# In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/4.1-3

Τί δέ ἐστιν, Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος; Καὶ ἐν τῇ πρὸς Γαλάτας οὕτω πως φησί· Διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου· καὶ πάλιν, Ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε· καὶ πανταχοῦ δι' ἀγγέλων αὐτόν φησι δίδοσθαι. Τινὲς μὲν οὖν τὸν Μωϋσέα φασὶν αἰνίττεσθαι· ἀλλ' οὐκ ἔχει λόγον· ἀγγέλους γὰρ ἐνταῦθα πολλούς φησι. Καὶ ἀγγέλους δὲ ἐνταῦθα τούτους φησὶ τοὺς ἐν τῷ οὐρανῷ. Τί οὖν ἐστιν εἰπεῖν; Ἤτοι τὴν δεκάλογόν φησι μόνον· ἐκεῖ γὰρ Μωϋσῆς ἐλάλει, καὶ ὁ Θεὸς ἀπεκρίνετο· ἢ ὅτι παρῆσαν ἄγγελοι, τοῦ Θεοῦ διαταττομένου· ἢ ὅτι περὶ τῶν ἐν τῇ Παλαιᾷ λεγομένων καὶ πραττομένων ἁπάντων, ὡς ἀγγέλων κοινωνησάντων ἐν τούτοις ταῦτά φησι. Πῶς δὲ ἀλλαχοῦ φησιν, ὅτι Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἐνταῦθα δὲ δι' ἀγγέλων; φησὶ γὰρ, Καὶ κατέβη ὁ Θεὸς ἐν γνόφῳ. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος. Τί ἐστι, Βέβαιος; Ἀληθὴς, ὡς ἄν τις εἴποι, καὶ πιστός· διότι ἐν τῷ προσήκοντι καιρῷ πάντα ἐξέβη τὰ λεχθέντα· ἢ τοίνυν τοῦτό φησιν, ἢ ὅτι ἐκράτησε, καὶ αἱ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο· ἢ λόγον φησὶ τὰ προστάγματα. Πολλὰ γὰρ χωρὶς νόμου προσέταξαν ἄγγελοι παρὰ Θεοῦ πεμπόμενοι· οἷον ἐπὶ τοῦ κλαυθμῶνος, ἐπὶ τῶν Κριτῶν, ἐπὶ τοῦ Σαμψών. Διὰ γὰρ τοῦτο οὐκ εἶπε· Νόμος, ἀλλὰ, Λόγος. Καὶ τάχα μοι δοκεῖ τοῦτο λέγειν δηλῶν διὰ τούτου μᾶλλον τὰ διὰ τῶν ἀγγέλων οἰκονομηθέντα. Τί οὖν ἐροῦμεν; Ὅτι παρῆσαν οἱ ἄγγελοι τότε οἱ τὸ ἔθνος ἐμπεπιστευμένοι, καὶ αὐτοὶ τὰς σάλπιγγας ἐποίουν, καὶ τὰ ἕτερα, τὸ πῦρ, τὸν γνόφον. Καὶ πᾶσα παράβασις, φησὶ, καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν. Οὐχ ἡ μὲν, ἡ δὲ οὒ, ἀλλὰ πᾶσα. Οὐδὲν ἀνεκδίκητον ἔμεινε, φησὶν, ἀλλ' Ἔλαβεν ἔνδικον μισθαποδοσίαν· ἀντὶ τοῦ, κόλασιν. Καὶ τί δήποτε οὕτως εἶπεν; Οὕτως ἔθος τῷ Παύλῳ μὴ πολὺν τῶν λέξεων ποιεῖσθαι λόγον, ἀλλ' ἀδιαφόρως καὶ ἐπὶ εὐφήμων τιθέναι κακέμφατα· οἷον καὶ ἀλλαχοῦ φησιν· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καὶ πάλιν ἀλλαχοῦ τὴν ἀντιμισθίαν τέθεικεν ἀντὶ κολάσεως, καὶ ἐνταῦθα τὴν κόλασιν μισθὸν καλεῖ. Εἰ δίκαιον, φησὶ, παρὰ τῷ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν. Τουτέστιν, οὐ παρεφθάρη τὸ δίκαιον, ἀλλ' ἐπεξῆλθεν ὁ Θεὸς, καὶ τὴν δίκην περιέτρεψεν ἐπὶ τοὺς