# In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν κρείσσονα ὕπαρξιν ἑαυτοῖς ἐν οὐρανοῖς, καὶ μένουσαν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/4.1-18

Ἀλλ' οὐκ οἶδα πόθεν ἡ νόσος αὕτη ἐν τοῖς ἀνθρώποις ἐμπέπτωκε· φλύαροι γεγόναμεν, οὐδὲν ἡμῶν ἐναπομένει τῇ ψυχῇ. Ἄκουε σοφοῦ τινος παραινοῦντος καὶ λέγοντος, Ἤκουσας λόγον; ἐναποθανέτω σοι· θάρσει, οὐ μή σε ῥήξῃ· καὶ πάλιν, Ἤκουσε λόγον ὁ μωρὸς, καὶ ὠδίνησεν, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. Πρὸς κατηγορίας ἐσμὲν ἕτοιμοι, πρὸς κατακρίσεις παρεσκευασμένοι. Κἂν μηδὲν ἡμῖν ἕτερον εἰργασμένον εἴη κακὸν, τοῦτο ἱκανὸν ἦν ἡμᾶς ἀπολέσαι, καὶ εἰς γέενναν ἀπαγαγεῖν, τοῦτο μυρίοις περιβαλεῖν κακοῖς. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἄκουε τοῦ Προφήτου λέγοντος, Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἀλλ' οὐκ ἐγὼ, φησὶν, ἀλλ' ἐκεῖνος. Σὺ μὲν οὖν· εἰ γὰρ μὴ σὺ εἶπες, ἕτερος οὐκ ἂν ἤκουσεν· εἰ δὲ καὶ ἔμελλεν ἀκούειν, ἀλλὰ σὺ τῆς ἁμαρτίας οὐκ ἦς αἴτιος. Δέον συσκιάζειν καὶ συγκρύπτειν τὰ ἐλαττώματα τῶν πλησίον, σὺ δὲ ἐκπομπεύεις προσχήματι φιλαγαθίας; Οὐ γίνῃ κατήγορος, ἀλλὰ φλύαρος, ἀλλὰ λῆρος, ἀλλὰ μωρός. Ὢ δεινότης. σαυτὸν αἰσχύνεις μετ' ἐκείνου, καὶ οὐκ αἰσθάνῃ; Ὅρα δὲ ὅσα τὰ κακὰ ἐντεῦθεν γίνεται· παροργίζεις τὸν Θεὸν, λυπεῖς τὸν πλησίον, ὑπεύθυνον σεαυτὸν τῇ κολάσει ποιεῖς. Οὐκ ἀκούεις Παύλου λέγοντος περὶ χηρῶν γυναικῶν; Οὐ μόνον δὲ ἀργαὶ, φησὶ, μανθάνουσιν, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, περιερχόμεναι τὰς οἰκίας, καὶ λαλοῦσαι τὰ μὴ δέοντα; Ὥστε καὶ ὅταν πιστεύσῃς τοῖς λεγομένοις κατὰ τοῦ ἀδελφοῦ σου, οὐδὲ οὕτω λέγειν χρὴ, μήτιγε ἀπιστοῦντα. Ἀλλὰ τὸ σαυτοῦ πανταχοῦ σκοπεῖς, δεδοικὼς ἐξετασθῆναι παρὰ τοῦ Θεοῦ; Δεῖσον οὖν μὴ καὶ ὑπὲρ τῆς φλυαρίας ἐξετασθῆς. Ἐνταῦθα γὰρ οὐκ ἔχεις εἰπεῖν, ὅτι Μή με ἐξετάσῃ ὁ Θεὸς ὑπὲρ τῆς φλυαρίας· τὸ γὰρ πρᾶγμα φλυαρία ἐστί. Τί ἐξεπόμπευσας; τί ηὔξησας τὸ δεινόν; Τοῦτο ἡμᾶς ἀπολέσαι ἔχει. Διὰ τοῦτο ἔλεγεν ὁ Χριστός· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἀλλ' οὐδεὶς ἡμῖν τούτου λόγος, οὐδὲ τὰ κατὰ τὸν Φαρισαῖον, ἡμᾶς σωφρονίζει. Ἐκεῖνος εἶπεν ἀληθὲς πρᾶγμα, ὅτι Οὐκ εἰμὶ ὡς ὁ τελώνης οὗτος, καὶ εἶπεν ἀκούοντος οὐδενὸς, καὶ κατεκρίθη. Εἰ τὸ ἀληθὲς εἰρηκὼς κατεκρίθη, καὶ μηδενὸς ἀκούοντος εἰπών· οἱ τὰ ψευδῆ, καὶ ὑπὲρ ὧν οὐκ εἰσὶ πεπεισμένοι ταῦτα διαπορθμεύοντες πανταχοῦ, καθάπερ γυναῖκες φλύαροι, τί οὐ πείσονται δεινόν; τί δὲ οὐχ ὑπομενοῦσι; Θῶμεν λοιπὸν τῷ στόματι θύραν καὶ μοχλόν· μυρία γὰρ ἀπὸ φλυαρίας γέγονε κακά· οἰκίαι ἀνετράπησαν, φιλίαι διεσπάσθησαν, ἕτερα μυρία χαλεπὰ γέγονε. Μὴ περιεργάζου τὰ τοῦ πλησίον, ἄνθρωπε. Ἀλλὰ λάλος εἶ, καὶ ἐλάττωμα ἔχεις; λάλει τὰ σὰ πρὸς τὸν Θεόν· οὕτως οὐκέτι ἔσται τὸ ἐλάττωμα, ἀλλὰ πλεονέκτημα· λάλει τὰ σὰ πρὸς τοὺς φίλους τοὺς πάνυ φίλους καὶ δικαίους, καὶ οἷς θαῤῥεῖς, ὥστε εὔξασθαι ὑπὲρ τῶν σῶν ἁμαρτημάτων. Ἂν τὰ ἑτέρων εἴπῃς, οὐδὲν ὠφελήθης, οὐδὲν ἐκέρδανας ἀλλὰ καὶ ἀπώλου· ἂν τὰ σαυτοῦ ἐξαγορεύσῃς τῷ Δεσπότῃ, πολὺν ἔχεις τὸν μισθόν· Εἶπα γὰρ, φησὶν, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Θέλεις κρίνειν; τὰ σαυτοῦ κρίνε· οὐδείς σοι ἐγκαλεῖ, ἐὰν καταδικάσῃς σαυτόν· ἐγκαλεῖ δὲ, ἐὰν μὴ καταδικάσῃς σαυτόν· ἐγκαλεῖ, ἐὰν μὴ ἐλέγξῃς σαυτόν· ἐγκαλεῖ ἂν οὐκ ἀλγήσῃς. Εἶδες τὸν δεῖνα ὀργιζόμενον, παροξυνόμενον, ἢ ἄλλο τι ἄτοπον ποιοῦντα; ἐννόησον εὐθέως καὶ σὺ τὰ σαυτοῦ, καὶ οὕτως οὐδὲ ἐκεῖνον καταδικάσεις σφοδρῶς, καὶ σαυτὸν ἐλευθερώσεις τοῦ φορτίου τῶν ἡμαρτημένων. Ἂν οὕτω τὸν ἑαυτῶν ῥυθμίζωμεν βίον, ἂν οὕτω πραγματευώμεθα ἡμῶν τὴν ζωὴν, ἂν κατακρίνωμεν ἑαυτοὺς, οὐ πολλὰ ἁμαρτησόμεθα ἴσως, πολλὰ δὲ ἐργασόμεθα καλὰ, ἐπιεικεῖς ὄντες καὶ μέτριοι, καὶ πάντων ἀπολαύσομεν τῶν ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Θεὸν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
