Ancient Greek
Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς· ἧς τὸ τέλος εἰς καῦσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-10
Not analysed yet
Ταῦτα ἀκούοντες, παρακαλῶ, διακονῶμεν τοῖς ἁγίοις. Πᾶς γὰρ πιστὸς ἅγιος, καθὸ πιστός ἐστι· κἂν κοσμικὸς ᾖ τις, ἅγιός ἐστιν· Ἡγίασται γὰρ, φησὶν, ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Ὅρα πῶς τὸν ἁγιασμὸν ἡ πίστις ποιεῖ. Κἂν κοσμικὸν τοίνυν ἴδωμεν ἐν περιστάσει, ὀρέγωμεν χεῖρα· μὴ πρὸς τοὺς ἐν ὄρεσι μόνον καθημένους ὦμεν σπουδαῖοι· ἅγιοι μὲν γὰρ ἐκεῖνοι καὶ βίῳ καὶ πίστει, ἅγιοι δὲ καὶ οὗτοι τῇ πίστει, πολλοὶ δὲ καὶ βίῳ. Μὴ, ἐὰν ἴδωμεν μοναχὸν εἰς φυλακὴν, τότε εἰσέλθωμεν· ἐὰν δὲ κοσμικὸν, μὴ εἰσέλθωμεν· ἅγιός ἐστι καὶ οὗτος, καὶ ἀδελφός. Τί οὖν, φησὶν, ἐὰν ᾖ ἀκάθαρτος καὶ μιαρός; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Σὺ διὰ τὸν Θεὸν ποίησον. Καὶ τί λέγω; κἂν Ἕλληνα ἴδωμεν ἐν περιστάσει, εὖ ποιεῖν δεῖ, καὶ ἁπλῶς πάντα ἄνθρωπον ἐν περιστάσεσιν ὄντα, πολλῷ δὲ μᾶλλον πιστὸν κοσμικόν. Ἄκουε Παύλου λέγοντος· Τὸ καλὸν ποιεῖτε πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἀλλ' οὐκ οἶδα πόθεν τοῦτο εἰσενήνεκται, καὶ πόθεν αὕτη κεκράτηκεν ἡ συνήθεια. Ὁ γὰρ τοὺς μονάζοντας μόνον ἐπιζητῶν, κἀκείνους μόνους εὖ ποιεῖν θέλων, καὶ ἐκείνους δὲ πάλιν περιεργαζόμενος, καὶ λέγων, Ἐὰν μὴ ᾖ ἄξιος, ἐὰν μὴ ᾖ δίκαιος, ἐὰν μὴ σημεῖα ποιῇ, οὐκ ὀρέγω χεῖρα, τὸ πλέον τῆς ἐλεημοσύνης ἐξεῖλε, καὶ τοῦτο δὲ αὐτὸ τῷ χρόνῳ πάλιν ἀναιρήσει· καίτοι γε ἐλεημοσύνη ἐκείνη ἐστὶν, ἡ εἰς τοὺς ἁμαρτωλοὺς, ἡ εἰς τοὺς ὑπευθύνους γινομένη. Ἐλεημοσύνη γὰρ τοῦτό ἐστιν, οὐ τὸ τοὺς κατωρθωκότας, ἀλλὰ τὸ τοὺς πεπλημμεληκότας ἐλεεῖν. Καὶ ἵνα μάθῃς, ἄκουε τί φησιν ὁ Χριστὸς διὰ τῆς παραβολῆς· Κατῄει, φησὶ, τὶς ἀπὸ Ἱεροσολύμων εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσε· καὶ τυπτήσαντες αὐτὸν, εἴασαν παρὰ τὴν ὁδὸν ἡμιθανῆ τυγχάνοντα. Κατὰ δὲ συγκυρίαν Λευΐτης τις παρὰ τὴν ὁδὸν ἦλθε, καὶ ἰδὼν αὐτὸν, ἀντιπαρῆλθεν· ὁμοίως δὲ καὶ ἱερεύς τις τὸ αὐτὸ ποιήσας παρέδραμεν. Ὕστερον δὲ ἦλθέ τις Σαμαρείτης, καὶ πολλὴν τὴν κηδεμονίαν ἐποιήσατο ἐπ' αὐτῷ. Ἐπέδησε γὰρ τὰ τραύματα, ἐπέσταξεν ἔλαιον, ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ὄνον, ἤγαγεν αὐτὸν εἰς τὸ πανδοχεῖον, εἶπε τῷ πανδοχεῖ· Θεράπευσον αὐτόν. Καὶ ὅρα τὴν φιλοτιμίαν τὴν πολλήν· Καὶ ἐγώ σοι δώσω, φησὶν, ὅσον ἂν ἀναλώσῃς. Εἶτα πυνθάνεται· Τίς οὖν δοκεῖ σοι πλησίον αὐτοῦ γεγονέναι; Ὁ δὲ νομικὸς εἰπὼν, Ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ, ἀκούει, Πορεύου οὖν, καὶ σὺ ποίει ὁμοίως. Καὶ θέα ποίαν εἶπε παραβολήν. Οὐκ εἶπεν ὅτι Ἰουδαῖος εἰς Σαμαρείτην ἐποίησεν, ἀλλ' ὅτι Σαμαρείτης τὴν φιλοτιμίαν ἐκείνην ἅπασαν ἐνεδείξατο. Ἐντεῦθεν μανθάνομεν, ἐξ ἴσης προνοεῖσθαι τῶν πάντων, οὐ τῶν οἰκείων τῆς πίστεως μόνον ἐπιμελουμένους, τῶν ἀλλοτρίων δὲ ἀμελοῦντας. Οὕτω τοίνυν καὶ σὺ, ἐὰν ἴδῃς τινὰ κακῶς πάσχοντα, μηδὲν περιεργάζου λοιπόν· ἔχει τὸ δικαίωμα τῆς βοηθείας τὸ κακῶς παθεῖν αὐτόν. Εἰ γὰρ ὄνον ἐὰν ἴδῃς ἀγχόμενον, ἐγείρεις αὐτὸν, καὶ οὐ περιεργάζῃ τίνος ἐστί· πολλῷ μᾶλλον ἄνθρωπον οὐ δεῖ περιεργάζεσθαι τίνος ἐστί· τοῦ Θεοῦ ἐστι, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος. Εἰ γὰρ καὶ ἄπιστος, ἀλλὰ βοηθείας δεῖται. Εἰ μὲν γὰρ ἐξετάζειν καὶ κρίνειν ἐπετράπη σοι, καλῶς ταῦτα ἔλεγες· νῦν δὲ ἡ συμφορὰ ταῦτα οὐκ ἀφίησί σε ἐξετάζειν. Εἰ γὰρ οὐδὲ ὑγιαίνοντας περιεργάζεσθαι χρὴ, οὐδὲ τὰ ἑτέρων πολυπραγμονεῖν, πολλῷ μᾶλλον τοὺς κακῶς πάσχοντας. Ἄλλως δὲ τί; Εἶδες εὐθηνοῦντα αὐτὸν ἢ εὐδοκιμοῦντα, ὅτι λέγεις, πονηρός ἐστι καὶ φαῦλος; κακῶς πάσχει· εἰ δὲ κακῶς πάσχοντα ὁρᾷς, μὴ λέγε ὅτι πονηρός ἐστιν. Ὅταν μὲν γὰρ εὐδοκιμῇ, καλῶς ταῦτα λέγομεν· ὅταν δὲ ἐν συμφορᾷ ᾖ καὶ βοηθείας δεῖται, οὐ χρὴ λέγειν ὅτι πονηρός ἐστιν· ὠμότητος γὰρ τοῦτο καὶ ἀπανθρωπίας καὶ ἀλαζονείας. Τί τῶν Ἰουδαίων ἀνομώτερον γέγονεν, εἰπέ μοι; Ἀλλ' ὅμως ἐκόλασεν αὐτοὺς ὁ Θεὸς, καὶ δικαίως, καὶ σφόδρα δικαίως· καὶ ὅμως τοὺς μὲν συναλγοῦντας αὐτοῖς ἀπεδέξατο, τοὺς δὲ ἐφησθέντας ἐκόλασεν. Οὐκ ἔπασχον γὰρ, φησὶν, οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ. Καὶ πάλιν φησίν· Ἐκπρίου κτεινομένους, μὴ φείσῃ. Οὐκ εἶπε, Περιέργασαι, καὶ μάθε τίς ἐστι· καίτοι ὡς τὰ πολλὰ πονηροὶ οἱ ἀπαγόμενοι ἀλλ' εἶπεν ἁπλῶς, Ἐκπρίου, ὅστις ἂν ᾖ, φησί. Τοῦτο γάρ ἐστι μάλιστα ἐλεημοσύνη. Ὁ μὲν γὰρ φίλον εὖ ποιῶν, οὐ διὰ τὸν Θεὸν πάντως ποιεῖ· ὁ δὲ ἀγνῶτα, οὗτος καθαρῶς διὰ τὸν Θεὸν ἐργάζεται. Καὶ ὁ μέν φησι, Μὴ φείσῃ χρημάτων, ἀλλὰ κἂν πάντα δέῃ κενῶσαι, δός· ἡμεῖς δὲ ἀγχομένους ὁρῶντες, ἀποδυρομένους, μυρίων θανάτων χαλεπώτερα πάσχοντας, καὶ ἀδίκως πολλάκις, φειδόμεθα τῶν χρημάτων, καὶ ἀφειδοῦμεν τῶν ἀδελφῶν· τῶν ἀψύχων μὲν κηδόμεθα, ψυχῆς δὲ ἀμελοῦμεν. Καίτοι γε Παῦλος κελεύει ἐν πραότητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους· μήποτε, φησὶ, δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. —Μήποτε, φησίν· ὁρᾷς πόσης μακροθυμίας τὸ ῥῆμα γέμει; Τοῦτον καὶ ἡμεῖς μιμούμενοι, μηδένα ἀπελπίζωμεν. Καὶ γὰρ οἱ ἁλιεῖς, πολλάκις τὸ ἄγκιστρον ῥίψαντες εἰς τὴν θάλατταν, οὐκ ἐπέτυχον, ὕστερον δὲ βαλόντες, τὸ πᾶν ἀπέλαβον. Οὕτω καὶ ἡμεῖς οὐκ ἀπελπίζομεν, ἀλλὰ προσδοκῶμεν ὅτι ἀθρόον δείξετε ἡμῖν καρπὸν ὥριμον. Καὶ γὰρ ὁ γηπόνος ἐπειδὰν σπείρῃ, καὶ τὴν πρώτην ἡμέραν καὶ τὴν δευτέραν ἀναμένει, καὶ πολὺν χρόνον ἐκδέχεται· εἶτα ἀθρόον πάντοθεν ὁρᾷ τοὺς καρποὺς βλαστάνοντας. Τοῦτο καὶ ἐφ' ὑμῶν ἔσεσθαι προσδοκῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.