# In epistulam ad Hebraeos (homiliae 1-34) 6.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34), Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος· ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-hebraeos-homiliae-1-34/6.1-3

Πᾶς γὰρ ἄνθρωπος εἴωθεν ἀκκίζεσθαι κατὰ τῶν δεομένων αὐτοῦ· ὅταν δὲ ἴδῃ μὴ χρείαν ἔχοντας, κατασπᾷ τὸ φρόνημα, ὥστε ὁμοτίμως διαλέγεται. Ὅταν ἴδῃ ὁ ἀνὴρ ὅτι οὐ χρείαν αὐτοῦ ἔχεις ἐν οὐδενὶ, ὅτι καταφρονεῖς τῶν παρ' αὐτοῦ δωρεῶν, κἂν σφόδρα ᾖ φρονηματιῶν, τότε σε αἰδεσθήσεται μᾶλλον, ἢ τὰ χρυσία περικειμένην· καὶ οὐκέτι ἔσῃ αὐτοῦ δούλη. Ὧν γὰρ χρείαν ἔχομεν, ὑποκύπτειν τούτοις ἀναγκαζόμεθα· ἐὰν δὲ ἀποστήσωμεν ἑαυτοὺς, οὐκέτι ἐσόμεθα ὑπόδικοι, ἀλλ' οἶδεν ὅτι διὰ τὸν τοῦ Θεοῦ φόβον ὑπακοήν τινα ἀπονέμομεν αὐτῷ, οὐ διὰ τὰ παρ' αὐτοῦ. Νῦν μὲν γὰρ ὡς μεγάλα ἡμῖν χαριζόμενος, ὅσης ἂν ἀπολαύσῃ τῆς τιμῆς, οὐχ ἡγεῖται τῆς πάσης ἀπολελαυκέναι· τότε δὲ κἂν μικρᾶς τύχῃ, χάριν ἡγήσεται· οὐκ ὀνειδιεῖ, οὐκ ἀναγκασθήσεται οὐδὲ αὐτὸς πλεονεκτεῖν διὰ σέ. Τί γὰρ ἀλογώτερον τοῦ χρυσία εἰς τοῦτο κατασκευάζειν, ἵνα περικέωνται ἐν βαλανείοις καὶ ἐν ἀγοραῖς; Ἀλλ' ἐν βαλανείοις καὶ ἐν ἀγοραῖς οὐδὲν ἴσως θαυμαστόν· τὸ δὲ καὶ ἐν ἐκκλησίᾳ οὕτω σχηματιζομένην προϊέναι, πολὺς ὁ γέλως. Τί γὰρ δή ποτε εἰσέρχεται χρυσία φοροῦσα ἐνταῦθα, ἡ ὀφείλουσα εἰσελθεῖν, ἵνα ἀκούσῃ κοσμεῖν ἑαυτὰς, μὴ χρυσίῳ μηδὲ μαργαρίταις, μηδὲ ἱματισμῷ πολυτελεῖ; Τίνος οὖν ἕνεκεν εἰσέρχῃ, ὦ γύναι; ἆρα ὡς μαχομένη τῷ Παύλῳ, καὶ δεικνύουσα ὅτι κἂν μυριάκις ταῦτα λέγῃ, οὐκ ἐπιστρέφῃ; ἀλλ' ὡς τοὺς διδασκάλους ἡμᾶς ἐλέγξαι βουλομένη μάτην ταῦτα διαλεγομένους; Εἰπὲ γάρ μοι, ἐάν τις Ἕλλην καὶ ἄπιστος ἀκούσας ἀναγινωσκομένου τοῦ χωρίου τούτου, ἔνθα ταῦτα λέγει ὁ μακάριος Παῦλος, παρεγγυῶν ταῖς γυναιξὶ, μήτε χρυσῷ, μήτε μαργαρίταις, μήτε ἱματισμῷ πολυτελεῖ κοσμεῖν ἑαυτὰς, καὶ ἔχων γυναῖκα πιστὴν, ἴδῃ ὅτι πολὺν ποιεῖται λόγον τοῦ καλλωπισμοῦ καὶ χρυσία περιτίθεται, ἵνα προέλθῃ ἐν ἐκκλησίᾳ, ἆρα οὐκ ἐρεῖ πρὸς ἑαυτὸν, ὁρῶν αὐτὴν ἐν τῷ κοιτωνίσκῳ ταῦτα περιτιθεμένην καὶ διατιθεῖσαν καλῶς, Τί μένει ἔνδον ἡ γυνὴ εἰς τὸν κοιτωνίσκον; τί βραδύνει; τί περιτίθεται τὰ χρυσία; ποῦ ἀπελθεῖν ἔχει; εἰς τὴν ἐκκλησίαν; διὰ τί; ἵνα ἀκούσῃ, Μὴ ἱματισμῷ πολυτελεῖ; Οὐ γελάσεται; οὐκ ἀνακαγχάσει; οὐ χλεύην καὶ ἀπάτην εἶναι νομιεῖ τὰ ἡμέτερα; Διὸ παρακαλῶ, τὰ χρυσία ταῖς πομπαῖς ἀφῶμεν, ταῖς σκηναῖς, ταῖς προθήκαις ταῖς ἐπὶ τῶν ἐργαστηρίων· ἡ δὲ τοῦ Θεοῦ εἰκὼν