# In epistulam ad Hebraeos (homiliae 1-34) 3.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/3.1-7

Ἐπεὶ οὖν τοσαυτάκις ἐξεκρούσθη, ὡσανεὶ ἀπολογούμενός φησιν, Ἡ αἰτία παρ' ὑμᾶς. Βαβαὶ, πόση διαφορά; ὀφείλοντες ἄλλους διδάσκειν, οὐδὲ ἁπλῶς μαθηταί εἰσιν, ἀλλὰ μαθηταὶ ἔσχατοι. Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, φησὶ, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. Ἐνταῦθα στοιχεῖα ἀρχῆς τὴν ἀνθρωπότητά φησιν. Ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραμμάτων πρῶτον τὰ στοιχεῖα δεῖ μαθεῖν, οὕτω καὶ ἐπὶ τῶν θείων λογίων πρῶτον περὶ τῆς ἀνθρωπότητος ἔδει διδάσκεσθαι. Ὁρᾷς τίς ἡ αἰτία τοῦ ταπεινὰ φθέγγεσθαι; Οὕτω καὶ Ἀθηναίοις ἐποίησεν ὁ Παῦλος διαλεγόμενος αὐτοῖς καὶ λέγων· Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τανῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο εἰ μέν τι ὑψηλὸν λέγει, ἐν βραχεῖ τοῦτό φησι, τὰ δὲ ταπεινὰ πολλαχοῦ διέσπαρται τῆς ἐπιστολῆς. Καὶ οὕτω δὲ τὸ ὑψηλὸν δείκνυται· τὸ γὰρ σφόδρα ταπεινὸν οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι. Οὕτω καὶ ἐνταῦθα τὸ ἀσφαλὲς φυλάττων, τὰ ταπεινὰ προσάπτει τῇ ἀνθρωπότητι· καὶ τὸ αἴτιον, τὸ μὴ δύνασθαι αὐτοὺς τῶν τελείων ἀκούειν. Τοῦτο μάλιστα ἐν τῇ πρὸς Κορινθίους ἐσήμανεν Ἐπιστολῇ, εἰπών· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Θέα δέ μοι τὴν σύνεσιν αὐτοῦ τὴν πολλὴν, πῶς καταλλήλως ἀεὶ τοῖς ὑποκειμένοις πάθεσι προσφέρεται. Ἐκεῖ μὲν γὰρ ἡ ἀσθένεια ἀπὸ ἀμαθίας τὸ πλέον ἐγένετο, μᾶλλον δὲ ἀπὸ ἁμαρτημάτων· ἐνταῦθα δὲ οὐκ ἀπὸ ἁμαρτημάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν θλίψεων τῶν συνεχῶν· διὸ καὶ λέξεσι δέξασθαι δυναμέναις τὴν διαφορὰν κέχρηται, ἐκεῖ μὲν λέγων, Σαρκικοί ἐστε, ἐνταῦθα δέ· Ἐπεὶ μείζων ἡ ὀδύνη, νωθροὶ γεγόνατε. Καὶ ἐκεῖνοι μὲν οὐκ ἠδυνήθησαν ἐνεγκεῖν, ἅτε σαρκικοὶ ὄντες· οὗτοι δὲ ἠδυνήθησαν. Τὸ γὰρ εἰπεῖν, Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς, δηλοῦντος ἦν ὅτι πάλαι ὑγίαινον, καὶ ἦσαν ἰσχυροὶ, τῇ προθυμίᾳ ζέοντες, καὶ ὕστερον αὐτοὺς τοῦτο παθεῖν μαρτυρεῖ. Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Ἀεὶ δὲ γάλα τὸν ταπεινὸν λόγον καλεῖ, καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ὀφείλοντες εἶναι, φησὶ, διδάσκαλοι διὰ τὸν χρόνον· ὡσεὶ ἔλεγε· Δι' ὃ μάλιστα ἐξελύθητε, καὶ ὕπτιοι γεγόνατε, διὰ τοῦτο μάλιστα ὀφείλετε εἶναι ἰσχυροὶ, διὰ τὸν χρόνον. Γάλα δὲ καλεῖ τὸν ταπεινὸν λόγον διὰ τὸ τοῖς ἀφελεστέροις ἁρμόζειν· τοῦτο δὲ ἐναντίον τοῖς τελειοτέροις, καὶ βλαβερὸν τὸ ἐν τούτοις διατρίβειν. Ὥστε οὐκ ἔδει τὰ νομικὰ ἐπεισφέρεσθαι νῦν, οὐδὲ ἀπὸ τούτων τὴν σύγκρισιν γίνεσθαι, ὅτι ἀρχιερεὺς, καὶ ὅτι ἔθυσε, καὶ ἐδεήθη μετὰ κραυγῆς καὶ ἱκετηρίας. Ὅρα γοῦν