Ancient Greek · ~21 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΝ. ΥΠΟΘΕΣΙΣ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philemonem (homiliae 1-3) ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΝ. ΥΠΟΘΕΣΙΣ..1
Not analysed yet
Πρῶτον ἀναγκαῖον τὴν ὑπόθεσιν εἰπεῖν τῆς ἐπιστολῆς, εἶτα καὶ τὰ ζητούμενα. Τίς οὖν ἡ ὑπόθεσις; Φιλήμων ἀνήρ τις τῶν θαυμαστῶν καὶ γενναίων (ὅτι γὰρ θαυμαστὸς ἦν, δῆλον ἀπὸ τοῦ καὶ τὴν οἰκίαν αὐτοῦ πᾶσαν εἶναι πιστὴν, καὶ οὕτω πιστὴν, ὡς καὶ Ἐκκλησίαν αὐτὴν ὀνομάζεσθαι. Διὰ τοῦτο καὶ γράφων ἔλεγε· Καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ. Μαρτυρεῖ δὲ αὐτῷ καὶ πολλὴν ὑπακοὴν, καὶ ὅτι σπλάγχνα τῶν ἁγίων ἀνεπέπαυτο εἰς αὐτόν. Καὶ αὐτὸς δὲ γράφων ἐν ταύτῃ τῇ ἐπιστολῇ παρήγγελλεν αὐτῷ ἑτοιμάσαι ξενίαν. Οὕτω μοι δοκεῖ καταγώγιον εἶναι ἁγίων ἡ οἰκία ἡ ἐκείνου πάντων ἕνεκεν). Οὗτος δὴ οὖν ὁ θαυμαστὸς ἀνὴρ παῖδά τινα εἶχεν Ὀνήσιμον. Ὁ τοίνυν Ὀνήσιμος οὗτος κλέψας τι παρὰ τοῦ δεσπότου, ἐδραπέτευσεν· ὅτι γὰρ ἔκλεψεν, ἄκουσον τί φησιν· Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, ἐγὼ ἀποτίσω. Ἐλθὼν τοίνυν πρὸς τὸν Παῦλον εἰς τὴν Ῥώμην, καὶ εὑρὼν αὐτὸν ἐν τῷ δεσμωτηρίῳ, καὶ ἀπολαύσας τῆς παρ' αὐτοῦ διδασκαλίας, καὶ τοῦ βαπτίσματος ἔτυχεν ἐκεῖ. Ὅτι γὰρ ἐκεῖ ἔτυχε τῆς τοῦ βαπτίσματος δωρεᾶς, δῆλον ἐκ τοῦ εἰπεῖν· Ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Ὁ τοίνυν Παῦλος γράφει συνιστῶν αὐτὸν πρὸς τὸν δεσπότην, ὥστε πάντων ἕνεκεν λύσιν γενέσθαι, καὶ προσίεσθαι αὐτὸν ὡς ἀναγεννηθέντα νῦν. Ἀλλ' ἐπειδή τινές φασι, περιττὸν εἶναι τὸ καὶ ταύτην προσκεῖσθαι τὴν ἐπιστολὴν, εἴ γε ὑπὲρ πράγματος μικροῦ ἠξίωσεν, ὑπὲρ ἑνὸς ἀνδρὸς, μαθέτωσαν ὅσοι ταῦτα ἐγκαλοῦσιν, ὅτι μυρίων εἰσὶν ἐγκλημάτων ἄξιοι. Οὐ μόνον γὰρ τὰς οὕτω μικρὰς ἐπιστολὰς, καὶ ὑπὲρ οὕτω πραγμάτων ἀναγκαίων ἐπεσταλμένας ἔδει ἐγγεγράφθαι· ἀλλ' εἴθε γὰρ ἐνῆν εὐπορῆσαι τοῦ τὴν ἱστορίαν ἡμῖν παραδιδόντος τῶν ἀποστόλων, οὐ λέγω ὑπὲρ ὧν ἔγραψαν καὶ διελέχθησαν, ἀλλὰ καὶ τὴν ἄλλην αὐτῶν ἀναστροφὴν, καὶ τί ἔφαγον καὶ πότε ἔφαγον, πότε ἐκάθισαν καὶ ποῦ ἐβάδισαν, καὶ τί καθ' ἑκάστην ἡμέραν διεπράξαντο, ἐν ποίοις μέρεσι γεγόνασι, καὶ εἰς ποίαν οἰκίαν εἰσῆλθον, καὶ ποῦ κατήχθησαν, καὶ μετὰ ἀκριβείας ἅπαντα διηγήσασθαι· οὕτω πάντα τὰ παρ' αὐτῶν γενόμενα πολλῆς ὠφελείας γέμει. Ἀλλ' ἐπειδὴ μὴ ἴσασιν οἱ πλείους τὸ κέρδος τὸ ἐντεῦθεν, διὰ τοῦτο μέμφεσθαι ἐπιχειροῦσιν. Εἰ γὰρ τόπους ὁρῶντες μόνον, ἔνθα ἐκάθισαν ἢ ἐδέθησαν, τόπους ἀψύχους, πολλάκις ἐκεῖ παραπέμπομεν τὴν διάνοιαν, καὶ φανταζόμεθα αὐτῶν τὴν ἀρετὴν, καὶ διανιστάμεθα καὶ προθυμότεροι γινόμεθα· εἰ τὰ ῥήματα καὶ τὰς ἑτέρας αὐτῶν πράξεις ἠκούσαμεν, πολλῷ μᾶλλον. Ἀλλὰ περὶ μὲν φίλου τις ἐρωτᾷ, ποῦ διάγει, τί πράττει, ποῦ πρόεισι· περὶ δὲ τῶν κοινῶν τῆς οἰκουμένης διδασκάλων οὐκ ἔδει ταῦτα μαθεῖν, εἰπέ μοι; Ὅταν γάρ τις πνευματικῶς ζῇ, καὶ σχήματα καὶ βαδίσματα, καὶ ῥήματα καὶ πράγματα τοῦ τοιούτου, καὶ πάντα ἁπλῶς τοὺς ἀκούοντας ὠφελεῖ, καὶ οὐδὲν ἐμποδίζει οὐδὲ κώλυμα γίνεται. Πλὴν ὅτι περὶ ἀναγκαίων ἡ ἐπιστολὴ διεπέμπετο, μαθεῖν ὑμᾶς χρήσιμον. Ὅρα τοίνυν, πόσα κατορθοῦται ἐντεῦθεν. Ἓν μὲν καὶ πρῶτον, τὸ σπουδαῖόν τινα εἶναι περὶ πάντα. Εἰ γὰρ Παῦλος ὑπὲρ δραπέτου, ὑπὲρ λῃστοῦ καὶ κλέπτου τοσαύτην ποιεῖται πρόνοιαν, καὶ οὐ παραιτεῖται μετὰ τοσούτων αὐτὸν ἐγκωμίων παραπέμψαι, οὐδὲ αἰσχύνεται, πολλῷ μᾶλλον οὐδὲ ἡμᾶς προσήκει ῥᾳθύμους εἶναι περὶ τὰ τοιαῦτα. Δεύτερον, ὅτι τὸ δουλικὸν γένος οὐ δεῖ ἀπογινώσκειν, κἂν εἰς ἐσχάτην ἐλάσῃ κακίαν. Εἰ γὰρ ὁ κλέπτης, ὁ δραπέτης οὕτως ἐγένετο ἐνάρετος, ὡς θέλειν τὸν Παῦλον κοινωνὸν αὐτὸν καταστῆσαι, καὶ γράφων ἔλεγεν· Ἵνα ὑπὲρ σοῦ διακονῇ μοι· πολλῷ μᾶλλον ἐλευθέρους ἀπογινώσκειν οὐ χρή. Τρίτον, ὅτι τοὺς δούλους ἀποσπᾷν τῶν δεσποτῶν οὐ προσήκει. Εἰ γὰρ Παῦλος, ὁ οὕτω θαῤῥῶν τῷ Φιλήμονι, τὸν Ὀνήσιμον, τὸν οὕτως εὔχρηστον καὶ χρήσιμον αὐτῷ πρὸς διακονίαν, οὐκ ἠθέλησε