# In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-27

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/3.1-27

Ἄρα ἡ παιδεία συμφέρον, ἄρα ἡ παιδεία μετάληψις ἁγιότητός ἐστι. Καὶ σφόδρα γε· ὅταν γὰρ ῥᾳθυμίαν ἐκβάλλῃ, ὅταν ἐπιθυμίαν πονηρὰν, ὅταν ἔρωτα τῶν βιωτικῶν πραγμάτων, ὅταν συστρέφῃ τὴν ψυχὴν, ὅταν ποιῇ καταγνῶναι τῶν ἐνταῦθα πάντων (τοιοῦτο γὰρ ἡ θλῖψις), οὐχὶ ἁγία γίνεται; οὐχὶ τοῦ Πνεύματος ἐπισπᾶται τὴν χάριν; Ἐννοήσωμεν τοιγαροῦν ἀεὶ τοὺς δικαίους, καὶ ἴδωμεν πόθεν πάντες ἔλαμψαν, καὶ πρὸ πάντων, ὁ Ἄβελ, ὁ Νῶε· ἆρα γὰρ οὐχὶ ἀπὸ θλίψεως; οὐ γὰρ ἔστι τὸν μόνον ὄντα ἐν τῷ τοσούτῳ πλήθει τῶν κακῶν μὴ θλίβεσθαι. Νῶε γὰρ, φησὶ, μόνος τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησεν. Ἐννόησον γάρ μοι, εἰ νῦν μυρίους ἔχοντες ὧν ζηλώσομεν τὴν ἀρετὴν, καὶ πατέρας, καὶ διδασκάλους, οὕτω θλιβόμεθα, τί παθεῖν ἐκεῖνον εἰκὸς ἦν μόνον μεταξὺ τοσούτων; ἀλλὰ τὰ κατὰ τὸν ὑετὸν εἴπω τὸν ξένον ἐκεῖνον καὶ παράδοξον; ἀλλὰ τὸν Ἀβραὰμ εἴπω, καὶ ἃ τοῦτον συνέβη παθεῖν, οἷον, τὰς ἀποδημίας τὰς ἐπαλλήλους, τὴν τῆς γυναικὸς ἁρπαγὴν, τοὺς κινδύνους, τοὺς πολέμους, τοὺς πειρασμούς; Ἀλλὰ τὸν Ἰακὼβ, ὅσα πέπονθε δεινὰ, ἐλαυνόμενος πάντοθεν, καὶ πονῶν εἰκῆ, καὶ ἑτέροις μοχθῶν; πάντας μὲν γὰρ αὐτοῦ τοὺς πειρασμοὺς καταλέγειν οὐκ ἀναγκαῖον, τὴν δὲ μαρτυρίαν παρενεγκεῖν εὔλογον, ἢν καὶ αὐτὸς διαλεγόμενος τῷ Φαραὼ ἔλεγε· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου. Ἀλλὰ τὸν Ἰωσὴφ εἴπω; ἀλλὰ τὸν Μωϋσέα; ἀλλὰ τὸν Ἰησοῦν; ἀλλὰ τὸν Δαυΐδ; ἀλλὰ τὸν Σαμουήλ; ἀλλὰ τὸν Ἠλίαν; ἀλλὰ τὸν Δανιήλ; ἀλλὰ τοὺς προφήτας πάντας; Ἀλλὰ τούτους ἅπαντας ἀπὸ τῶν θλίψεων λαμπροὺς εὑρήσεις γενομένους. Εἰπὲ οὖν μοι σὺ, ἀπὸ ἀνέσεως καὶ τρυφῆς λαμπρὸς βούλει γενέσθαι; Ἀλλ' οὐκ ἂν δύναιο. Ἀλλὰ τοὺς ἀποστόλους εἴπω; Ἀλλὰ καὶ οὗτοι πάντας ὑπερηκόντισαν τοῖς λυπηροῖς. Τί ταῦτα λέγω; καὶ ὁ Χριστὸς τοῦτό φησιν· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· καὶ πάλιν, Κλαύσετε καὶ θρηνήσετε ὑμεῖς· ὁ δὲ κόσμος χαρήσεται. Καὶ ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ὁ τῆς ὁδοῦ Κύριος εἶπεν, ὅτι στενὴ καὶ τεθλιμμένη· σὺ δὲ τὴν πλατεῖαν ζητεῖς; καὶ πῶς οὐκ ἄτοπον; Διὰ τοῦτο οὐκ ἐπιτεύξῃ τῆς ζωῆς, ἑτέραν βαδίζων, ἀλλὰ τῆς ἀπωλείας· τὴν γὰρ ἐκεῖ φέρουσαν εἴλου. Βούλει εἴπω καὶ παραγάγω εἰς μέσον τοὺς ἐν τρυφῇ; Ἀπὸ τῶν ἐσχάτων ἐπὶ τοὺς πρώτους ἀνέλθωμεν. Ὁ πλούσιος ὁ καιόμενος ἐν τῇ καμίνῳ, οἱ τῇ γαστρὶ ζῶντες Ἰουδαῖοι, ὧν ὁ Θεὸς ἡ κοιλία, οἱ ἐν τῇ ἐρήμῳ ἐπιζητοῦντες ἀεὶ ἄνεσιν, διὰ τί ἀπώλοντο; ὥσπερ καὶ οἱ ἐπὶ τοῦ Νῶε, οὐκ ἐπειδὴ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον εἵλοντο βίον; Καὶ οἱ ἐν Σοδόμοις διὰ γαστριμαργίαν· Ἐν πλησμονῇ γὰρ, φησὶν, ἄρτων ἐσπατάλων. Τοῦτο περὶ τῶν ἐν Σοδόμοις εἴρηται. Εἰ δὲ ἄρτων πλησμονὴ τοσοῦτον κακὸν εἰργάσατο, τί ἂν εἴποιμεν περὶ τῶν ἄλλων καρυκευμάτων; Ὁ Ἡσαῦ οὐχὶ ἐν ἀνέσει ἦν; τί δὲ οἱ ἴδοντες τὰς γυναῖκας τῶν υἱῶν τοῦ Θεοῦ, καὶ κατὰ κρημνῶν ἀχθέντες; τί δὲ οἱ τοῖς ἄῤῥεσιν ἐπιμαινόμενοι; πάντες δὲ οἱ βασιλεῖς τῶν ἐθνῶν, Βαβυλωνίων, Αἰγυπτίων, οὐχὶ κακῶς τὴν ζωὴν κατέστρεψαν; οὐχὶ ἐν κολάσει εἰσί; Τὰ δὲ νῦν, εἰπέ μοι, οὐ τοιαῦτα; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν· οἱ δὲ μὴ τὰ τοιαῦτα, ἐν τοῖς οὐρανοῖς. Τὸ γὰρ μαλακὸν ἱμάτιον καὶ τὴν αὐστηρὰν ἐκλύει ψυχὴν καὶ διακλᾷ καὶ διαχεῖ· κἂν τραχὺ λάβῃ σῶμα καὶ σκληρὸν, ταχέως διὰ τῆς τοιαύτης τρυφεραγωγίας μαλακὸν ποιεῖ καὶ ἀσθενές. Πόθεν γὰρ οἴεσθε ἑτέρωθεν τὰς γυναῖκας οὕτως εἶναι ἀσθενεῖς, εἰπέ μοι; ἆρα ἀπὸ τῆς φύσεως μόνης; Οὐδαμῶς, ἀλλὰ καὶ ἀπὸ τῆς ἀγωγῆς καὶ τῆς ἀνατροφῆς· ἡ γὰρ σκιατροφία, ἡ ἀργία, τὰ λουτρὰ, τὰ μύρα, τῶν ἀρωμάτων τὸ πλῆθος, τῆς στρωμνῆς ἡ ἁπαλότης, τοιαύτας αὐτὰς ἀπεργάζεται. Καὶ ἵνα μάθῃς, πρόσεχε ᾧ λέγω. Ἀπὸ κήπου, εἰπέ μοι, τῶν ἐν τῇ ἐρήμῳ ἑστώτων δένδρων, καὶ δερομένων ὑπὸ τῶν ἀνέμων λαβὼν φυτὸν, εἰς ὑγρὸν καὶ σύσκιον κατάθου τόπον· καὶ πολὺ ἀνάξιον εὑρήσεις ἐκείνου, ἀφ' οὗ παρὰ τὴν ἀρχὴν αὐτὸ ἔλαβες. Ὅτι δὲ τοῦτό ἐστιν ἀληθὲς, αἱ ἐπὶ τῶν ἀγρῶν τρεφόμεναι γυναῖκες, τῶν ἀστικῶν ἀνδρῶν εἰσιν ἰσχυρότεραι, καὶ πολλοὺς ἂν τοιούτους καταπαλαίσαιεν ἐκεῖναι. Τοῦ δὲ σώματος γενομένου μαλακωτέρου, ἀνάγκη καὶ τὴν ψυχὴν συναπολαύειν τῆς λύμης· τὰ γὰρ πολλὰ καὶ συνδιατίθενται αὐτῆς αἱ ἐνέργειαι τῇ τούτου διαθέσει. Καὶ γὰρ ἐν νόσοις ἕτεροί ἐσμεν διὰ τὸ μαλακίζεσθαι, καὶ ὑγιαίνοντες πάλιν ἕτεροι. Καθάπερ γὰρ ἐπὶ νευρᾶς, ὅταν ὦσιν οἱ φθόγγοι ἁπαλοὶ καὶ μαλακοὶ, καὶ μὴ διατεταμένοι καλῶς, καὶ ἡ τῆς τέχνης ἀρετὴ ὑποτέμνεται, ἀναγκαζομένη δουλεύειν τῇ μαλακίᾳ τῶν νευρῶν· οὕτω καὶ ἐπὶ τοῦ σώματος, πολλὰς ἀπ' αὐτοῦ δέχεται βλάβας καὶ ἡ ψυχὴ, πολλὰς ἀνάγκας. Ὅταν γὰρ πολλῆς δέηται θεραπείας, πικρὰν ὑπομένει τὴν δουλείαν ἐκείνη. Διὸ, παρακαλῶ, ἰσχυρὸν αὐτὸ ἐργαζώμεθα, καὶ μὴ νοσηλεύωμεν. Οὐ πρὸς ἄνδρας μόνον, ἀλλὰ καὶ πρὸς γυναῖκας ὁ λόγος ἐμοί. Τί γὰρ συνεχῶς ἐκλύεις αὐτὸ τῇ τρυφῇ, καὶ ἐξίτηλον ποιεῖς, ὦ γύναι; τί τὴν ἰσχὺν λυμαίνῃ στέασι; τὸ στέαρ χαυνότης ἐστὶ τούτῳ, οὐκ ἰσχύς. Ἐὰν δὲ τούτων ἀποστᾶσα, ἑτέρως ἄγῃς σεαυτήν· τότε καὶ τὸ κάλλος τὸ σωματικὸν προχωρεῖ κατὰ γνώμην, ὅταν ἰσχὺς καὶ εὐεξία παρῇ· ἂν μέντοι μυρίαις αὐτὸ πολιορκῇς νόσοις, οὔτε ἄνθος χρώματος, οὔτε εὐεξία τις ἔσται· ἀεὶ γὰρ ἐν κατηφείᾳ ἔσῃ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
