Ancient Greek
Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-24
Not analysed yet
Ὁρᾷς ὅσα ἀπὸ τῆς μνήμης τῶν ἁμαρτημάτων τίκτεται καλά; Ἐγγράφωμεν τοίνυν αὐτὰ εἰς τὰς διανοίας ἡμῶν. Οἶδα ὅτι οὐκ ἀνέχεται ἡ ψυχὴ τῆς μνήμης τῆς οὕτω πικρᾶς· ἀλλὰ ἀναγκάζωμεν αὐτὴν καὶ βιαζώμεθα. Βέλτιον δάκνεσθαι αὐτὴν τῇ μνήμῃ νῦν, ἢ κατ' ἐκεῖνον τὸν καιρὸν τῇ τιμωρίᾳ. Νῦν, ἐὰν ᾖς αὐτῶν μεμνημένος, καὶ συνεχῶς αὐτὰς προσφέρῃς τῷ Θεῷ, καὶ ὑπὲρ αὐτῶν δέῃ, ταχέως ἐξαλείψεις αὐτάς· ἐὰν δὲ νῦν ἐπιλάθη, τότε αὐτῶν ἀναμνησθήσῃ καὶ ἄκων, ἐπὶ τῆς οἰκουμένης ἁπάσης εἰς μέσον φερομένων αὐτῶν, καὶ ἐκπομπευομένων ἐπὶ πάντων, καὶ φίλων καὶ ἐχθρῶν καὶ ἀγγέλων. Οὐ γὰρ δὴ πρὸς Δαυῒδ ἔλεγε μόνον, Ἃ σὺ ἐν κρυφῇ ἐποίησας, ἐγὼ ποιήσω πᾶσι κατάδηλα, ἀλλὰ καὶ πρὸς πάντας ἡμᾶς. Ἐφοβήθης ἀνθρώπους, φησὶ, καὶ ᾐσχύνθης τοῦ Θεοῦ πλέον· καὶ τοῦ Θεοῦ ὁρῶντος οὐκ ἐφρόντισας, ἀλλὰ τοὺς ἀνθρώπους ᾐδέσθης· Οἱ ὀφθαλμοὶ γὰρ, φησὶ, τῶν ἀνθρώπων, τοῦτο ὁ φόβος αὐτῶν. Διὰ τοῦτο ἐπὶ τούτων αὐτῶν δώσεις δίκην· ἐλέγξω γάρ σε, ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς τιθείς σου τὰ ἁμαρτήματα. Ὅτι γὰρ τοῦτό ἐστιν ἀληθὲς, καὶ κατ' ἐκείνην τὴν ἡμέραν πάντων ἡμῶν ἐκπομπεύεται τὰ ἁμαρτήματα, ἐὰν μὴ νῦν αὐτὰ τῇ συνεχεῖ μνήμῃ ἀφανίσωμεν, ἄκουσον πῶς ἐκπομπεύεται ἡ ὠμότης καὶ ἡ ἀπανθρωπία τῶν ἐνταῦθα μὴ ἐλεησάντων. Ἐπείνασα, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Πότε ταῦτα λέγεται; ἆρα ἐν γωνίᾳ· ἆρα ἐν παραβύστῳ; Οὐδαμῶς, ἀλλὰ πότε; Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντα τὰ ἔθνη συναγάγῃ, ὅταν ἀφορίσῃ τούτους κἀκείνους, τότε πάντων ἀκουόντων ἐρεῖ, στήσας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ὅρα πάλιν καὶ τὰς πέντε παρθένους ἐπὶ πάντων ἀκουούσας, Οὐκ οἶδα ὑμᾶς. Αἱ γὰρ πέντε, καὶ πέντε, οὐχὶ τὸν ἀριθμὸν δηλοῦσι τῶν πέντε μόνον, ἀλλὰ πάσας τὰς πονηρὰς καὶ ὠμοὺς καὶ ἀπανθρώπους τῶν παρθένων, καὶ τὰς μὴ τοιαύτας. Οὕτω καὶ ὁ τὸ ἓν τάλαντον κατορύξας, ἤκουσεν ἐπὶ πάντων, καὶ τῶν τὰ πέντε, καὶ τῶν τὰ δύο προσενεγκόντων· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων τότε ἐλέγχει αὐτούς· καθάπερ καὶ ὁ εὐαγγελιστής φησιν, Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Ὁμοῦ γὰρ ἡ ἀνάστασις ἔσται πάντων, καὶ ἁμαρτωλῶν καὶ δικαίων· ὁμοῦ παρέσται κρίνων