# In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/4.1-16

Ἀλλ' ἐπειδὴ τῆς θυσίας ταύτης ἐμνήσθην, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν τοὺς μεμυημένους, μικρὰ μὲν τῷ μέτρῳ, μεγάλην δὲ ἔχοντα τὴν ἰσχὺν καὶ τὴν ὠφέλειαν· οὐ γὰρ ἡμετερά ἐστιν, ἀλλὰ τοῦ θείου Πνεύματος τὰ λεγόμενα. Τί οὖν ἐστι; Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ μεταλαμβάνουσι τοῦ παντὸς ἐνιαυτοῦ, ἄλλοι δὲ δὶς, ἄλλοι δὲ πολλάκις. Πρὸς οὖν ἅπαντας ἡμῖν ὁ λόγος ἐστὶν, οὐ πρὸς τοὺς ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἐν τῇ ἐρήμῳ καθεζομένους· ἐκεῖνοι γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ μετέχουσι, πολλάκις δὲ καὶ διὰ δύο ἐτῶν. Τί οὖν; τίνας ἀποδεξόμεθα; τοὺς ἅπαξ; τοὺς πολλάκις; τοὺς ὀλιγάκις; Οὔτε τοὺς ἅπαξ, οὔτε τοὺς πολλάκις, οὔτε τοὺς ὀλιγάκις, ἀλλὰ τοὺς μετὰ καθαροῦ συνειδότος, τοὺς μετὰ καθαρᾶς καρδίας, τοὺς μετὰ βίου ἀλήπτου. Οἱ τοιοῦτοι ἀεὶ προσίτωσαν· οἱ δὲ μὴ τοιοῦτοι, μηδὲ ἅπαξ. Τί δήποτε; Ὅτι κρῖμα ἑαυτοῖς λαμβάνουσι, καὶ κατάκριμα καὶ κόλασιν καὶ τιμωρίαν. Καὶ μὴ θαυμάσῃς· ὥσπερ γὰρ ἡ τροφὴ φύσει οὖσα θρεπτικὴ, ἐὰν εἰς κακόσιτον ἐμπέσῃ, πάντα ἀπόλλυσι καὶ διαφθείρει, καὶ γίνεται νόσου ἀφορμή· οὕτω δὴ καὶ ταῦτα τὰ τῶν φρικτῶν μυστηρίων. Τραπέζης ἀπολαύεις πνευματικῆς, τραπέζης βασιλικῆς, καὶ πάλιν φύρεις βορβόρῳ τὸ στόμα; μύρῳ χρίεις, καὶ πάλιν δυσωδίας πληροῖς; Εἰπέ μοι, παρακαλῶ, μετ' ἐνιαυτὸν τῆς μεταλήψεως μετέχων, τὰς τεσσαράκοντα ἡμέρας οἴει ἀρκεῖν σοι πρὸς καθαρμὸν τῶν ἁμαρτημάτων παντὸς τοῦ χρόνου; καὶ πάλιν, ἑβδομάδος παρελθούσης, ἐκδίδως σαυτὸν τοῖς προτέροις; Εἰπὲ δή μοι, ἐὰν ὑγιάνας τεσσαράκοντα ἡμέρας ἀπὸ νόσου μακρᾶς, πάλιν σαυτὸν τοῖς, σιτίοις ἐκδῷς ἐκείνοις τοῖς νοσοποιοῖς, οὐχὶ καὶ τὸν πρότερον κόπον ἀπώλεσας; Εὔδηλον ὅτι. Εἰ γὰρ τὰ φυσικὰ μεθίσταται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως. Οἷόν τι λέγω· Φύσει βλέπομεν, καὶ ὑγιεῖς ἔχομεν ὀφθαλμοὺς κατὰ φύσιν· ἀλλὰ πολλάκις ἀπὸ καχεξίας βλάπτεται ἡμῶν τὸ ὀπτικόν. Εἰ τοίνυν τὰ ἐκ φύσεως μεθίσταται, οὐχὶ μάλιστα τὰ ἐκ προαιρέσεως; Τεσσαράκοντα ἡμέρας ἀπονέμεις τῇ ὑγείᾳ τῆς ψυχῆς, τάχα δὲ οὐδὲ τεσσαράκοντα, καὶ προσδοκᾷς ἐξιλεώσασθαι τὸν Θεόν; Παίζεις, ἄνθρωπε. Ταῦτα λέγω, οὐχὶ τῆς μιᾶς καὶ ἐνιαυσιαίου προσόδου κωλύων ὑμᾶς, ἀλλὰ βουλόμενος μᾶλλον διαπαντὸς ὑμᾶς προσιέναι τοῖς ἁγίοις. Διὰ τοῦτο καὶ ὁ ἱερεὺς ἐπιφωνεῖ τότε τοὺς ἁγίους καλῶν, καὶ διὰ τῆς φωνῆς ταύτης μωμοσκοπῶν ἅπαντας, ὥστε μὴ προσελθεῖν τινα ἀπαράσκευον. Καθάπερ γὰρ ἐπὶ ποίμνης, ἔνθα πολλὰ μὲν ὑγιαίνει πρόβατα, πολλὰ δὲ ψώρας ἀναπέπλησται, ἀνάγκη ταῦτα διείργεσθαι ἀπὸ τῶν ὑγιαινόντων· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ, ἐπειδὴ τὰ μέν ἐστιν ὑγιεινὰ πρόβατα, τὰ δὲ κεκακωμένα, διὰ τῆς φωνῆς ταύτης διείργει ταῦτα ἐκείνων περιιὼν πανταχοῦ διὰ τῆς κραυγῆς ταύτης τῆς φρικωδεστάτης ὁ ἱερεὺς, καὶ τοὺς ἁγίους καλῶν καὶ ἕλκων. Ἐπειδὴ γὰρ οὐκ ἔνι ἄνθρωπον ὄντα εἰδέναι τὰ τοῦ πλησίον· Τίς γὰρ οἶδεν ἀνθρώπων, φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; ταύτην ἀφίησι τὴν φωνὴν μετὰ τὸ τὴν θυσίαν ἀπαρτισθῆναι πᾶσαν, ὥστε μηδένα ἁπλῶς καὶ ὡς ἔτυχεν, ἐπὶ τὴν πηγὴν ἐλθεῖν τὴν πνευματικήν. Καὶ γὰρ ἐπὶ τῆς ποίμνης (οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ ὑποδείγματι πάλιν χρήσασθαι) τὰ μὲν νοσερὰ ἔνδον ἀποκλείομεν, καὶ ἐν σκότῳ κατέχομεν, καὶ ἑτέρας μεταδίδομεν τροφῆς, οὔτε ἀέρος καθαροῦ, οὔτε πόας εἰλικρινοῦς, οὔτε πηγῆς τῆς ἔξω συγχωροῦντες μεταλαβεῖν. Καὶ ἐνταῦθα τοίνυν αὕτη ἡ φωνὴ ἀντὶ δεσμοῦ τινός ἐστιν. Οὐκ ἔχεις εἰπεῖν, Οὐκ ᾔδειν, ἠγνόουν ὅτι κίνδυνος ἕπεται τῷ πράγματι· μάλιστα μὲν οὖν καὶ ὁ Παῦλος τοῦτο διεμαρτύρατο. Ἀλλ' ἐρεῖς ὅτι, Οὐκ ἀνέγνων; Οὐκ ἔστι τοῦτο ἀπολογία, ἀλλὰ καὶ ἔγκλημα· καθ' ἑκάστην ἡμέραν εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ ἔτι τοῦτο ἀγνοεῖς;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
