# In epistulam ad Philippenses (homiliae 1-15) 1.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/1.1-10

Εἶπεν, ὅτι τὰ κατ' ἐμὲ εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, Ὥστε τοὺς δεσμούς μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ· εἶπεν, ὅτι Εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν· ἐστήριξεν αὐτοὺς διὰ τούτων. Ἴσως ἂν ὑπώπτευσαν τὰ πρότερα παραμυθίας ἕνεκεν εἰρῆσθαι. Τί οὖν ποιεῖ, καὶ πῶς λύει τὴν ὑποψίαν; Τιμόθεον πέμπω πρὸς ὑμᾶς, φησί· καὶ γὰρ ἐπόθουν πάντα ἀκοῦσαι τὰ κατ' αὐτόν. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἵνα γνῶτε τὰ περὶ ἐμοῦ, ἀλλ', Ἵνα γνῶ τὰ ὑμέτερα; Τὰ μὲν γὰρ αὐτοῦ Ἐπαφρόδιτος πρὸ Τιμοθέου ἔμελλεν ἀπαγγέλλειν· διὸ προϊών φησιν, Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν πέμψαι πρὸς ὑμᾶς. Τὰ δὲ ὑμέτερα βούλομαι, φησὶ, μαθεῖν. Πολὺν γὰρ εἰκὸς αὐτὸν πεποιηκέναι χρόνον παρὰ τῷ Παύλῳ διὰ τὴν ἀσθένειαν τὴν σωματικήν. Ὥστε ἀναγκαίως βούλομαι, φησὶ, μαθεῖν τὰ καθ' ὑμᾶς. Ὅρα πῶς πάντα ἀνατίθησι τῷ Χριστῷ, καὶ τὴν ἀποστολὴν τοῦ Τιμοθέου, λέγων, Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, τουτέστι, θαῤῥῶ, ὅτι ἐξευμαρίσει μοι ὁ Θεὸς τοῦτο, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Ὥσπερ ὑμᾶς, φησὶν, ἀνεκτησάμην ταῦτα ἀκούσαντας, ἅπερ ηὔχεσθε περὶ ἐμοῦ, ὅτι τὸ Εὐαγγέλιον ἐπέδωκεν, ὅτι κατῃσχύνθησαν ἐκεῖνοι, ὅτι δι' ὧν ἐνόμιζον βλάπτειν, διὰ τούτων εὔφραναν· οὕτω βούλομαι καὶ τὰ καθ' ὑμᾶς μαθεῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Δεικνύει ἐνταῦθα, ὅτι ἐκείνους χαίρειν ἔδει ἐπὶ τοῖς δεσμοῖς, καὶ τούτοις κατακολουθεῖν· πολλὴν γὰρ ἔτικτον αὐτῷ τὴν ἡδονήν· τὸ γὰρ, Ἵνα κἀγὼ εὐψυχῶ, τοῦτό ἐστιν, Ὥσπερ ὑμεῖς. Βαβαὶ, πόσον εἶχε τῆς Μακεδονίας πόθον. Καὶ Θεσσαλονικεῦσι τὸ αὐτὸ μαρτυρεῖ, ὡς ὅταν λέγῃ, Ἡμεῖς δὲ ἀποφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας. Καὶ ἐνταῦθα, Ἐλπίζω, φησὶ, πέμψαι Τιμόθεον, ἵνα γνῶ τὰ περὶ ὑμῶν· ὃ κηδεμονίας ἦν μεγίστης. Ὅτε γὰρ αὐτὸς οὐκ ἐδύνατο παραγενέσθαι, τοὺς μαθητὰς ἔπεμπε, μὴ καρτερῶν μηδὲ ὀλίγον χρόνον ἀγνοεῖν τὰ κατ' αὐτούς· οὐ γὰρ δὴ τῷ πνεύματι πάντα ἐμάνθανε· καὶ τοῦτο δὲ εἰκότως ἐγίνετο. Εἰ γὰρ τοῦτο ἐπείσθησαν οἱ μαθηταὶ, ἀναίσχυντοι ἂν ἐγένοντο· νῦν δὲ προσδοκῶντες λανθάνειν, ῥᾷον ἐπανωρθώσαντο. Καὶ τούτῳ αὐτοὺς μάλιστα ἐπέστρεψε, τῷ εἰπεῖν, Ἵνα κἀγὼ εὐψυχῶ, καὶ σπουδαιοτέρους αὐτοὺς ἐποίησεν, ὥστε μὴ ἐλθόντα Τιμόθεον, ἀλλά τινα εὑρεῖν, καὶ ἀπαγγεῖλαι αὐτῷ. Φαίνεται δὲ καὶ αὐτὸς τούτῳ κεχρημένος τῷ τρόπῳ, καὶ ἀναβαλλόμενος αὑτοῦ τὴν παρουσίαν, ὥστε μεταβαλέσθαι Κορινθίους. Διὰ τοῦτο καὶ ἔγραφε· Φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον, Οὐ γὰρ τούτῳ μόνον ἡ ἀγάπη δείκνυται, τῷ τὰ οἰκεῖα ἀπαγγέλλειν, ἀλλὰ καὶ τῷ τὰ ἐκείνων ζητεῖν μαθεῖν· μεριμνώσης γὰρ τοῦτο ψυχῆς καὶ πεφροντισμένης καὶ ἀεὶ ἐναγωνίου οὔσης. Ἅμα δὲ καὶ τιμᾷ αὐτοὺς, Τιμόθεον πέμπων. Τί λέγεις; Τιμόθεον πέμπεις; τί δήποτε; Ναὶ, φησίν· Οὐδένα γὰρ ἔχω ἰσόψυχον, τουτέστι, τῶν ὁμοίως μοι μεριμνώντων, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οὐδένα οὖν οὐκ εἶχε τῶν μετ' αὐτοῦ ἰσόψυχον; Οὐδένα. Τί δὲ τοῦτό ἐστιν; Ἀντὶ τοῦ, Ὁμοίως ἐμοὶ κηδόμενον ὑμῶν καὶ φροντίζοντα. Οὐκ ἄν τις εὐκόλως ἕλοιτο, φησὶ, ταύτης ἕνεκεν τῆς αἰτίας ὁδοιπορίαν τοσαύτην ποιήσασθαι. Ὁ φιλῶν ὑμᾶς μετ' ἐμοῦ, Τιμόθεός ἐστιν· ἐνῆν μὲν γὰρ καὶ ἄλλους πέμψαι, ἀλλ' οὐδεὶς τοιοῦτός ἐστιν. Ἄρα τοῦτο ἰσοψύχου ἐστὶ, τὸ τοὺς μαθητευομένους αὐτῷ ὁμοίως φιλεῖν. Ὅστις, φησὶ, γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· τουτέστι, πατρικῶς. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ· τουτέστι, τὴν οἰκείαν ἀνάπαυσιν καὶ τὸ ἐν ἀσφαλείᾳ εἶναι. Τοῦτο καὶ Τιμοθέῳ γράφων λέγει. Τί δήποτε δὲ ἀποδύρεται ταῦτα; Παιδεύων ἡμᾶς τοὺς ἀκούοντας μὴ τοῖς αὐτοῖς περιπεσεῖν, παιδεύων τοὺς ἀκούοντας μὴ ζητεῖν ἄνεσιν. Ὁ γὰρ ἄνεσιν ζητῶν, οὐ ζητεῖ τὰ Χριστοῦ, ἀλλὰ τὰ ἑαυτοῦ· δεῖ γὰρ παρεσκευάσθαι πρὸς πάντα πόνον, πρὸς πᾶσαν ταλαιπωρίαν. Τὴν δὲ δοκιμὴν αὐτοῦ, φησὶ, γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Καὶ ὅτι οὐχ ἁπλῶς λέγω, ὑμεῖς, φησὶν, αὐτοὶ ἐπίστασθε, ὅτι, ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Παρατίθεται ἐνταῦθα τὸν Τιμόθεον, εἰκότως, ὥστε πολλῆς ἀπολαῦσαι παρ' αὐτῶν τιμῆς. Τοῦτο καὶ πρὸς Κορινθίους ἐπιστέλλων ποιεῖ, λέγων, Μή τις αὐτοῦ καταφρονήσῃ· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς καὶ ἐγώ· οὐκ ἐκείνου κηδόμενος, ἀλλὰ τῶν δεχομένων αὐτὸν, ὥστε πολὺν ἀπενέγκασθαι τὸν μισθόν. Τοῦτον μὲν οὖν, φησὶν, ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ, ἐξ αὐτῆς. Τουτέστιν, Ὅταν ἴδω ἐν τίνι ἕστηκα, καὶ ποῖον ἕξει τέλος τὰ κατ' ἐμέ. Πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι πρὸς ὑμᾶς. Οὐ διὰ τοῦτο πέμπω αὐτὸν, ὡς μὴ ἐλευσόμενος, ἀλλ' Ἵνα εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν, ἵνα μηδὲ τὸν ἐν τῷ μεταξὺ χρόνον ὦ ἐν ἀγνοίᾳ. Πέποιθα δὲ ἐν Κυρίῳ, φησί· τουτέστιν, ἂν ὁ Θεὸς βούληται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