ἅπασιν. Ἐννόησον οὖν τίνες ἔσονται τότε οἱ ἐν κατηφείᾳ, οἱ ἐν ὀδύνῃ, οἱ ἑλκόμενοι εἰς τὸ πῦρ, στεφανουμένων ἑτέρων. Δεῦτε, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· καὶ πάλιν, Ἀπέλθετε ἀπ' ἐμοῦ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Μὴ ἁπλῶς τῶν ῥημάτων ἀκούωμεν, ἀλλ' ὑπογράψωμεν αὐτὰ καὶ τῇ ὄψει, καὶ νομίσωμεν νῦν παρεῖναι αὐτὸν, καὶ λέγειν ταῦτα, καὶ ἀπάγεσθαι ἡμᾶς εἰς τὸ πῦρ ἐκεῖνο. Τίνα ἕξομεν ψυχήν; ποίαν παραμυθίαν; Τί δὲ, ὅταν διχοτομώμεθα; τί δὲ, ὅταν ὑπὲρ ἁρπαγῆς ἐγκαλώμεθα; ποίαν ἕξομεν εἰπεῖν πρόφασιν; τίνα λόγον εὐπρόσωπον; Οὐδένα· ἀλλ' ἀνάγκη δεσμουμένους, κάτω νεύοντας, σύρεσθαι πρὸς τὰ τῶν καμίνων στόματα, πρὸς τὸν ποταμὸν τοῦ πυρὸς, πρὸς τὸ σκότος, πρὸς τὰς ἀθανάτους κολάσεις, καὶ μηδενὸς δεῖσθαι πρὸς ἀπαλλαγὴν δύνασθαι. Οὐ γὰρ ἔστι, φησὶν, οὐκ ἔστιν ἐντεῦθεν διαβῆναι ἐκεῖ· χάσμα γὰρ μέγα μεταξὺ ἡμῶν τε καὶ ὑμῶν· καὶ οὐδὲ βουλομένοις ἔνι μεταβῆναι, καὶ ὀρέξαι χεῖρα· ἀλλ' ἀνάγκη καίεσθαι διαπαντὸς, οὐδενὸς ἡμῖν ἀμύνοντος, κἂν πατὴρ ᾖ, κἂν μήτηρ, κἂν ὁστισοῦν, κἂν πολλὴν ἔχῃ πρὸς τὸν Θεὸν παῤῥησίαν. Ἀδελφὸς γὰρ, φησὶν, οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; Ἐπεὶ οὖν οὐκ ἔστιν ἐν ἑτέρῳ τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας, ἀλλ' ἐν αὑτῷ μετὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, παρακαλῶ, πάντα πράττωμεν, ὥστε ἡμῖν τὸν βίον γενέσθαι καθαρὸν καὶ τὴν πολιτείαν ἀρίστην, καὶ μηδὲ παρὰ τὴν ἀρχὴν δέξασθαι κηλῖδά τινα· εἰ δὲ ἐδεξάμεθα, μετὰ γοῦν τὴν κηλῖδα μὴ καθεύδωμεν, ἀλλὰ διαπαντὸς ἐπιμένωμεν ἀποπλύνοντες τὸν ῥύπον διὰ μετανοίας, διὰ δακρύων, διὰ εὐχῶν, διὰ ἐλεημοσύνης. Τί οὖν, ἐὰν μὴ ἔχω, φησὶν, ἐλεημοσύνην ἐργάζεσθαι; Ἀλλὰ ψυχροῦ ποτήριον ἔχεις, ὅσον ἂν ᾖς πένης· ἀλλὰ δύο λεπτὰ ἔχεις, ὡς ἂν ᾖς ἐν πενίᾳ· ἀλλὰ πόδας ἔχεις ὥστε ἐπισκέψασθαι ἀῤῥώστους, ὥστε εἰς δεσμωτήριον εἰσελθεῖν, ἀλλὰ στέγην ἔχεις ὥστε δέξασθαι ξένους. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι συγγνώμη οὐδεμία τῷ ἐλεημοσύνην μὴ ἐργαζομένῳ. Ταῦτα συνεχῶς λέγομεν πρὸς ὑμᾶς, ἵνα κἂν μικρὸν ἀπὸ τῆς συνεχείας ἀνύσωμεν· ταῦτα λέγομεν, οὐ τῶν εὖ πασχόντων φροντίζοντες, ὡς ὑμῶν. Ἐκείνοις μὲν γὰρ τὰ ἐνταῦθα δίδοτε, ἀντιλαμβάνετε δὲ τὰ οὐράνια· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.