κατασχεῖν παρὰ γνώμην τοῦ δεσπότου· πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν οὐ χρή. Εἰ γὰρ θαυμαστός ἐστιν ὁ οἰκέτης, ταύτῃ μάλιστα μένειν αὐτὸν χρὴ ἐν τῇ δουλείᾳ, καὶ τὴν δεσποτείαν ἐπιγινώσκειν, ἵνα αἴτιος πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ ὠφελείας γένηται. Τί τὸν λύχνον ἀπὸ τῆς λυχνίας ἐπὶ τὸν μόδιον ἄγεις; Εἴθε τοὺς ἔξωθεν εἰς τὰς πόλεις εἰσωθεῖν ἐνῆν. Τί οὖν, φησὶν, ἂν καὶ αὐτὸς φαῦλος γένηται; Διὰ τί, εἰπέ μοι, παρακαλῶ; ὅτι πρὸς πόλιν εἰσῆλθεν; Ἀλλ' ἐννόει, ὅτι καὶ ἔξω ὢν φαυλότερος ἔσται· ὁ γὰρ ἔνδον φαῦλος γενόμενος, πολλῷ μᾶλλον ἔξω ὤν· ἐνταῦθα μὲν γὰρ καὶ τῆς ἀναγκαίας φροντίδος ἀπήλλακται, τοῦ δεσπότου μεριμνῶντος· ἐκεῖ δὲ ἡ περὶ τούτων φροντὶς ἴσως ἀπάξει αὐτὸν καὶ τῶν ἀναγκαιοτέρων καὶ πνευματικωτέρων. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος τὴν ἀρίστην αὐτοῖς εἰσάγων συμβουλὴν ἔλεγε· Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι, Τῇ δουλείᾳ παράμενε. Τὸ δὲ πάντων ἀναγκαιότερον, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται, καθὼς καὶ αὐτὸς γράφων ἔλεγεν. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. Ἐροῦσι γὰρ καὶ Ἕλληνες, ὅτι δύναται καὶ δουλεύων εὐαρεστεῖν τῷ Θεῷ· ἐπεὶ εἰς ἀνάγκην καθίστανται πολλοὶ τοῦ βλασφημεῖν καὶ λέγειν, ἐπὶ ἀνατροπῇ τῶν πάντων ὁ Χριστιανισμὸς εἰς τὸν βίον εἰσενήνεκται, τῶν δεσποτῶν ἀφαιρουμένων τοὺς οἰκέτας, καὶ βίας τὸ πρᾶγμά ἐστιν. Εἴπω τι καὶ ἕτερον; Διδάσκει ἡμᾶς μὴ ἐπαισχύνεσθαι τοὺς οἰκέτας, εἰ ἐνάρετοι εἶεν. Εἰ γὰρ Παῦλος, πάντων ἀνθρώπων θαυμασιώτερος, τοσαῦτα περὶ τούτου φησὶ, πολλῷ μᾶλλον ἡμεῖς περὶ τῶν ἡμετέρων. Τοσούτων οὖν ὄντων κατορθωμάτων, καίτοι οὔπω πάντα εἰρήκαμεν, περιττόν τις ἡγεῖται τὸ καὶ ταύτην τὴν ἐπιστολὴν ἐντετάχθαι; Καὶ πῶς οὐκ ἐσχάτης ἀνοίας ἂν εἴη; Προσέχωμεν τοίνυν, παρακαλῶ, τῇ παρὰ τοῦ Ἀποστόλου γραφείσῃ ἐπιστολῇ· τοσαῦτα γὰρ ἤδη κερδάναντες, πλείονα κερδανοῦμεν ἀπὸ τῆς ὑφῆς.