# In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-30

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ, καὶ κεκαυμένῳ πυρὶ, γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον (οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· καὶ, (οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον) Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος)· ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/3.1-30

Πάντα τοίνυν ὑπὲρ τούτου πράττωμεν, ὥστε ἐκείνων τυχεῖν, ὥστε ἐκείνων ἀπολαῦσαι τῶν ἀγαθῶν. Ναὶ δέομαι καὶ ἀντιβολῶ, τοῦτο σπουδάζωμεν. Οὐδεὶς ἐν πόλει μελλούσῃ καταπίπτειν οἰκοδομεῖ. Εἰπὲ δή μοι, παρακαλῶ, εἴ τις ἔλεγεν ὅτι μετὰ ἐνιαυτὸν αὕτη πεσεῖται ἡ πόλις, ἡ δεῖνα δὲ οὐ πάντως, ἆρα ἂν ᾠκοδόμησας ἐν τῇ μελλούσῃ καταπίπτειν; Ὥστε τοῦτο καὶ νῦν λέγω, μὴ οἰκοδομῶμεν ἐν τῷ κόσμῳ τούτῳ· πεσεῖται μικρὸν ὕστερον, καὶ πάντα ἀπολεῖται. Τί δὲ λέγω, πεσεῖται; πρὸ τῆς πτώσεως ἡμεῖς ἀπολούμεθα καὶ δεινὰ πεισόμεθα, ἡμεῖς αὐτῶν ἐκστησόμεθα. Τί οἰκοδομοῦμεν ἐπὶ τὴν ἄμμον; Οἰκοδομήσωμεν ἐπὶ τὴν πέτραν· ὅπερ γὰρ ἐὰν ἐπέλθῃ, ἀνάλωτος ἐκείνη μένει ἡ οἰκοδομὴ, οὐδὲν αὐτὴν δυνήσεται ἑλεῖν, εἰκότως· πάσαις γὰρ ἐπιβουλαῖς τοιαύταις ἄβατος ὁ χῶρος ἐκεῖνος, ὥσπερ οὖν ὁ ἐνταῦθα βατός· καὶ γὰρ σεισμοὶ καὶ ἐμπρησμοὶ καὶ πολεμίων ἔφοδος καὶ ζῶντας ἡμᾶς ἀφαιρεῖται αὐτὴν, πολλάκις δὲ καὶ μετ' αὐτῆς ἀπόλλυσιν. Ὅταν δὲ καὶ αὐτὴ ἑστήκῃ, τότε ἡμᾶς ἢ νόσος ἀπήγαγε θᾶττον, ἢ μένοντας οὐκ εἴασεν αὐτῆς ἀπολαῦσαι καλῶς· ποία γὰρ ἡδονὴ, ἔνθα νόσοι, καὶ συκοφαντίαι, καὶ φθόνος, καὶ ἐπιβουλαί; Ἢ εἰ μηδὲν τούτων ᾖ τὸ ἐνοχλοῦν, παιδία πολλάκις μὴ ἔχοντες, ἀλύομεν, δυσανασχετοῦμεν, οὐκ ἔχοντες οἷς παραδῶμεν τὰς οἰκίας καὶ τἄλλα πάντα· καὶ κατατρυχόμεθα λοιπὸν ὡς ἑτέροις πονοῦντες· πολλάκις δὲ καὶ εἰς ἐχθροὺς ἦλθεν ὁ κλῆρος, οὐκ ἀπελθόντων μόνον ἡμῶν, ἀλλὰ καὶ ζώντων. Τί τοίνυν ἀθλιώτερον τοῦ τοῖς ἐχθροῖς κάμνειν, καὶ ἵνα ἐκεῖνοι ἀναπαύσωνται, αὐτοὺς ἁμαρτίας συλλέγειν; καὶ τούτου τὰ ὑποδείγματα πολλὰ ἐν ταῖς πόλεσιν ὁρᾶται· καὶ σιγῶ, ἵνα μὴ λυπήσω τοὺς ἀπεστερημένους· ἐπεὶ εἶπον ἂν ὀνομαστὶ καί τινας ἐξ αὐτῶν, καὶ πολλὰ εἶχον διηγήματα εἰπεῖν, καὶ πολλὰς ὑποδεῖξαι οἰκίας ὑμῖν, αἳ κυρίους ἔλαβον τοὺς ἐχθροὺς τῶν περὶ αὐτὰς πονησάντων· οὐκ οἰκίαι δὲ, ἀλλὰ καὶ ἀνδράποδα καὶ ἅπας ὁ κλῆρος πολλάκις εἰς τοὺς ἐχθροὺς περιῆλθε. Τοιαῦτα γὰρ τὰ ἀνθρώπινα. Ἐν τοῖς οὐρανοῖς δὲ οὐδὲν ἔστι δεῖσαι τούτων, μὴ τοῦ τετελευτηκότος ἕτερος ἔλθῃ ὁ ἐχθρὸς, καὶ τὸν κλῆρον διαδέξηται· οὔτε γὰρ θάνατός ἐστιν ἐκεῖ. οὔτε ἀπέχθεια· αἱ σκηναὶ τῶν ἁγίων εἰσὶ μόναι· ἐν δὲ τοῖς ἁγίοις ἐκείνοις ἀγαλλίασις, χαρὰ, εὐφροσύνη· Φωνὴ γὰρ, φησὶν, ἀγαλλιάσεως ἐν σκηναῖς δικαίων. Αἰώνιοί εἰσι, τέλος οὐκ ἔχουσαι. Οὐχ αὗται τῷ χρόνῳ καταπίπτουσιν, οὐ τοὺς κεκτημένους ἀμείβουσιν, ἀλλ' ἑστήκασιν ἐν ἀκμῇ διηνεκεῖ, εἰκότως· οὐ γὰρ ἔστι τι φθαρτὸν οὐδὲ ἐπίκηρον ἐκεῖ, ἀλλὰ πάντα ἀθάνατα καὶ ἀκήρατα. Οὐκοῦν κενώσωμεν εἰς ταύτην τὴν οἰκοδομὴν τὰ χρήματα· οὐ δεῖ τεκτόνων ἡμῖν, οὐδὲ ἐργατῶν· αἱ τῶν πενήτων χεῖρες τὰς τοιαύτας οἰκοδομοῦσιν οἰκίας, οἱ χωλοὶ, οἱ τυφλοὶ, οἱ ἀνάπηροι· οὗτοι ἐκείνας τὰς οἰκίας οἰκοδομοῦσι. Καὶ μὴ θαυμάσῃς, ὅπου γε καὶ βασιλείαν ἡμῖν οὗτοι προξενοῦσι, καὶ παῤῥησίαν ἡμῖν διδόασι πρὸς τὸν Θεόν. Ἡ γὰρ ἐλεημοσύνη τέχνη τίς ἐστιν ἀρίστη, καὶ προστάτις τῶν ἐργαζομένων αὐτήν· φίλη γὰρ τῷ Θεῷ ἐστι, καὶ πλησίον ἕστηκεν αὐτοῦ, ὑπὲρ ὧν ἂν βούληται, εὐκόλως αἰτοῦσα χάριν, μόνον ἂν μὴ ἀδικῆται παρ' ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτὴν ἐργαζώμεθα· ὡς ἐὰν ᾖ καθαρὰ, πολλὴν τοῖς ἀναπέμπουσιν αὐτὴν δίδωσι τὴν παῤῥησίαν. Τοσαύτη αὐτῆς ἡ ἰσχὺς, ὅτι καὶ ὑπὲρ προσκεκρουκότων δεῖται, καὶ ὑπὲρ ἡμαρτηκότων. Αὕτη διαῤῥήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγμόν· ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι. Καὶ ὥσπερ βασιλίδος εἰσιούσης οὐδεὶς τολμήσει τῶν φυλάκων τῶν ἐπὶ ταῖς θύραις τεταγμένων ἐξετάσαι τίς εἴη καὶ πόθεν, ἀλλὰ πάντες εὐθέως ὑποδέχονται· οὕτω δὴ καὶ τὴν ἐλεημοσύνην· βασιλὶς γάρ ἐστιν ὄντως, ὁμοίους ἀνθρώπους ποιοῦσα