# In epistulam ad Hebraeos (homiliae 1-34) 3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/3

Ἐπεὶ οὖν καθαρισμὸν ἐποίησε τῶν ἁμαρτιῶν ἡμῶν, μένωμεν καθαροὶ, καὶ μηδεμίαν δεξώμεθα κηλῖδα, ἀλλὰ τὸ κάλλος, ὅπερ ἡμῖν ἐνέθηκε, καὶ τὴν εὐπρέπειαν διαφυλάττειν οὕτω σπουδάζωμεν ἀμόλυντον καὶ καθαρὰν, ὥστε μηδένα σπῖλον ἔχειν ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Σπῖλος γάρ ἐστι καὶ ῥυτὶς καὶ τὰ μικρὰ τῶν ἁμαρτημάτων· οἷόν τι λέγω, λοιδορία, ὕβρις, ψεῦδος· μᾶλλον δὲ οὐδὲ ταῦτα μικρὰ, ἀλλὰ καὶ σφόδρα μεγάλα, καὶ οὕτω μεγάλα, ὡς καὶ τῆς βασιλείας ἀποστερεῖν τῶν οὐρανῶν. Πῶς καὶ τίνι τρόπῳ; Ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ μωρὸν, ἔνοχός ἐστι, φησὶν, εἰς τὴν γέενναν τοῦ πυρός. Εἰ δὲ ὁ μωρὸν καλῶν, ὃ δοκεῖ πάντων εἶναι κουφότερον, καὶ παίδων ὁμιλία· ὁ κακοήθη καλῶν καὶ κακοῦργον καὶ βάσκανον, καὶ μυρίοις ἑτέροις βάλλων ὀνείδεσι, τίνα οὐχ ὑποστήσεται κολάσεως δίκην; τί φρικωδέστερον τούτου; Ἀλλ' ἀνάσχεσθε, παρακαλῶ, τοῦ λόγου. Εἰ γὰρ ὁ ποιῶν ἑνὶ τῶν ἐλαχίστων, αὐτῷ ποιεῖ, καὶ ὁ μὴ ποιῶν ἑνὶ τῶν ἐλαχίστων, αὐτῷ οὐ ποιεῖ· πῶς οὐχὶ καὶ ἐπὶ τῆς εὐφημίας, καὶ ἐπὶ τῆς κατηγορίας ταὐτόν ἐστιν; Ὁ ὑβρίζων γὰρ τὸν ἀδελφὸν αὑτοῦ, τὸν Θεὸν ὕβρισε· καὶ ὁ τιμῶν τὸν ἀδελφὸν αὑτοῦ, τὸν Θεὸν τιμᾷ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
