# In epistulam ad Hebraeos (homiliae 1-34) 5.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/5.1-6

Πλὴν ἀλλ' ἵνα μηδὲ τοῦτο ἔχῃς προφασίζεσθαι, τούτου χάριν μεγάλῃ τῇ φωνῇ, φρικτῇ τῇ βοῇ, καθάπερ τις κήρυξ τὴν χεῖρα αἴρων εἰς τὸ ὕψος, ὑψηλὸς ἑστὼς, πᾶσι κατάδηλος γεγονὼς, καὶ μέγα ἐπ' ἐκείνῃ τῇ φρικτῇ ἡσυχίᾳ ἀνακραυγάζων, τοὺς μὲν καλεῖ, τοὺς δὲ ἀπείργει ὁ ἱερεὺς, οὐ τῇ χειρὶ τοῦτο ποιῶν, ἀλλὰ τῇ γλώττῃ τῆς χειρὸς τρανότερον. Ἡ γὰρ φωνὴ ἐκείνη εἰς τὴν ἀκοὴν ἐμπίπτουσα τὴν ἡμετέραν, καθάπερ χεὶρ τοὺς μὲν ὠθεῖ καὶ ἐκβάλλει, τοὺς δὲ εἰσάγει καὶ παρίστησιν. Εἰπὲ δή μοι, παρακαλῶ, ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν οὐχὶ ἕστηκεν ὁ κήρυξ βοῶν μέγα καὶ ὑψηλὸν, Εἴ τις τούτου κατηγορεῖ, λέγων, μὴ δοῦλός ἐστι, μὴ κλέπτης, μὴ τρόπων πονηρῶν; καίτοι τὰ ἀγωνίσματα ἐκεῖνα οὔτε ψυχῆς ἐστιν, οὔτε τρόπου ἀγαθοῦ, ἀλλὰ ῥώμης καὶ σώματος. Εἰ τοίνυν ἔνθα σωμάτων ἐστὶν ἄσκησις, πολλὴ προαιρέσεως ἐξέτασις γίνεται, πόσῳ μᾶλλον ἐνταῦθα, ἔνθα τὸ πᾶν ψυχὴ ἀθλεῖ; Ἕστηκε τοίνυν καὶ νῦν ὁ παρ' ἡμῖν κήρυξ, οὐ τῆς κεφαλῆς ἕκαστον κατέχων καὶ παράγων, ἀλλὰ πάντας ὁμοῦ τῆς κεφαλῆς τῆς ἔνδον κατέχων· οὐκ ἐφίστησιν ἄλλους αὐτοῖς κατηγόρους, ἀλλ' αὐτοὺς ἑαυτοῖς· οὐ γὰρ λέγει, Μή τις τούτου κατηγορεῖ; ἀλλὰ τί; Εἴ τις ἑαυτοῦ κατηγορεῖ. Ὅταν γὰρ εἴπῃ, Τὰ ἅγια τοῖς ἁγίοις, τοῦτο λέγει· Εἴ τις οὐκ ἔστιν ἅγιος, μὴ προσίτω. Οὐχ ἁπλῶς φησιν, Ἁμαρτημάτων καθαρὸς, ἀλλ', Ἅγιος· τὸν γὰρ ἅγιον οὐχ ἡ τῶν ἁμαρτημάτων ἀπαλλαγὴ ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ τοῦ Πνεύματος παρουσία, καὶ ὁ τῶν ἀγαθῶν ἔργων πλοῦτος. Οὐ βούλομαι μόνον, φησὶ, βορβόρου ἀπηλλάχθαι ὑμᾶς, ἀλλὰ καὶ λευκοὺς εἶναι καὶ ὡραίους. Εἰ γὰρ ὁ Βαβυλώνιος βασιλεὺς, ἀπὸ τῆς αἰχμαλωσίας ἐκλεγόμενος τοὺς νεανίσκους, καλοὺς τῷ εἴδει καὶ ὡραίους τῇ ὄψει ἐξελέξατο· πολλῷ μᾶλλον ἡμᾶς παρισταμένους τῇ τραπέζῃ τῇ βασιλικῇ, καλοὺς τῷ εἴδει εἶναι δεῖ τῷ τῆς ψυχῆς, τὸν κόσμον ἔχοντας χρυσοῦν, τὴν στολὴν καθαρὰν, τὰ ὑποδήματα βασιλικὰ, τὸ πρόσωπον τῆς ψυχῆς εὔμορφον, τὸν κόσμον αὐτῇ περικεῖσθαι τὸν χρυσοῦν, τὴν ζώνην τῆς ἀληθείας. Ὁ τοιοῦτος προσίτω, καὶ ποτηρίων ἁπτέσθω βασιλικῶν. Εἰ δέ τις ῥάκια ἠμφιεσμένος, ῥυπῶν, αὐχμῶν ἐπεισιέναι τῇ βασιλικῇ βούλοιτο τραπέζῃ, ὅρα ὅσα πείσεται, οὐκ ἀρκουσῶν τῶν τεσσαράκοντα