Θεῷ. Ἔσεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Ὑπόπτερός ἐστι καὶ κούφη, πτέρυγας ἔχουσα χρυσᾶς, πτῆσιν ἔχουσα πάνυ τέρπουσαν τοὺς ἀγγέλους. Ἐκεῖ, φησὶ, Πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. Καθάπερ γὰρ περιστερά τις χρυσῆ καὶ ζῶσα, πέταται, ὄμμα προσηνὲς ἔχουσα, ὀφθαλμὸν ἥμερον. Οὐδὲν τοῦ ὀφθαλμοῦ ἐκείνου βέλτιον. Καλός ἐστι καὶ ὁ ταὼς, ἀλλὰ πρὸς ἐκείνην κολοιός ἐστιν· οὕτως ἡ ὄρνις αὕτη καλή τίς ἐστι καὶ θαυμαστή. Ἄνω διὰ παντὸς ὁρᾷ, πολλῇ τοῦ Θεοῦ τῇ δόξῃ περιστοιχίζεται· παρθένος ἐστὶ πτέρυγας ἔχουσα χρυσᾶς, περιεσταλμένη, λευκὸν πρόσωπον ἔχουσα καὶ ἥμερον· ὑπόπτερός ἐστι καὶ κούφη, παρὰ τὸν θρόνον ἑστῶσα τὸν βασιλικόν. Ὅταν κρινώμεθα, ἄφνω ἐφίπταται καὶ φαίνεται, καὶ ἐξαιρεῖται τῆς κολάσεως ἡμᾶς, ταῖς αὑτῆς πτέρυξι περιβάλλουσα. Ταύτην θέλει ὁ Θεὸς μᾶλλον, ἢ θυσίας· πολλὰ περὶ αὐτῆς διαλέγεται· οὕτως αὐτὴν φιλεῖ. Χήραν καὶ ὀρφανὸν καὶ πένητα, φησὶν, ἀναλήψεται. Ἀπ' αὐτῆς φιλεῖ καλεῖσθαι ὁ Θεός· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, φησὶν ὁ Δαυῒδ, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός· καὶ πάλιν ἕτερος, Ἔλεος τοῦ Θεοῦ ἐπὶ πᾶσαν τὴν γῆν. Αὕτη τὸ τῶν ἀνθρώπων γένος διέσωσεν· εἰ γὰρ μὴ ἠλέησεν ἡμᾶς ὁ Θεὸς, πάντα ἂν ἀπόλωλεν· αὕτη ἐχθροὺς ἡμᾶς ὄντας κατήλλαξεν, αὕτη τὰ μυρία ἀγαθὰ εἰργάσατο, αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἔπεισε δοῦλον γενέσθαι καὶ κενῶσαι ἑαυτόν. Ταύτην ζηλώσωμεν, ἀγαπητοὶ, δι' ἧς ἐσώθημεν· ταύτην ἀγαπήσωμεν, ταύτην χρημάτων προτιμήσωμεν, καὶ χωρὶς χρημάτων ψυχὴν ἐλεήμονα ἔχωμεν. Οὐδὲν οὕτω χαρακτηριστικὸν Χριστιανοῦ, ὡς ἐλεημοσύνη· οὐδὲν οὕτω καὶ ἄπιστοι καὶ πάντες θαυμάζουσιν, ὡς ὅταν ἐλεῶμεν. Πολλαχοῦ γὰρ καὶ ἡμεῖς δεόμεθα τοῦ ἐλέους τούτου, καὶ πρὸς τὸν Θεὸν καθ' ἑκάστην λέγομεν· Κατὰ τὸ μέγα σου ἔλεος ἐλέησον ἡμᾶς. Πρότερον αὐτοὶ ἀρχώμεθα· μᾶλλον δὲ οὐκ ἀρχόμεθα πρότερον· καὶ γὰρ αὐτὸς ἤδη ἐπεδείξατο τὸν ἔλεον αὐτοῦ τὸν περὶ ἡμᾶς. Ἀλλ', ἀγαπητοὶ, κἂν δεύτεροι ἑπώμεθα. Εἰ γὰρ ἄνθρωποι τὸν ἐλεήμονα, κἂν μυρία ἐργάσηται