# In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/4.1-11

Τί φὴς, ἄνθρωπε; ἄρτου ἑνὸς ἕνεκεν καὶ ἱματίου ἐπιθέτην καλεῖς; Ἀλλ' εὐθέως πωλεῖ αὐτὸ, φησί. Σὺ δὲ πάντα τὰ σαυτοῦ καλῶς διοικεῖς; Τί δέ; πάντες ἀπὸ ἀργίας πένονται; οὐδεὶς ἀπὸ ναυαγίων; οὐδεὶς ἀπὸ δικαστηρίων; οὐδεὶς ἀπὸ κλοπῆς; οὐδεὶς ἀπὸ κινδύνων; οὐδεὶς ἀπὸ νόσων; οὐδεὶς ἀπὸ ἄλλης περιστάσεως; Ἀλλ' ἂν ἀκούσωμέν τινος τοιαῦτα ἀποδυρομένου καὶ μεγάλα βοῶντος, καὶ γυμνοῦ ἀναβλέποντος εἰς τὸν οὐρανὸν, καὶ κομῶντος καὶ ῥάκια ἠμφιεσμένου, εὐθέως τὸν ἐπιθέτην, τὸν ἀπατεῶνα, τὸν εἴρωνα καλοῦμεν. Οὐκ αἰσχύνῃ; τίνα ἐπιθέτην καλεῖς; Μηδὲν δῷς, καὶ μὴ κατηγορήσῃς τοῦ ἀνδρός. Ἀλλ' ἔχει, φησὶ, καὶ σχηματίζεται. Τοῦτο σοῦ κατηγορία, οὐκ ἐκείνου· οἶδε πρὸς ὠμοὺς ἔχων, πρὸς θηρία μᾶλλον ἢ πρὸς ἀνθρώπους καὶ ὅτι κἂν ἐλεεινὸν φθέγξηται ῥῆμα, οὐδένα ἐφέλκεται· καὶ διὰ τοῦτο ἀναγκάζεται καὶ σχῆμα περιθεῖναι ἑαυτῷ ἐλεεινότερον, ἵνα σου κατακλάσῃ τὴν ψυχήν. Ἐὰν ἴδωμέν τινα ἐν ἐλευθερίῳ σχήματι προσιόντα, Οὗτος ἐπιθέτης ἐστὶ, φησὶ, καὶ ἵνα δόξῃ ἀπὸ εὐγενῶν εἶναι, οὕτω πρόσεισιν· ἂν ἴδωμεν ἐν τῷ ἐναντίῳ σχήματι καὶ τοῦτον κακίζομεν. Τί πράξουσι λοιπόν; Ὢ τῆς ὠμότητος. ὢ τῆς ἀπηνείας. Καὶ τίνος ἕνεκεν, φησὶ, τὰ ἠκρωτηριασμένα μέλη γυμνοῦσι; Διὰ σέ· εἰ ἐλεήμονες ἦμεν, οὐκ ἔδει τούτων αὐτοῖς τῶν τεχνῶν· εἰ ἐκ πρώτης προσόδου ἔπειθον, οὐκ ἂν τοσαῦτα ἐμηχανήσαντο. Τίς ἐστιν οὕτως ἄθλιος, ὡς ἐθέλειν τοσαῦτα βοᾷν, ὡς ἐθέλειν ἀσχημονεῖν, ὡς ἐθέλειν ἀποδύρεσθαι δημοσίᾳ μετὰ τῆς γυναικὸς γεγυμνωμένης, μετὰ τῶν παίδων σποδὸν καταπάττεσθαι; Πόσης ταῦτα πενίας χείρονα; Ἀλλ' ὑπὲρ τούτων οὐ μόνον οὐκ ἐλεοῦνται, ἀλλὰ καὶ κατηγοροῦνται παρ' ἡμῶν. Ἔτι οὖν ἀγανακτήσομεν, ὅτι τοῦ Θεοῦ δεόμενοι οὐκ εἰσακουόμεθα; ἔτι οὖν δυσχερανοῦμεν, ὅτι οὐ πείθομεν παρακαλοῦντες; Οὐ φρίττομεν, ἀγαπητοί; Ἀλλὰ πολλάκις ἔδωκα, φησί. Σὺ δὲ οὐκ ἀεὶ ἐσθίεις; τοὺς δὲ παῖδας πολλάκις ἀπαιτοῦντας ἀπάγεις; Ὢ τῆς