# In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/3.1-4

Καὶ αὐτὸς, φησὶ, τῆς οἰκίας ἦν. Καὶ οὐκ εἶπεν, οὗτος μὲν γὰρ δοῦλος, ἐκεῖνος δὲ Δεσπότης, ἀλλὰ τοῦτο λανθανόντως ἐνέφηνεν. Εἰ ὁ οἶκος οὖν ἦν ὁ λαὸς, καὶ αὐτὸς δὲ τοῦ λαοῦ ἦν, καὶ αὐτὸς ἄρα τῆς οἰκίας ἦν· οὕτω γὰρ καὶ ἡμῖν ἔθος λέγειν, ὁ δεῖνα τῆς οἰκίας τῆς τοῦ δεῖνός ἐστιν. Ἐνταῦθα δὲ οἶκον οὐ τὸν ναὸν λέγει· οὐ γὰρ ὁ Θεὸς αὐτὸν κατεσκεύασεν, ἀλλ' οἱ ἄνθρωποι. Ὁ δὲ ποιήσας αὐτὸν, ὁ Θεός· τὸν Μωϋσέα φησί. Καὶ ὅρα πῶς δείκνυσι τὴν ὑπεροχὴν λανθανόντως· Πιστὸς, φησὶν, ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ αὐτὸς ὢν τοῦ οἴκου, τουτέστι, τοῦ λαοῦ. Πλείονα τιμὴν ἔχει τῶν ἔργων ὁ τεχνίτης, ἀλλὰ καὶ τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Ὁ δὲ τὰ πάντα κατασκευάσας, Θεός. Ὁρᾷς ὅτι οὐ περὶ τοῦ ναοῦ λέγει, ἀλλὰ περὶ παντὸς τοῦ λαοῦ; Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων. Ἰδοὺ καὶ ἄλλη ὑπεροχὴ ἡ ἀπὸ τοῦ Υἱοῦ καὶ τῶν δούλων. Ὁρᾷς πάλιν ὅτι γνησιότητα διὰ τῆς τοῦ Υἱοῦ προσηγορίας αἰνίττεται; Χριστὸς δὲ, ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ. Εἶδες πῶς ποίημα καὶ ποιητὴν διίστησι, πῶς δοῦλον καὶ Υἱόν; κἀκεῖνος μὲν εἰς τὰ πατρῷα ὡς Δεσπότης εἰσέρχεται, οὗτος δὲ ὡς δοῦλος. Οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν. Ἐνταῦθα πάλιν αὐτοὺς προτρέπει ἑστάναι γενναίως, καὶ μὴ καταπίπτειν. Οἶκος γὰρ, φησὶν, ἐσόμεθα τοῦ Θεοῦ, ὥσπερ ἦν Μωϋσῆς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν· ὥστε ὁ ἀλγῶν ἐν τοῖς πειρασμοῖς καὶ καταπίπτων, οὐ καυχᾶται· ὁ αἰσχυνόμενος, ὁ κρυπτόμενος, παῤῥησίαν οὐκ ἔχει· ὁ ἀλύων οὐ καυχᾶται. Εἶτα καὶ ἐγκωμιάζει αὐτοὺς λέγων· Ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν· δεικνὺς ὅτι καὶ ἤρξαντο. Δεῖ δὲ καὶ τοῦ τέλους, καὶ οὐχ ἁπλῶς ἑστάναι, ἀλλὰ βεβαίαν ἔχειν τὴν ἐλπίδα ἐν πληροφορίᾳ πίστεως, μὴ παρασαλευομένους ὑπὸ τῶν πειρασμῶν. Καὶ μὴ θαυμάσῃς, εἰ ἀνθρωπινώτερον τὸ, Αὐτὸς πειρασθεὶς, εἴρηται. Εἰ γὰρ περὶ τοῦ Πατρὸς τοῦ μὴ σαρκωθέντος φησὶν ἡ Γραφὴ, Ἐκ τοῦ οὐρανοῦ διέκυψεν ὁ Κύριος καὶ εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τουτέστιν, ἀκριβῶς πάντα κατέμαθε· καὶ πάλιν, Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· καὶ πάλιν, Οὐ δύναται φέρειν ὁ Θεὸς τὰς κακίας τῶν ἀνθρώπων· τὸ πολὺ τῆς ὀργῆς ἐνδεικνυμένη ἡ θεία Γραφή· πολλῷ μᾶλλον περὶ τοῦ Χριστοῦ τοῦ καὶ παθόντος ἐν σαρκὶ λέγοιντ' ἂν ταῦτα τὰ ἀνθρωπινοπαθῆ. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων τὴν πεῖραν πάντων εἶναι πιστοτέραν νομίζουσι πρὸς γνῶσιν, βούλεται δεῖξαι, ὅτι ὁ παθὼν οἶδε τί πάσχει ἡ ἀνθρωπίνη φύσις, Ὅθεν, φησὶν, ἀδελφοὶ ἅγιοι. Τὸ, Ὅθεν, ἀντὶ τοῦ, διὰ τοῦτο, φησί, Κλήσεως ἐπουρανίου μέτοχοι. Μηδὲν τοίνυν ἐνταῦθα ζητῆτε, εἰ ἐκεῖ κέκλησθε· ἐκεῖ γὰρ ὁ μισθὸς, ἐκεῖ ἡ ἀνταπόδοσις. Τί οὖν; Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Τί ἐστι, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν; Τουτέστι, προνοϊκὸν, προϊστάμενον τῶν αὐτοῦ, καὶ οὐκ ἐῶντα φέρεσθαι ἁπλῶς. Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Τουτέστι, Γνῶτε τίς ἐστιν ὁ ἀρχιερεὺς καὶ ποταπὸς, καὶ οὐ δεήσεσθε παραμυθίας ἑτέρας οὐδὲ παρακλήσεως. Ἀπόστολον δὲ αὐτὸν λέγει διὰ τὸ ἀπεστάλθαι· καὶ ἀρχιερέα φησὶ τῆς ὁμολογίας ἡμῶν, τουτέστι, τῆς πίστεως, Καλῶς εἶπεν· Ὡς Μωϋσῆς· καὶ γὰρ καὶ οὗτος λαὸν, καθάπερ ἐκεῖνος προστασίαν λαοῦ, ἐγκεχείρισται, εἰ καὶ μείζονα, καὶ ἐπὶ μείζοσι. Μωϋσῆς μὲν γὰρ ὡς οἰκέτης, Χριστὸς δὲ ὡς Υἱός· καὶ ὁ μὲν τῶν ἀλλοτρίων, οὗτος δὲ τῶν αὐτοῦ κήδεται. Εἰς μαρτύριον τῶν λαληθησομένων. Τί λέγεις; μαρτυρίαν ἀνθρώπου λαμβάνει ὁ Θεός; Καὶ πάνυ γε. Εἰ γὰρ οὐρανὸν μαρτύρεται καὶ γῆν καὶ βουνοὺς, λέγων διὰ τοῦ προφήτου· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου ἡ γῆ, ὅτι Κύριος ἐλάλησε, καί· Ἀκούσατε φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ· πολλῷ μᾶλλον ἀνθρώπους. Τί ἐστιν, Εἰς μαρτύριον; Ἵνα ὦσι, φησὶ, μάρτυρες, ὅταν ἀναισχυντῶσιν αὐτοί. Χριστὸς, δὲ ὡς Υἱός. Ὁ μὲν γὰρ ἀλλοτρίων κήδεται, οὗτος δὲ τῶν αὑτοῦ. Καὶ τὸ καύχημα τῆς ἐλπίδος. Καλῶς εἶπε· Τῆς ἐλπίδος, ἐπειδὴ πάντα ἐν ἐλπίσιν ἦν τὰ ἀγαθά. Οὕτω δὲ αὐτὴν δεῖ κατέχειν, ὡς ἤδη καυχᾶσθαι ὡς ἐπὶ γεγενημένοις. Διὰ τοῦτό φησι· Τὸ καύχημα τῆς ἐλπίδος· καὶ ἐπάγει, Μέχρι τέλους βεβαίαν κατάσχωμεν· τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Εἰ τοίνυν τῇ ἐλπίδι ἐσώθημεν, καὶ δι' ὑπομονῆς ἀπεκδεχόμεθα, μὴ οὖν ἀσχάλλωμεν ἐπὶ τοῖς παροῦσι, μηδὲ ἤδη ζητῶμεν τὰ μετὰ ταῦτα ἐπαγγελθέντα. Ἐλπὶς γὰρ, φησὶ, βλεπομένη, οὐκ ἔστιν ἐλπίς. Ἐπειδὴ γὰρ μεγάλα ἐστὶ τὰ ἀγαθὰ, φησὶν, ἐνταῦθα λαβεῖν οὐ δυνάμεθα αὐτὰ ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ. Τίνος οὖν ἕνεκεν ἡμῖν καὶ προεῖπε ταῦτα, οὐ μέλλων αὐτὰ ἐνταῦθα διδόναι; Ἵνα τῇ ἐπαγγελίᾳ τὰς ψυχὰς ἀνακτήσηται, ἵνα τῇ ὑποσχέσει ῥώσῃ τὴν προθυμίαν, ἵνα ἀλείψῃ καὶ διεγείρῃ τὴν ἡμετέραν διάνοιαν. Διὰ δὴ τοῦτο πάντα ταῦτα γεγένηται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