πῶς ἡμῖν ταῦτα προσίσταται· ἀλλ' ἐκείνους τότε ἔτρεφεν, οὐδαμοῦ προσιστάμενα αὐτοῖς. Ἄρα οὖν ἀληθὴς τροφὴ τὰ λόγια τοῦ Θεοῦ, τρέφουσα τὴν ψυχήν. Ὅτι δὲ ὁ λόγος τροφὴ, δῆλον ἐκεῖθεν· Δώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Οὐκ εἶπεν, Ἔθρεψα, δεικνὺς ὅτι οὐκ ἔστι τὸ τοιοῦτον τροφὴ, ἀλλ' ὥσπερ ἐπὶ τῶν παιδίων τῶν μικρῶν τῶν οὐ δυναμένων ἄρτῳ τρέφεσθαι· τὰ γὰρ τοιαῦτα οὐ ποτίζεται, ἀλλ' ἡ τροφὴ αὐτοῖς ἀντὶ ποτοῦ γίνεται· οὕτω καὶ ἐνταῦθα. Καὶ οὐκ εἶπε, Χρείαν ἔχετε, ἀλλὰ, Γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς· τουτέστιν, Ὑμεῖς ἠθελήσατε, ὑμεῖς ἑαυτοὺς εἰς τοῦτο κατεστήσατε, εἰς ταύτην τὴν χρείαν. Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι. Τί ἐστιν ὁ λόγος τῆς δικαιοσύνης; Ἐνταῦθά μοι δοκεῖ καὶ βίον αἰνίττεσθαι· ὅπερ καὶ ὁ Χριστὸς ἔλεγεν, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων. Τοῦτο καὶ αὐτός φησιν· Ἄπειρος λόγου δικαιοσύνης· τουτέστι, τῆς ἄνω φιλοσοφίας ἄπειρος, οὐ δύναται παραδέξασθαι βίον ἄκρον καὶ ἠκριβωμένον. Ἢ καὶ δικαιοσύνην ἐνταῦθα τὸν Χριστόν φησι, καὶ τὸν ὑψηλὸν περὶ αὐτοῦ λόγον. Ὅτι μὲν οὖν νωθροὶ γεγόνασιν, εἶπε· πόθεν δὲ, οὐκέτι προσέθηκεν, αὐτοῖς ἀφιεὶς εἰδέναι, καὶ μὴ βουλόμενος ἐπαχθῆ τὸν λόγον ἐργάσασθαι. Ἐπὶ δὲ τῶν Γαλατῶν καὶ ἐθαύμασε καὶ ἠπόρησεν· ὃ πολλῷ μεῖζον πρὸς παραμυθίαν ἐστίν· ὡς οὐκ ἂν προσδοκήσαντός ποτε τοῦτο γενέσθαι. Τοῦτο γάρ ἐστιν ἡ διαπόρησις. Ὁρᾷς νηπιότητα ἑτέραν οὖσαν; ὁρᾷς τελειότητα ἑτέραν; Γενώμεθα τέλειοι τοίνυν ταύτην τὴν τελειότητα· ἔνεστι καὶ παῖδας ὄντας καὶ νέους. πρὸς ἐκείνην ἐλθεῖν τὴν τελειότητα· οὐ γάρ ἐστι φύσεως, ἀλλ' ἀρετῆς. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Τί δαί; οὐκ εἶχον τὰ αἰσθητήρια γεγυμνασμένα ἐκεῖνοι, οὐδὲ ᾔδεισαν τί καλὸν καὶ κακόν; Νῦν οὐ περὶ βίου αὐτῷ ὁ λόγος, ὅταν λέγῃ, Πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ· τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ εὔκολον· ἀλλὰ περὶ δογμάτων ὑγιῶν καὶ ὑψηλῶν, διεφθαρμένων τε καὶ ταπεινῶν. Τὸ παιδίον οὐκ οἶδε τὴν φαύλην καὶ τὴν δόκιμον τροφὴν διαιρεῖν· πολλάκις γοῦν καὶ χοῦν ἐνέβαλεν εἰς τὸ στόμα, καὶ τὸ βλαβερὸν ἐδέξατο, καὶ πάντα ἀδιακρίτως ποιεῖ· ἀλλ' οὐ τὸ τέλειον τοιοῦτον. Τοιοῦτοί εἰσιν οἱ πᾶσιν ἁπλῶς προσέχοντες, καὶ ἀδιακρίτως τὰς ἀκοὰς ἐκδιδόντες ἀδοκίμοις. Καὶ τούτους αἰτιᾶται, ὡς ἁπλῶς περιφερομένους, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις διδόντας ἑαυτούς· ὃ καὶ πρὸς τῷ τέλει ᾐνίξατο λέγων, Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. Τοῦτό ἐστι, Πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Λάρυγξ μὲν γὰρ σῖτα γεύεται, ψυχὴ δὲ δοκιμάζει λόγους.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