μὴ τούτοις καλλωπιζέσθω· ἡ ἐλευθέρα τῇ ἐλευθερίᾳ κοσμείσθω· ἐλευθερία δὲ τὸ ἄτυφον, τὸ ἀκόμπαστον. Εἰ δὲ καὶ δόξης βούλει τῆς παρὰ ἀνθρώπων ἐπιτυχεῖν, οὕτως ἐπιτεύξῃ Τὴν γὰρ ἀνδρὸς πλουτοῦντος οὖσαν γυναῖκα οὐχ οὕτω θαυμασόμεθα χρυσία φοροῦσαν καὶ σηρικὰ (τοῦτο γὰρ κοινὸν ἁπασῶν), ὡς ὅταν λιτὸν ἱμάτιον καὶ ἁπλοῦν, καὶ ἐξ ἐρίου εἰργασμένον μόνον περικειμένη τυγχάνῃ· τοῦτο θαυμάσονται πάντες, τοῦτο κροτήσουσιν. Ἐν ἐκείνῳ μὲν γὰρ τῷ κόσμῳ τῷ τῶν χρυσίων καὶ τῶν πολυτελῶν ἱματίων, πολλὰς ἔχει τὰς κοινωνούσας αὐτῇ· κἂν ταύτην ὑπερακοντίσῃ, ὑπὸ τῆς ἑτέρας ἡττᾶται· κἂν πάσας ὑπερβάληται, ὑπὸ τῆς βασιλίδος αὐτῆς νικᾶται· ἐνταῦθα δὲ πάσας νικᾷ, καὶ αὐτὴν τὴν τοῦ βασιλέως γυναῖκα· μόνη γὰρ ἐν πλούτῳ πολλῷ τὰ τῶν πενήτων εἵλετο. Ὥστε καὶ εἰ δόξης ἐρῶμεν, ἐνταῦθα μείζων ἡ δόξα. Οὐ πρὸς τὰς χήρας λέγω μόνον, καὶ τὰς πλουσίας· ἐνταῦθα γὰρ δοκεῖ ἡ τῆς χηρείας ἀνάγκη τοῦτο ποιεῖν· ἀλλὰ καὶ πρὸς τὰς ὑπάνδρους οὔσας. Ἀλλ' οὐκ ἀρέσκω, φησὶ, τῷ ἀνδρί. Οὐ τῷ ἀνδρὶ βούλει ἀρέσκειν, ἀλλὰ τῷ πλήθει τῶν γυναικῶν τῶν πενιχρῶν· μᾶλλον δὲ οὐκ ἀρέσκειν, ἀλλὰ κατατήκειν αὐτὰς καὶ ὀδυνᾷν, καὶ τὴν πενίαν μείζονα ποιεῖν. Πόσα διὰ σὲ βλάσφημα φθέγγονται; Μὴ ἔστω, φησὶ, πενία· ὁ Θεὸς μισεῖ τοὺς πενομένους, ὁ Θεὸς οὐ φιλεῖ τοὺς ἐν πενίᾳ. Ὅτι γὰρ οὐ τῷ ἀνδρὶ βούλει ἀρέσκειν, καὶ ταύτης ἕνεκεν τῆς αἰτίας καλλωπίζῃ, ἐξ ὧν αὐτὴ ποιεῖς τοῦτο δῆλον ἅπασι καθιστᾷς. Ὅταν γὰρ ὑπερβῇς τὸν οὐδὸν τοῦ θαλάμου, εὐθέως ἅπαντα ἀποτίθῃ, καὶ τὰ ἱμάτια, καὶ τὰ χρυσία, καὶ τοὺς μαργαρίτας· καὶ ἐπὶ τῆς οἰκίας μάλιστα οὐ φορεῖς. Εἰ δὲ ὅλως βούλει ἀρέσκειν τῷ ἀνδρὶ, ἔστι δι' ὧν ἀρέσκεις, δι' ἐπιεικείας, διὰ πραότητος, διὰ κοσμιότητος. Πίστευε γάρ μοι, γύναι, κἂν μυριάκις ᾖ κατωφερὴς ὁ ἀνὴρ καὶ ἀκρατὴς, ταῦτα μᾶλλον αὐτὸν ἐφελκύσεται, ἐπιείκεια, κοσμιότης, τὸ ἄτυφον, τὸ ἀδάπανον, τὸ εὐτελές. Τὸν μὲν γὰρ ἀκόλαστον, κἂν μυρία τοιαῦτα ἐπινοῇς, οὐ καθέξεις· καὶ ἴσασιν ὅσαι τοιούτους ἐσχήκασιν ἄνδρας· ὡς γὰρ ἐὰν καλλωπίσῃς σαυτὴν, ἐκεῖνος ἀκόλαστος ὢν πρὸς ἑτέραν ἄπεισι· τὸν δὲ σώφρονα καὶ κόσμιον οὐ τούτοις αἱρήσεις, ἀλλὰ τοῖς ἐναντίοις· ἐν τούτοις δὲ καὶ λυπεῖς, σαυτῇ δόξαν περιτιθεῖσα φιλοκόσμου. Εἰ γὰρ καὶ αἰδούμενος ὁ ἀνὴρ, καὶ τοῦτο ὡς σώφρων οὐ λέγει, ἀλλ' ἔνδοθεν καταγνώσεταί σου· τοὺς δὲ φθόνους καὶ τὰς βασκανίας οὐ περιστελεῖται. Οὐ πᾶσαν ἡδονὴν ἐκβαλεῖς λοιπὸν, φθόνον ἐγείρουσα κατὰ σαυτῆς;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg168.local001/.