ἁμαρτήματα, ἐλεοῦσι· πολλῷ μᾶλλον ὁ Θεός. Ἄκουε τοῦ προφήτου λέγοντος· Ἐγὼ δὲ ὡσεὶ ἐλαία, φησὶ, κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τοιοῦτοι γενώμεθα, ὡς ἐλαία γενώμεθα· πάντοθεν βριθώμεθα ταῖς ἐντολαῖς· οὐ γὰρ ἀρκεῖ ὡς ἐλαίαν εἶναι, ἀλλὰ καὶ κατάκαρπον. Εἰσὶ γὰρ οἳ ἐλεοῦντες ὀλίγα διδόασιν, ἢ διὰ παντὸς τοῦ ἐνιαυτοῦ ἅπαξ, ἢ καθ' ἑκάστην ἑβδομάδα, ἢ τὸ τυχὸν προϊέμενοι· οὗτοι ἐλαῖαι μέν εἰσιν, οὐ κατάκαρποι δὲ, ἀλλὰ καὶ ξηραί. Ὅτι μὲν γὰρ ἐλεοῦσιν, ἐλαῖαι· ὅτι δὲ οὐ φιλοτίμως, οὐ κατάκαρποι ἐλαῖαι. Ἀλλ' ἡμεῖς κατάκαρποι γενώμεθα. Ὃ πολλάκις εἶπον, καὶ λέγω νῦν· οὐ τῷ μέτρῳ τῶν διδομένων τὸ μέγεθος δείκνυται τῆς ἐλεημοσύνης, ἀλλὰ τῇ προαιρέσει τοῦ διδόντος. Ἴστε τὰ κατὰ τὴν χήραν· καλὸν ἀεὶ φέρειν τοῦτο τὸ ὑπόδειγμα, ἵνα μηδὲ ὁ πένης ἀπογινώσκῃ ἑαυτοῦ, ὁρῶν εἰς τὴν τὰ δύο λεπτὰ καταβαλοῦσαν. Ἤνεγκάν τινες καὶ τρίχας ἐν τῇ τοῦ ναοῦ κατασκευῇ, καὶ οὐδὲ οὗτοι ἀπεβλήθησαν. Ἀλλ' εἰ μὲν χρυσίον ἔχοντες, τρίχας ἔφερον, ἐπικατάρατοι· εἰ δὲ τοῦτο ἔχοντες μόνον, τοῦτο ἤνεγκαν, ἀπόδεκτοι. Διὰ τοῦτο καὶ ὁ Κάϊν ἐμέμφθη, οὐκ ἐπειδὴ φαῦλα προσήνεγκεν, ἀλλ' ἐπειδὴ ὧν εἶχε τὰ φαυλότερα· Ἐπικατάρατος, φησὶν, ὃς ἔχει ἄρσεν, καὶ θύει διεφθαρμένον τῷ Θεῷ, Οὐχ ἁπλῶς εἶπεν, ἀλλ' ὁ ἔχων, φησὶ, καὶ φειδόμενος. Εἰ τοίνυν τις οὐκ ἔχει, ἀπήλλακται καὶ ἐγκλημάτων, μᾶλλον δὲ ἔχει μισθόν. Τί γὰρ δύο ὀβολῶν εὐτελέστερον, καὶ τριχῶν οὐδαμινέστερον; τί δὲ σεμιδάλεως κοτύλης; ἀλλ' ὅμως ταῦτα ηὐδοκίμησεν ὁμοίως τοῖς μόσχοις καὶ τῷ χρυσίῳ. Καθ' ὃ γὰρ ἔχει τις, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει· καὶ, Ὡς ἂν ἔχῃ, φησὶν, ἡ χείρ σου, εὖ ποίει· διὸ, παρακαλῶ, κενώσωμεν προθύμως τὰ ὄντα εἰς τοὺς πένητας· κἂν ὀλίγα ᾖ, τὸν αὐτὸν ληψόμεθα μισθὸν τοῖς τὰ πλείονα καταβάλλουσι, μᾶλλον δὲ πλείονα τῶν μυρία τάλαντα καταβαλλόντων. Ἂν ταῦτα ποιῶμεν, ἐπιτευξόμεθα τῶν ἀφάτων θησαυρῶν τοῦ Θεοῦ, ἂν μὴ ἀκούωμεν μόνον, ἀλλὰ καὶ πράττωμεν, ἂν μὴ ἐπαινῶμεν, ἀλλὰ καὶ διὰ τῶν ἔργων ἐπιδεικνύωμεν. Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