ἀναισχυντίας. Πένητα ἀναίσχυντον καλεῖς; καὶ σὺ μὲν ἁρπάζων οὐκ ἀναίσχυντος· ἐκεῖνος δὲ ὑπὲρ ἄρτου δεόμενος ἀναίσχυντος; Οὐκ ἐννοεῖς ὅση τῆς γαστρὸς ἡ ἀνάγκη; οὐχὶ πάντα διὰ τοῦτο ποιεῖς; οὐχὶ τῶν πνευματικῶν διὰ τοῦτο ἀμελεῖς; οὐχὶ οὐρανὸς πρόκειται καὶ οὐρανῶν βασιλεία; σὺ δὲ τὴν ἐκείνης δεδοικὼς τυραννίδα, πάντα ὑπομένεις, καὶ ἐκείνης οὐ καταφρονεῖς; Αὕτη ἐστὶν ἀναισχυντία. Οὐχ ὁρᾷς γέροντας ἀναπήρους; Ἀλλ' ὢ τῆς ληρωδίας. ὁ δεῖνα, φησὶ, τοσούσδε χρυσοῦς δανείζει· ὁ δεῖνα δὲ τόσους, καὶ ἐπαιτεῖ. Παίδων μικρῶν μύθους διηγεῖσθε καὶ λήρους· καὶ γὰρ ἐκεῖνοι τοιούτων ἀεὶ μύθων παρὰ τῆς τιτθίδος ἀκούουσιν. Οὐ πείθομαι, οὐ πιστεύω, μὴ γένοιτο. Δανείζει τις, καὶ ἐν ἀφθονίᾳ ὢν προσαιτεῖ; τίνος ἕνεκεν, εἰπέ μοι; τί δὲ ἀσχημονέστερον τοῦ ἐπαιτεῖν; κρεῖσσον ἀποθανεῖν, ἢ ἐπαιτεῖν. Μέχρι τίνος ἀπηνεῖς ἐσμεν; Τί οὖν; πάντες δανείζουσι; πάντες ἐπιθέται εἰσίν; οὐδεὶς πένης ὄντως; Ναὶ, φησὶ, καὶ πολλοί. Τί οὖν ἐκείνοις οὐκ ἐπικουρεῖς, ἐπειδὴ ἀκριβὴς εἶ τῶν βίων αὐτῶν ἐξεταστής; Σκῆψις ταῦτα καὶ πρόφασις. Παντὶ τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα δανείσασθαι ἀπὸ σοῦ μὴ ἀποστραφῇς· ἔκτεινον τὴν χεῖρά σου, μὴ ἔστω συνεσταλμένη. Οὐχὶ τῶν βίων κατέστημεν ἐξετασταὶ ἐπεὶ οὐδένα οὕτως ἐλεήσομεν. Διὰ τί, ὅταν τὸν Θεὸν παρακαλῇς, λέγεις· Μὴ μνησθῇς τῶν ἁμαρτιῶν μου; Ὥστε εἰ καὶ σφόδρα ἐστὶν ἐκεῖνος ἁμαρτωλὸς, τοῦτο καὶ ἐπ' αὐτοῦ λογίζου, καὶ μὴ μιμνήσκου τῶν ἁμαρτιῶν αὐτοῦ. Φιλανθρωπίας ἐστὶν ὁ καιρὸς, οὐκ ἀκριβοῦς ἐξετάσεως· ἐλέους, οὐ λογισμοῦ. Διατραφῆναι βούλεται· ἂν μὲν βούλῃ, δός· ἂν δὲ μὴ βούλῃ, ἀπόπεμψον, μὴ ἐπαπορήσας. Διὰ τί ἄθλιος εἶ καὶ ταλαίπωρος; Διὰ τί οὐδὲ αὐτὸν ἐλεεῖς, καὶ τοὺς θέλοντας ἀποτρέπεις; Ὅταν γὰρ ὁ δεῖνα ἀκούσῃ παρὰ σοῦ, ὅτι οὗτος ἀπατεὼν, ὅτι ἐκεῖνος ὑποκριτὴς, ὅτι ἐκεῖνος δανείζει· οὔτε τούτοις δίδωσιν, οὔτε ἐκείνοις· πάντας γὰρ ὑποπτεύει τοιούτους εἶναι. Ἴστε γὰρ ὅτι τὰ πονηρὰ εὐκόλως ὑποπτεύομεν, τὰ δὲ χρηστὰ οὐκέτι. Γενώμεθα ἐλεήμονες, οὐχ ἁπλῶς, ἀλλ' ὡς ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος· αὐτὸς καὶ μοιχοὺς, καὶ πόρνους, καὶ γόητας τρέφει· καὶ τί λέγω; πᾶν εἶδος κακίας ἔχοντας. Ἐν γὰρ τοσούτῳ κόσμῳ ἀνάγκη εἶναι καὶ τοιούτους πολλούς· ἀλλ' ὅμως ἅπαντας ἐνδιδύσκει· οὐδεὶς λιμῷ διεφθάρη ποτὲ, πλὴν εἴ τις ἑκών. Οὕτω γενώμεθα οἰκτίρμονες· ἐὰν δέηται, καὶ ἐν ἀνάγκῃ ᾖ, βοήθει. Νῦν δὲ εἰς τοσοῦτον ἤλθομεν ἀλογίας, ὥστε μὴ μόνον ἐπὶ τῶν πενήτων τοῦτο ποιεῖν τῶν διὰ τῶν στενωπῶν βαδιζόντων, ἀλλὰ καὶ ἐπὶ μοναζόντων ἀνδρῶν. Ὁ δεῖνα ἐπιθέτης ἐστὶ, φησίν. Οὐχὶ τοῦτο ἔλεγον πρώην, ὅτι ἂν μὲν πᾶσιν ἀδιαφόρως διδῶμεν, ἀεὶ ἐλεήσομεν· ἐὰν δὲ ἀρξώμεθα περιεργάζεσθαι, οὐδέποτε ἐλεήσομεν; Τί λέγεις; ἵνα ἄρτον λάβῃ, ἐπιθέτης ἐστίν; Εἰ μὲν χρυσίου τάλαντα αἰτεῖ καὶ ἀργυρίου, ἢ ἱμάτια πολυτελῆ, ἢ ἀνδράποδα, ἢ ἄλλ' ὁτιοῦν, εἰκότως ἄν τις τοῦτον εἴποι ἀπατεῶνα· εἰ δὲ μηδὲν τούτων, ἀλλὰ διατροφὴν καὶ σκέπην ἃ φιλοσοφίας ἐστὶ τοῦτο ἀπατεῶνος, εἰπέ μοι; Παυσώμεθα τῆς ἀκαίρου ταύτης φιλοπραγμοσύνης, τῆς σατανικῆς, τῆς ὀλεθρίας. Εἰ μὲν γὰρ ἐν κλήρῳ κατειλεγμένον ἑαυτὸν εἶναι λέγοι, ἢ ἱερέα ἑαυτὸν ὀνομάζοι, περιεργάζου, πολυπραγμόνει· οὐ γὰρ ἀκίνδυνος ἐκεῖ ἡ ἀνεξέταστος κοινωνία· περὶ γὰρ μεγάλων ὁ κίνδυνος· ἂν δὲ διατροφῆς δέηται, μηδὲν ἐξέταζε· οὐ γὰρ δίδως, ἀλλὰ λαμβάνεις. Ἐξέτασον, εἰ βούλει, πῶς Ἀβραὰμ τὴν φιλοξενίαν περὶ πάντας τοὺς προσιόντας ἐπεδείκνυτο. Εἰ περίεργος ἦν περὶ τοὺς καταφεύγοντας πρὸς αὐτὸν, οὐκ ἂν ἀγγέλους ἐξένισεν· ἴσως γὰρ ἂν μὴ νομίζων αὐτοὺς ἀγγέλους εἶναι, μετὰ τῶν ἄλλων καὶ τούτους ἀπώσατο· ἀλλ' ἐπειδὴ πάντας ἐδέχετο, ἐδέξατο καὶ ἀγγέλους. Μὴ γὰρ ἀπὸ τοῦ βίου σοι τῶν λαμβανόντων τὸν μισθὸν δίδωσιν ὁ Θεός; Ἀπὸ τῆς προαιρέσεως τῆς σῆς, ἀπὸ τῆς φιλοτιμίας τῆς οἰκείας, ἀπὸ φιλανθρωπίας τῆς πολλῆς, ἀπὸ τῆς ἀγαθότητος· αὕτη ἔστω, καὶ πάντων ἐπιτεύξῃ τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
