶν μαθητῶν; τὸ γὰρ, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; καὶ τὸ, Δαιμόνιον ἔχεις, παρὰ τῶν πιστευσάντων ἤδη ἐλέγετο Εἰπὲ δέ μοι, οὐκ ἀεὶ ἔφευγε καὶ αὐτὸς, ποτὲ μὲν εἰς τὴν Γαλιλαίαν, ποτὲ δὲ εἰς τὴν Ἰουδαίαν; οὐχὶ ἐκ σπαργάνων αὐτῷ πολὺς ὁ πειρασμός; οὐχὶ παιδίον ὄντα αὐτὸν ἡ μήτηρ λαβοῦσα κατῆλθεν εἰς Αἴγυπτον; Διὰ ταῦτα τοίνυν πάντα φησίν· Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Εἰς τοῦτον τοίνυν ἀφορῶμεν καὶ εἰς τὰ τῶν μαθητῶν τῶν τούτου, ἀναγινώσκοντες τὰ Παύλου, καὶ ἀκούοντες αὐτοῦ λέγοντος· Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν νηστείαις ἐν κόποις, ἐν ἁγνότητι, ἐν γνώσει· καὶ πάλιν· Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· βλασφημούμενοι, παρακαλοῦμεν. Ἆρα ἐξ ἡμῶν ἔχει τις εἰπεῖν, ὅτι τὸ πολλοστὸν τούτων μέρος ἔπαθεν; Ὡς πλάνοι γὰρ, φησὶν, ὡς ἄτιμοι, ὡς μηδὲν ἔχοντες· καὶ πάλιν· Πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον· τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις, πολλάκις, ἐν θλίψεσιν, ἐν στενοχωρίᾳ, ἐν λιμῷ. Καὶ ὅτι ταῦτα τῷ Θεῷ ἐδόκει, ἄκουε αὐτοῦ λέγοντος· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Διὸ καὶ, φησὶν, εὐδοκῶ ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Καὶ αὐτοῦ δὲ ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε. Ἀναλογίσασθε γὰρ, φησὶ, τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε, ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Εἰκότως ταῦτα ἐπήγαγεν· εἰ γὰρ τὰ τῶν πλησίον πάθη διανίστησιν ἡμᾶς, τὰ τοῦ Δεσπότου πόσην ἡμῖν οὐ παρέξει προθυμίαν; τί ἡμᾶς οὐκ ἐργάσεται; Καὶ σκόπει πῶς παρεὶς πάντα εἰπεῖν, διὰ τῆς ἀντιλογίας τὸ πᾶν ἐδήλωσε, καὶ τῷ τοιαύτην προσθεῖναι· τὰς γὰρ ἐπὶ κόῤῥης πληγὰς, τὸν γέλωτα, τὰς ὕβρεις, τοὺς ὀνειδισμοὺς, τὰς χλευασίας, ταῦτα πάντα διὰ τῆς ἀντιλογίας ἐνέφηνε· καὶ οὐκ ἐκεῖνα μόνα, ἀλλὰ καὶ τὰ παρὰ τὸν βίον ἅπαντα τὸν τῆς διδασκαλίας. Ταῦτα τοίνυν, ἀγαπητοὶ, ἀεὶ ἀναλογιζώμεθα, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐν ταῖς διανοίαις ἡμῶν στρέφωμεν, εἰδότες ὅτι μεγάλα ἐκ τούτου καρπωσόμεθα ἀγαθὰ, καὶ πολλὴν τὴν ὠφέλειαν ἕξομεν. Μέγα γὰρ, ὄντως μέγα παραμύθιον, καὶ τὰ τοῦ Χριστοῦ πάθη καὶ τὰ τῶν ἀποστόλων. Οὕτω γὰρ ᾔδει ταύτην βελτίω τῆς ἀρετῆς οὖσαν τὴν ὁδὸν, ὡς καὶ αὐτὸς ὁ μὴ δεόμενος αὐτῆς ταύτην ἐλθεῖν· οὕτως οἶδε τὴν θλῖψιν συμφέρουσαν ἡμῖν, καὶ ἀνέσεως ὑπόθεσιν μᾶλλον γινομένην· ἄκουε γὰρ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Μόνον γὰρ οὐχὶ τοῦτο διὰ τῆς τοιαύτης λέγει διδασκαλίας· Εἰ μαθητὴς εἶ, τὸν διδάσκαλον μιμοῦ· τοῦτο γάρ ἐστι μαθητοῦ. Εἰ δὲ αὐτὸς μὲν διὰ θλίψεως ἦλθε, σὺ δὲ δι' ἀνέσεως, οὐκέτι τὴν αὐτὴν βαδίζεις ὁδὸν, ἣν ἐκεῖνος ἐβάδισεν, ἀλλ' ἑτέραν. Πῶς οὖν ἀκολουθεῖς, μὴ ἀκολουθῶν; πῶς εἶ μαθητὴς, μὴ τῷ διδασκάλῳ ἑπόμενος; Τοῦτο καὶ ὁ Παῦλός φησιν· Ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ἡμεῖς ἄτιμοι, ὑμεῖς δὲ ἔντιμοι. Ἢ πῶς ἔχει λόγον, φησὶ, τἀναντία ἡμᾶς ζηλοῦν, καὶ ὑμᾶς μὲν εἶναι μαθητὰς, ἡμᾶς δὲ διδασκάλους; Μέγα ἄρα θλῖψις, ἀγαπητοί· δύο γὰρ τὰ μέγιστα κατορθοῖ, καὶ ἁμαρτίας ἐξαλείφει, καὶ στεῤῥοὺς ποιεῖ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