ἡμαρτηκότας· καίτοι τῶν ἁμαρτημάτων οὐ πάντων εἰς φανερὸν γινομένων, εἰ μὴ παραβαθείη τὰ διατεταγμένα. Πῶς οὖν ἡμεῖς, φησὶν, ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; Διὰ τούτου ἐδήλωσεν, ὅτι οὐ πολλή τις ἦν ἐκείνη ἡ σωτηρία. Καλῶς δὲ καὶ τὸ, Τηλικαύτης, προσέθηκεν. Οὐ γὰρ ἐκ πολέμων, φησὶν, ἡμᾶς διασώσει νῦν, οὐδὲ τὴν γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθὰ παρέξει, ἀλλὰ θανάτου κατάλυσις ἔσται, ἀλλὰ διαβόλου ἀπώλεια, ἀλλ' οὐρανῶν βασιλεία, ἀλλὰ ζωὴ αἰώνιος. Ταῦτα γὰρ πάντα ἐν συντόμῳ ἐνέφηνεν εἰπὼν, Τηλικαύτης ἀμελήσαντες σωτηρίας. Εἶτα καὶ τὸ ἀξιόπιστον ἐπάγει· Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου· τουτέστι, παρ' αὐτῆς τῆς πηγῆς ἔσχε τὴν ἀρχήν· οὐκ ἄνθρωπος αὐτὴν διεπόρθμευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναμις, ἀλλ' αὐτὸς ὁ Μονογενής. Ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. Τί ἐστιν, Ἐβεβαιώθη; Ἐπιστεύθη, ἢ ἐξέβη· τὸν γὰρ ἀῤῥαβῶνα, φησὶν, ἔχομεν· τουτέστιν, οὐκ ἐσβέσθη, οὐκ ἔληξεν, ἀλλὰ κρατεῖ καὶ περιγίνεται. Τὸ δὲ αἴτιον, ἡ θεία δύναμις ἐνεργεῖ. Τί ἐστιν, Ὑπὸ τῶν ἀκουσάντων; Τουτέστιν, οἱ παρὰ τοῦ Κυρίου ἀκούσαντες αὐτοὶ ἡμᾶς ἐβεβαίωσαν. Μέγα τοῦτο καὶ ἀξιόπιστον. Ὅπερ καὶ Λουκᾶς φησιν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου. Πῶς οὖν ἐβεβαιώθη; τί οὖν, εἰ οἱ ἀκούσαντες ἔπλασαν, φησί; Τοῦτο τοίνυν ἀναιρῶν, καὶ δεικνὺς οὐκ ἀνθρωπίνην τὴν χάριν, ἐπήγαγε, Συνεπιμαρτυροῦντος τοῦ Θεοῦ. Οὐκ ἂν γὰρ, εἰ ἔπλασαν, ὁ Θεὸς αὐτοῖς ἐμαρτύρησε. Μαρτυροῦσι μὲν κἀκεῖνοι, μαρτυρεῖ δὲ καὶ ὁ Θεός. Πῶς μαρτυρεῖ; Οὐ λόγῳ, οὐδὲ φωνῇ· ἦν μὲν γὰρ καὶ τοῦτο πιστόν· ἀλλὰ πῶς; Σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι. Καλῶς τὸ, Ποικίλαις δυνάμεσι, τέθεικε, τὴν ἀφθονίαν τῶν χαρισμάτων δηλῶν· ὅπερ οὐ γεγένηται ἐπὶ τῶν προτέρων, οὐδὲ τοσαῦτα σημεῖα, καὶ οὕτω διάφορα. Τουτέστιν, οὐχ ἁπλῶς ἐπιστεύσαμεν ἐκείνοις, ἀλλὰ διὰ σημείων καὶ τεράτων. Ὥστε οὐκ ἐκείνοις πιστεύομεν, ἀλλ' αὐτῷ τῷ Θεῷ. Καὶ Πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν. Τί οὖν, ὅτι καὶ γόητες σημεῖα ποιοῦσι, καὶ Ἰουδαῖοι ἐν Βεελζεβοὺλ ἔλεγον αὐτὸν ἐκβάλλειν τὰ δαιμόνια; Ἀλλ' οὐ τοιαῦτα ποιοῦσι σημεῖα· διὰ τοῦτο εἶπε, Ποικίλαις δυνάμεσιν. Ἐκεῖνα γὰρ οὐ δύναμις, ἀλλ' ἀσθένεια καὶ φαντασία καὶ διάκενα πράγματα. Διὰ τοῦτο εἶπε, Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