ἡμερῶν τὰ ἐν παντὶ τῷ χρόνῳ πεπλημμελημένα ἀπολούσασθαι. Εἰ γὰρ ἡ γέεννα οὐκ ἀρκεῖ, καίτοι γε αἰώνιος οὖσα (διὰ τοῦτο γὰρ καὶ αἰώνιός ἐστι), πολλῷ μᾶλλον ὁ βραχὺς οὗτος χρόνος. Οὐ γὰρ μετάνοιαν ἰσχυρὰν ἐπεδειξάμεθα, ἀλλ' ἀσθενῆ. Τοὺς εὐνούχους μάλιστα δεῖ παρεστάναι τῷ βασιλεῖ· εὐνούχους λέγω, τοὺς τὴν διάνοιαν λευκοὺς, μηδένα ἔχοντας ῥύπον μηδὲ σπῖλον, ὑψηλοὺς τῇ διανοίᾳ, τὸ ὄμμα ἥμερον τῆς ψυχῆς ἔχοντας καὶ ὀξυδερκὲς, εὐπερίστροφον καὶ γοργὸν, ἀλλὰ μὴ ὑπνηλὸν μηδὲ ὕπτιον, ἐλευθερίας γέμον πολλῆς, πόῤῥω ἀναισχυντίας γε μὴν καὶ ἰταμότητος, ἐγρηγορὸς, ὑγιὲς, μήτε στυγνὸν σφόδρα καὶ κατηφὲς, μήτε διακεχυμένον καὶ ὑγρόν. Τοῦτον ἡμεῖς κύριοι δημιουργῆσαι τὸν ὀφθαλμὸν, καὶ ὀξυδερκῆ ποιῆσαι καὶ καλόν. Ὅταν γὰρ αὐτὸν μὴ πρὸς τὸν καπνὸν ἄγωμεν, μηδὲ πρὸς τὴν κόνιν (τοιαῦτα γὰρ πάντα τὰ ἀνθρώπινα πράγματα), ἀλλὰ πρὸς τὴν αὔραν τὴν λεπτὴν, πρὸς τὸν κοῦφον ἀέρα, πρὸς τὰ μετέωρα, καὶ ὑψηλὰ, καὶ ἡσυχίας γέμοντα πολλῆς καὶ καθαρότητος καὶ πολλῆς τῆς τέρψεως, ἀνακτησόμεθα ταχέως αὐτὸν, καὶ ῥώσομεν ἐντρυφῶντα τῇ τοιαύτῃ θέᾳ. Εἶδες πλεονεξίαν, καὶ πλοῦτον πολὺν ἔχοντά τινα; μὴ ἐπαγάγῃς ἐκεῖ τὸν ὀφθαλμόν σου· βόρβορός ἐστι τὸ πρᾶγμα, καπνός ἐστιν, ἀτμὸς πονηρὸς, σκότος καὶ στενοχωρία πολλὴ, καὶ φροντίδων πνιγμός. Εἶδες δικαιοσύνην ἀσκοῦντα ἄνθρωπον, ἀρκούμενον τοῖς αὑτοῦ, καὶ πολλὴν ἔχοντα τὴν εὐρυχωρίαν τῆς ἀνέσεως, οὐδὲν μεριμνῶντα, οὐδὲν φροντίζοντα τῶν ἐνταῦθα; στῆσον αὐτὸν ἐκεῖ, καὶ μετεώρισον· καὶ πολλῷ καλλίονα αὐτὸν ἐργάσῃ καὶ λαμπρότερον, οὐ τοῖς τῆς γῆς ἄνθεσιν εὐωχῶν, ἀλλὰ τοῖς τῆς ἀρετῆς, σωφροσύνῃ, ἐπιεικείᾳ, καὶ τοῖς ἄλλοις ἅπασιν. Οὐδὲν γὰρ οὕτω ταράττει ὀφθαλμὸν, ὡς συνειδὸς πονηρόν· Ἐταράχθη, φησὶν, ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου· οὐδὲν οὕτω σκοτοῖ. Ταύτης αὐτὸν ἀπάλλαξον τῆς ἐπηρείας, καὶ φαιδρὸν ἐργάσῃ καὶ ἰσχυρὸν, ἀεὶ τρεφόμενον ἐλπίσιν ἀγαθαῖς. Γένοιτο δὲ πάντας ἡμᾶς, καὶ τοῦτον καὶ τὰς ἄλλας τῆς ψυχῆς ἐνεργείας κατασκευάσαι τοιαύτας, οἵας ὁ Χριστὸς βούλεται· ἵνα τῆς ἐπικειμένης ἡμῖν κεφαλῆς ἄξιοι γενόμενοι, ἀπέλθωμεν ἔνθα θέλει. Φησὶ γάρ· Θέλω ἵν', ὅπου ἐγώ εἰμι, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα τὴν δόξαν τὴν ἐμὴν ὁρῶσιν· ἧς γένοιτο ἀπολαῦσαι πάντας ἡμᾶς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
