Ancient Greek
Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῖν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-28
Not analysed yet
Ἀλλ' οὐκ ἔχω λόγον, φησίν. Ἀλλ' οὐ χρεία λόγου, οὐδὲ εὐγλωττίας. Ἐὰν ἴδῃς τὸν φίλον πορνεύοντα, εἰπὲ πρὸς αὐτόν· Πονηρὸν πρᾶγμα ὃ μετέρχῃ, οὐκ αἰσχύνῃ, οὐκ ἐρυθριᾷς· κακὸν τοῦτό ἐστιν. Αὐτὸς γὰρ οὐκ οἶδε, φησὶν, ὅτι κακόν; Ναὶ, οἶδεν, ἀλλ' ὑπὸ τῆς ἐπιθυμίας ἕλκεται. Καὶ οἱ νοσοῦντες ἴσασιν, ὅτι ἡ ψυχροποσία κακὸν, ἀλλ' ὅμως δέονται τῶν κωλυσόντων· ὁ γὰρ ἐν τῷ πάθει ὢν, οὐ ταχέως ἑαυτῷ ἀρκέσαι δυνήσεται ἐν τῇ νόσῳ. Δεῖ τοίνυν σου τοῦ ὑγιαίνοντος πρὸς τὴν ἐκείνου ἰατρείαν· κἂν μὴ πεισθῇ τῷ ῥήματι, παρατήρησον ἀπιόντα καὶ κάτασχε, ἴσως ἐντραπήσεται. Καὶ τί, φησὶν, ὄφελος, ὅταν δι' ἐμὲ τοῦτο ποιῇ, καὶ διὰ τὸ κατασχεσθῆναι παρ' ἐμοῦ; Μὴ ἀκριβολογοῦ· τέως οἱῳδήποτε τρόπῳ ἀπόστησον αὐτὸν τῆς πονηρᾶς πράξεως· ἐθισθήτω μὴ ἀπιέναι εἰς ἐκεῖνο τὸ βάραθρον· εἴτε διὰ σὲ, εἴτε δι' ὁτιδήποτε κωλυθῇ, κέρδος ἔσται ἐκ τούτου. Ὅταν γὰρ ἐθίσῃς αὐτὸν μὴ ἀπιέναι, τότε δυνήσῃ μικρὸν ἀναπνεύσαντα λαβὼν, διδάξαι, ὅτι χρὴ διὰ τὸν Θεὸν τοῦτο μὴ ποιεῖν, καὶ οὐ δι' ἄνθρωπον. Μὴ θελήσῃς ὑφ' ἓν κατορθῶσαι τὸ πᾶν, ἐπεὶ οὐ δυνήσῃ, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Ἂν εἰς πότον ἴδῃς ἀπιόντα, καὶ εἰς συμπόσια μέθης πεπληρωμένα, κἀκεῖ τὸ αὐτὸ ποίει, καὶ αὐτὸν πάλιν παρακάλεσον, εἴ τι συνορᾷ ἐλάττωμά σε ἔχοντα, βοηθεῖν καὶ διορθοῦν. Οὕτω γὰρ καὶ ἐπὶ ἑαυτοῦ τὸν ἔλεγχον οἴσει, ὅταν ἴδῃ καὶ σὲ δεόμενον ἐλέγχων, καὶ μὴ ὡς τὰ πάντα κατωρθωκότα, μηδὲ ὡς διδάσκαλον, ἀλλ' ὡς φίλον καὶ ἀδελφὸν βοηθοῦντα. Εἰπὲ πρὸς αὐτὸν, Ἐγώ σε ὤνησα, ὑπομνήσας τῶν συμφερόντων· καὶ σὺ ὅπερ ἂν συνίδῃς ἐλάττωμα ἔχοντά με, ἀναχαίτισον, διόρθωσον· ἂν ὀργίλον ἴδῃς, ἂν πλεονέκτην, κάτασχε, δῆσον τῇ παραινέσει. Τοῦτό ἐστι φιλία· οὕτως ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ γίνεται· οὐ γὰρ τὸ φαγεῖν καὶ τὸ πιεῖν ποιεῖ φιλίαν· τοιαύτην γὰρ καὶ λῃσταὶ ἔχουσι καὶ ἀνδροφόνοι· ἀλλ' εἰ φίλοι ἐσμὲν, εἰ ὄντως ἀλλήλων κηδόμεθα, εἰς ταῦτα ἀλλήλοις συμβαλλώμεθα· ταῦτα εἰς φιλίαν ἡμᾶς ἄγει ἐπωφελῆ, ταῦτα κωλύει εἰς γέενναν ἀπελθεῖν. Μήτε οὖν ὁ ἐλεγχόμενος ἀγανακτείτω· ἄνθρωποι γάρ ἐσμεν, καὶ ἔχομεν ἐλαττώματα· μήτε ὁ ἐλέγχων ὡς ἐπεγγελῶν, ἢ ὡς ἐπεμβαίνων, τοῦτο ποιείτω καὶ ἐκπομπεύων, ἀλλὰ κατ' ἰδίαν, μετὰ προσηνείας· πλείονος γὰρ δεῖται προσηνείας ὁ ἐλέγχων, ἵνα οὕτω πείσῃ τὴν τομὴν ἐνεγκεῖν. Οὐχ ὁρᾶτε τοὺς ἰατροὺς, ὅταν καίωσιν, ὅταν τέμνωσι, μετὰ πόσης προσηνείας τὴν θεραπείαν ἐπάγουσι; Πολλῷ μᾶλλον τοὺς ἐλέγχοντας τοῦτο δεῖ ποιεῖν· καὶ γὰρ καὶ πυρὸς καὶ σιδήρου σφοδρότερον ἔλεγχος, καὶ σκιρτᾷν ποιεῖ· καὶ διὰ τοῦτο καὶ οἱ ἰατροὶ πολλὰ ἐπιτηδεύουσιν, ὥστε ἐνεγκεῖν πράως τὴν τομὴν, καὶ προσηνῶς, ὡς οἷόν τε, ταύτην ἐπάγουσι, καὶ μικρὸν ἐνδιδόντες, εἶτα παρέχοντες ἀναπνεῦσαι. Οὕτω καὶ τοὺς ἐλέγχους δεῖ ποιεῖν, ἵνα καὶ οἱ ἐλεγχόμενοι μὴ ἀποσκιρτῶσι. Κἂν ὑβρισθῆναι τοίνυν δέῃ, κἂν πληγῆναι, μὴ παραιτησώμεθα. Καὶ γὰρ ἐκεῖνοι οἱ τεμνόμενοι, μυρία καταβοῶσι τῶν τεμνόντων· ἀλλ' ἐκεῖνοι πρὸς οὐδὲν τούτων ὁρῶσιν, ἀλλ' ἢ πρὸς τὴν ὑγείαν τῶν καμνόντων μόνον. Οὕτω δὴ καὶ ἐνταῦθα πάντα δεῖ ποιεῖν πρὸς τὸ τὸν ἔλεγχον χρησίμως γενέσθαι, πάντα φέρειν πρὸς τὸν μισθὸν ἀφορῶντας τὸν ἀποκείμενον. Ἀλλήλων, φησὶ, τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Οὕτως οὖν καὶ ἐλέγχοντες καὶ φέροντες ἀλλήλους, δυνησόμεθα ἀναπληρῶσαι τὴν οἰκοδομὴν τοῦ Χριστοῦ· καὶ ἡμῖν οὕτω ποιήσετε κοῦφον τὸν πόνον, ἐν ἅπασι συλλαμβανόμενοι ἡμῖν καὶ χεῖρα ὀρέγοντες καὶ μερισταὶ γινόμενοι καὶ κοινωνοὶ, καὶ τῆς ἀλλήλων σωτηρίας, καὶ τῆς ἰδίας ἕκαστος. Ὑπομένωμεν τοίνυν καὶ φέροντες τὰ ἀλλήλων βάρη, καὶ ἐλέγχοντες, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.