# In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-22

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος· ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/4.1-22

Τί οὖν, φησὶν, ἂν περιτρέψῃ καὶ ἀπολέσῃ; Οὐχ ἡ θλῖψις τοῦτο ποιεῖ, ἀλλ' ἡ ἡμετέρα νωθεία. Πῶς, φησίν; Ἐὰν γὰρ νήφωμεν, ἐὰν τὸν Θεὸν παρακαλῶμεν, ὥστε μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἐὰν ἀεὶ αὐτοῦ ἐχώμεθα, στησόμεθα γενναίως, καὶ παραταξόμεθα. Ἕως ἂν αὐτὸν ἔχωμεν βοηθὸν, κἂν πάντων τῶν ἀνέμων σφοδρότερον πνεύσωσιν οἱ πειρασμοὶ, κάρφος ἡμῖν ἔσονται καὶ φύλλον ἁπλῶς φερόμενον. Ἄκουε Παύλου λέγοντος· Ἐν τούτοις, φησὶ, πᾶσιν ὑπερνικῶμεν· καὶ πάλιν· Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς· καὶ πάλιν· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Σκόπει ἡλίκους κινδύνους, ναυάγια, τὰς ἐπαλλήλους θλίψεις, καὶ ὅσα τοιαῦτα, ἐλαφρὰ καλεῖ· καὶ ζήλωσον τὸν ἀδάμαντα τοῦτον, τὸν ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα τοῦτο περικείμενον. Ἐν πενίᾳ εἶ; ἀλλ' οὐκ ἐν τοσαύτῃ, ὅσῃ ὁ Παῦλος, ὁ καὶ ἐν λιμῷ ἐξεταζόμενος καὶ δίψει καὶ γυμνότητι· οὐ γὰρ μίαν ἡμέραν τοῦτο ἔπαθεν, ἀλλὰ διηνεκῶς τοῦτο ὑπέμεινε. Πόθεν τοῦτο δῆλον; Ἄκουε αὐτοῦ λέγοντος· Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν. Βαβαὶ, πόσην ἔχων ἤδη δόξαν ἐν τῷ κηρύγματι, τοσαῦτα ὑπέμενεν, εἰκοστὸν λοιπὸν ἔτος ἔχων, ὅτε ταῦτα ἔγραφεν. Οἶδα γὰρ, φησὶν, ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· καὶ πάλιν· Μετὰ τρία ἔτη, φησὶν, ἀνῆλθον εἰς Ἱεροσόλυμα. Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Καλόν μοι ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ πάλιν γράφων ἔλεγεν· Ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν. Τί λιμοῦ χαλεπώτερον; τί κρυμοῦ; τί τῶν ἐπιβουλῶν τῶν παρὰ ἀδελφῶν; οὓς ψευδαδέλφους λοιπὸν καλεῖ. Οὐχὶ λυμεὼν ἐκαλεῖτο τῆς οἰκουμένης; οὐχὶ ἀπατεών; οὐχὶ ἀνατροπεύς; οὐχὶ κατεκόπτετο μαστιζόμενος; Ταῦτα ἐν νῷ λάβωμεν, ἀγαπητοὶ, ταῦτα ἀναλογιζώμεθα, ταῦτα μνημονεύωμεν, καὶ οὐδέποτε ἐκλυθησόμεθα, κἂν ἀδικώμεθα, κἂν ἁρπαζώμεθα, κἂν μυρία πάσχωμεν κακά. Γένοιτο τὰ ἐν τοῖς οὐρανοῖς ἡμᾶς εὐδοκιμεῖν, καὶ πάντα φορητά· γένοιτο εὖ πράττειν ἐκεῖ, καὶ τῶν ἐνταῦθα λόγος οὐδείς. Σκιὰ ταῦτά ἐστι καὶ ὄναρ· οἷα ἂν εἴη, ἐλπιζομένων ἐκείνων καὶ προσδοκωμένων, οὐδέν ἐστι τῶν δεινῶν οὔτε τῇ φύσει, οὔτε τῷ χρόνῳ. Τί γὰρ βούλει πρὸς τὰ δεινὰ ἐκεῖνα παραβάλωμεν; τί πρὸς τὸ πῦρ τὸ ἄσβεστον, πρὸς τὸν σκώληκα τὸν ἀτελεύτητον; τί δυνήσῃ ἴσον εἰπεῖν τῶν ἐνταῦθα πρὸς τὸν βρυγμὸν τῶν ὀδόντων, πρὸς τὰ δεσμὰ, πρὸς τὸ σκότος τὸ ἐξώτερον, πρὸς τὴν ὀργὴν πρὸς τὴν θλῖψιν, πρὸς τὴν στενοχωρίαν; Ἀλλὰ τῷ χρόνῳ; Καὶ τί μύρια ἔτη πρὸς ἀπείρους αἰῶνας καὶ ἀτελευτήτους; οὐχ ὅσον μικρὰ σταγὼν πρὸς ἄβυσσον ἄπειρον; Ἀλλὰ πρὸς τὰ ἀγαθά; Ἀλλ' ἐκεῖ μείζων ἡ ὑπερβολή· Ὀφθαλμὸς οὐκ εἶδε, φησὶν, οὖς οὐκ ἤκουσεν, ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Καὶ ταῦτα ἔσται πάλιν ἐν ἀπείροις αἰῶσιν. Ὑπὲρ τούτων οὖν κατακοπῆναι μυριάκις οὐ καλὸν, ἀναιρεθῆναι, κατακαῆναι, μυρίους ὑποστῆναι θανάτους, πᾶν ὁτιοῦν ὑπομεῖναι δεινὸν καὶ λόγῳ καὶ ἔργῳ; Εἰ γὰρ ἐν πυρὶ ζῇν κατακαιόμενον ἦν, οὐκ ἔδει πάντα ὑπομένειν ὑπὲρ τοῦ τυχεῖν τῶν ἐπηγγελμένων ἐκείνων ἀγαθῶν; Ἀλλὰ τί λέγω ταῦτα ληρῶν πρὸς ἀνθρώπους οὐδὲ χρημάτων καταφρονῆσαι αἱρουμένους, ἀλλ' ὡς ἀθανάτων αὐτῶν ἐχομένους, κἂν μικρὰ ἐκ πολλῶν δῶσι, τὸ πᾶν νομίζοντας ἠνυκέναι; Οὐκ ἔστι τοῦτο ἐλεημοσύνη· ἐλεημοσύνη γάρ ἐστιν ἡ τῆς χήρας ἐκείνης, ἥτις τὸν βίον αὐτῆς πάντα ἐκένωσεν. Εἰ δὲ οὐ χωρεῖς τοσοῦτον ὅσον ἡ χήρα καταβαλεῖν, ἀλλὰ κἂν τὸ περίσσευμα ὅλον κατάβαλε· ἔχε τὰ ἀρκοῦντα, μὴ τὰ περιττά. Ἀλλ' οὐδείς ἐστιν οὐδὲ τὸ περίσσευμα καταβάλλων· ἕως γὰρ ἂν ἔχῃς οἰκέτας πολλοὺς καὶ ἱμάτια σηρικὰ, πάντα ταῦτα περιττεύματά ἐστιν. Οὐδὲν ἀναγκαῖον οὐδὲ τῆς χρείας, ὧν ἄνευ δυνάμεθα ζῇν· ταῦτα περιττὰ καὶ ἁπλῶς ἔξω πρόσκειται. Τίνος οὖν ἄνευ οὐ δυνάμεθα ζῇν ἴδωμεν, εἰ δοκεῖ. Κἂν δύο μόνους ἔχωμεν οἰκέτας, δυνάμεθα ζῇν· ὅπου γάρ εἰσί τινες χωρὶς οἰκετῶν ζῶντες, ποίαν ἡμεῖς ἔχομεν ἀπολογίαν, τοῖς δύο οὐκ ἀρκούμενοι; Δυνάμεθα καὶ ἐκ πλίνθων ἔχειν οἰκίαν τριῶν οἰκημάτων· καὶ τοῦτο ἀρκεῖ ἡμῖν. Εἰπὲ γάρ μοι, οὐκ εἰσί τινες μετὰ παίδων καὶ γυναικὸς ἕνα οἶκον ἔχοντες; Ἔστωσαν δὲ, εἰ βούλει, καὶ παῖδες δύο. Καὶ πῶς οὐκ αἰσχύνη, φησὶν, ἐστὶ τὸ μετὰ δύο οἰκετῶν τὴν ἐλευθέραν βαδίζειν; Ἄπαγε, οὐκ ἔστι τοῦτο αἰσχύνη, μετὰ δύο οἰκετῶν τὴν ἐλευθέραν βαδίζειν, ἀλλ' αἰσχύνη ἐστὶ τὸ μετὰ πολλῶν προϊέναι. Τάχα γελᾶτε τούτων ἀκούοντες. Πιστεύσατε, τοῦτό ἐστιν αἰσχύνη, τὸ μετὰ πολλῶν προϊέναι. Ὥσπερ οἱ προβατοπῶλαι, ἢ ὥσπερ οἱ τῶν ἀνδραπόδων κάπηλοι, οὕτω μέγα τι ἡγεῖσθε τὸ μετὰ πλειόνων οἰκετῶν προϊέναι. Τῦφος τοῦτο καὶ κενοδοξία· ἐκεῖνο φιλοσοφία καὶ σεμνότης. Τὴν γὰρ ἐλευθέραν οὐκ ἀπὸ τοῦ πλήθους τῶν ἀκολούθων φαίνεσθαι δεῖ· ποία γὰρ ἀρετὴ ἀνδράποδα ἔχειν πολλά; Τοῦτο οὐκ ἔστι ψυχῆς· ὅπερ δὲ οὐκ ἔστι ψυχῆς, οὐ δείκνυσιν ἐλευθέραν. Ὅταν ὀλίγοις ἀρκῆται, τότε ἐστὶν ἐλευθέρα ὄντως· ὅταν δὲ πολλῶν δέηται, δούλη ἐστὶ καὶ ἀνδραπόδων χείρων. Εἰπέ μοι, οἱ ἄγγελοι οὐχὶ μόνοι περιπολοῦσι τὴν οἰκουμένην, καὶ οὐ δέονται οὐδενὸς τοῦ ἑψομένου; ἆρ' οὖν διὰ τοῦτο χείρους ἡμῶν εἰσι τῶν δεομένων οἱ μὴ δεόμενοι; Εἰ τοίνυν τὸ μηδὲ ὅλως δεῖσθαι ἀκολούθου, ἀγγελικὸν, τίς τοῦ ἀγγελικοῦ βίου ἐγγὺς, ἡ πολλῶν δεομένη, ἢ ἡ ὀλίγων; Οὐκ ἔστι τοῦτο αἰσχύνη; αἰσχύνη γάρ ἐστι τὸ ἄτοπόν τι πρᾶξαι. Εἰπέ μοι, τίς ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ πολλοὺς ἐπαγομένη, ἢ ἡ ὀλίγους; ταύτης δὲ τῆς ὀλίγους ἐπαγομένης, οὐχὶ ἡ μόνη μᾶλλον ἀπρόοπτος φαινομένη; Ὁρᾷς ὅτι ἐκεῖνό ἐστιν αἰσχύνη; Τίς ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ τὰ καλὰ φοροῦσα ἱμάτια, ἢ ἡ ἁπλῶς περικειμένη καὶ ἀνεπιτηδεύτως; τίς πάλιν ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ ἐπὶ ἡμιόνων φερομένη, καὶ χρυσοπάστων παραπετασμάτων, ἢ ἡ ἁπλῶς καὶ ὡς ἔτυχε μετὰ κοσμιότητος βαδίζουσα; ἢ ταύτην μὲν οὐδὲ ὁρῶμεν κἂν ἴδωμεν, ἐκείνην δὲ οὐ μόνον ἰδεῖν βιάζονται οἱ πολλοὶ, ἀλλὰ καὶ ἐρωτῶσι, τίς εἴη, καὶ πόθεν; Καὶ παρίημι λέγειν ὅσος ὁ φθόνος ἐντεῦθεν τίκτεται. Τί οὖν, εἰπέ μοι, αἰσχρὸν, ὁρᾶσθαι ἢ μὴ ὁρᾶσθαι; πότε μείζων ἡ αἰσχύνη, ὅταν πάντες εἰς αὐτὴν βλέπωσιν, ἢ ὅταν μηδείς; ὅταν μανθάνωσι περὶ αὐτῆς, ἢ ὅταν μηδὲ φροντίζωσιν; Ὁρᾷς ὅτι οὐ δι' αἰσχύνην, ἀλλὰ διὰ κενοδοξίαν πάντα πράττομεν; Πλὴν ἀλλ' ἐπειδὴ τούτου ἀδύνατον ὑμᾶς ἀπαγαγεῖν, ἀρκεῖ μοι τέως τὸ μαθεῖν ὑμᾶς, ὅτι οὐκ ἔστι τοῦτο αἰσχύνη. Ἁμαρτία μόνη αἰσχύνη ἐστὶν, ἣν οὐδεὶς εἶναι νομίζει αἰσχύνην, ἀλλὰ πάντα μᾶλλον ἢ ταύτην. Ἱμάτια ἔστω τὰ τῆς χρείας, μὴ περιττά· πλὴν ἀλλ' ἵνα μὴ εἰς πολλὴν στενοχωρίαν ὑμᾶς κατακλείσωμεν, ἐκεῖνο παρεγγυῶ, ὅτι χρυσοπάστων ἡμῖν οὐ δεῖ, οὐδὲ λεπτῶν ὀθονίων. Καὶ ταῦτα οὐκ ἐγὼ λέγω· ὅτι γὰρ οὐκ ἐμά ἐστι τὰ ῥήματα, ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος, καὶ παρεγγυῶντος ταῖς γυναιξὶ Κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Ἀλλὰ ποταπῷ βούλει, ὦ Παῦλε, εἰπέ· ἴσως γὰρ ἐροῦσιν, ὅτι τὰ χρυσᾶ μόνα ἐστὶ πολυτελῆ, τὰ δὲ σηρικὰ οὐ πολυτελῆ· εἰπὲ ποταπῷ βούλει. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις, φησὶν, ἀρκεσθησόμεθα. Τοιοῦτον ἔστω τὸ ἱμάτιον, φησὶν, ὥστε σκέπειν μόνον. Διὰ γὰρ τοῦτο ἔδωκεν ἡμῖν αὐτὰ ὁ Θεὸς, ἵνα σκέπωμεν τὴν γυμνότητα· τοῦτο δὲ οἱονδήποτε ἱμάτιον ποιῆσαι δύναται εὐτελοῦς ὃν τιμῆς. Τάχα γελᾶτε, αἱ τὰ σηρικὰ φοροῦσαι ἱμάτια· γελᾶσαι γὰρ ὄντως χρή. Τί μὲν Παῦλος ἐπέταξε; τί δὲ ἡμεῖς πράττομεν; Οὐ πρὸς τὰς γυναῖκας δέ μοι ὁ λόγος μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἄνδρας. Πάντα γὰρ τὰ λοιπὰ, ἅπερ ἔχομεν, περιττά· μόνοι οἱ πένητες οὐ περιττὰ κέκτηνται· τάχα δὲ κἀκεῖνοι δι' ἀνάγκην, ὡς, εἴ γε ἐξῆν, οὐκ ἂν οὐδὲ ἐκεῖνοι ἀπέσχοντο. Πλὴν ἀλλ', εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τέως ἐκεῖνοι τὰ περιττὰ οὐκ ἔχουσι. Τοιαῦτα τοίνυν φορῶμεν ἱμάτια, τὰ τὴν χρείαν πληροῦντα. Τί γὰρ βούλεται ὁ πολὺς χρυσός; τοῖς ἐπὶ σκηνῆς ταῦτα ἁρμόττει, ταῦτα ἐκείνων τὰ φορήματα, πορνῶν ἐστι γυναικῶν, πάντα πρὸς τὸ θεαθῆναι ποιουσῶν. Καλλωπιζέσθω ἐκείνη ἡ ἐπὶ τῆς σκηνῆς, ἡ ἐπὶ τῆς ὀρχήστρας· πάντας γὰρ βούλεται πρὸς ἑαυτὴν ἐπισπάσασθαι· ἡ δὲ ἐπαγγελλομένη θεοσέβειαν, μὴ οὕτω καλλωπιζέσθω, ἀλλὰ ἑτέρως ἔχει καλλωπισμὸν πολὺ ἐκείνης μείζονα. Ἔχεις καὶ σὺ θέατρον· πρὸς ἐκεῖνο καλλωπίζου τὸ θέατρον, ἐκεῖνον περιτίθεσο τὸν κόσμον. Ποῖόν σού ἐστι τὸ θέατρον; Ὁ οὐρανὸς, ὁ τῶν ἀγγέλων δῆμος· οὐχὶ τῶν παρθένων λέγω μόνον, ἀλλὰ καὶ τῶν κοσμικῶν· πᾶσαι, ὅσαι τῷ Χριστῷ πιστεύουσιν, ἐκεῖνο ἔχουσι τὸ θέατρον. Τοιαῦτα φθεγγώμεθα, ἵνα ἐκείνοις τέρπωμεν τοὺς θεατάς· τοιαῦτα περιτίθεσο, ἵνα ἐκείνους εὐφράνῃς. Εἰπὲ γάρ μοι, ἐὰν ἡ πόρνη γυνὴ ἀφεῖσα τὰ χρυσία καὶ τὰ ἱμάτια καὶ τὸν γέλωτα καὶ τὰ ῥήματα τὰ ἀστεῖα καὶ τὰ αἰσχρὰ, εὐτελὲς ἱμάτιον περιβάληται, καὶ ἀνεπιτηδεύτως συνθεῖσα ἑαυτὴν εἰσέλθῃ, καὶ θεοσεβῆ φθέγγηται ῥήματα, καὶ περὶ σωφροσύνης διαλέγηται, καὶ μηδὲν αἰσχρὸν λέγῃ, οὐχὶ ἀναστήσονται πάντες; οὐχὶ διαλυθήσεται τοῦτο τὸ θέατρον; οὐχὶ ἐκβαλοῦσιν αὐτὴν, ὡς οὐκ εἰδυῖαν ἁρμόσασθαι τῷ δήμῳ, καὶ ἀλλότρια λέγουσαν τοῦ θεάτρου ἐκείνου τοῦ σατανικοῦ; Οὕτω καὶ σὺ, ἐὰν τὰ ἐκείνης περιθεμένη εἰς τὸ τῶν οὐρανῶν θέατρον εἰσέλθῃς, ἐκβαλοῦσί σε οἱ θεαταί. Ἐκεῖ γὰρ οὐ τῶν χρυσῶν ἱματίων χρεία τούτων, ἀλλ' ἑτέρων. Ποίων; Οἵων ὁ προφήτης φησίν· Ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη· οὐχ ὥστε τὸ σῶμα λευκὸν ποιῆσαι καὶ ἀποστίλβον, ἀλλ' ὥστε τὴν ψυχὴν καλλωπίσαι· αὕτη γάρ ἐστιν ἡ ἀγωνιζομένη ἐκεῖ καὶ ἀθλοῦσα. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, φησί. Ταῦτα περίθου· μυρίων γὰρ καὶ ἄλλων ἀπαλλάττεις σαυτὴν κακῶν, καὶ τὸν ἄνδρα μερίμνης, καὶ σαυτὴν φροντίδος. Οὕτω γὰρ αἰδέσιμος ἔσῃ τῷ ἀνδρὶ, ὅταν μὴ πολλῶν δέῃ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
