# In epistulam ad Philippenses (homiliae 1-15) 1.1-13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/1.1-13

Οὐδὲν οὕτω κενοῖ κατορθώματα καὶ ἀποφυσᾷ, ὡς μνήμη τῶν εἰργασμένων ἡμῖν ἀγαθῶν. Δύο γὰρ τίκτει κακὰ, ῥᾳθυμοτέρους τε ἐργάζεται, καὶ εἰς ἀπόνοιαν αἴρει. Διόπερ ὁ Παῦλος, ἐπειδὴ οἶδεν ὀξύῤῥοπον οὖσαν τὴν ἡμετέραν φύσιν πρὸς ῥᾳθυμίαν, καὶ πολλὰ δὲ τοὺς Φιλιππησίους ἐπῄνεσεν, ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνημα, διὰ πολλῶν μὲν καὶ ἑτέρων ἀνωτέρω, μάλιστα δὲ διὰ τοῦ παρόντος. Τί λέγων; Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατει ληφέναι. Εἰ δὲ Παῦλος οὐδέπω κατέλαβεν, οὐδὲ θαῤῥεῖ περὶ τῆς ἀναστάσεως, οὐδὲ περὶ τῶν μελλόντων· σχολῇ γοῦν ἐκεῖνοι μηδὲ τὸ πολλοστὸν αὐτοῦ μέρος κατωρθωκότες τοῦτο ἂν ἔπραξαν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐδέπω κατειληφέναι τὴν ἀρετὴν ἅπασαν ἡγοῦμαι· οὕτως εἰπὼν, ὡς ἂν εἰ περὶ δρομέως εἴποι τις, Οὔπω κατέλαβεν. Οὐδέπω τὸ πᾶν ἤνυσα, φησίν. Εἰ δὲ λέγει ἀλλαχοῦ, Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, καὶ ἐνταῦθα, Οὐδέπω λογίζομαι κατειληφέναι, ἀναγνούς τις ἀμφότερα, εἴσεται καλῶς τὴν αἰτίαν καὶ ἐκείνων καὶ τούτων τῶν ῥημάτων. Οὐ γὰρ δεῖ συνεχῶς τὰ αὐτὰ στρέφειν, καὶ ἡμᾶς πάντα διδάσκειν, καὶ ὅτι ταῦτα πολὺ πρότερον ἔλεγεν, ἐκεῖνα δὲ πρὸς τῷ τέλει. Οὔπω λογίζομαι κατειληφέναι, φησὶν, ἀλλ' ἑνός εἰμι μόνου, τοῦ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Τοῦτο γάρ ἐστιν ὅ φησιν, Ἓν, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. Ὅρα πῶς εἰπὼν τοῦτο, ἐδήλωσε τί ἦν ὃ ἐποίει αὐτὸν τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Ὁ μὲν οὖν ἤδη τετελειῶσθαι νομίζων, καὶ μηδὲν αὐτῷ λείπειν πρὸς ἀρετῆς κατόρθωσιν, κἂν ἐπαύσατο τρέχων, ὡς τὸ πᾶν κατειληφώς· ὁ δὲ ἀφεστάναι τοῦ τέρματος ἔτι νομίζων, οὐδέποτε παύσεται τρέχων. Τοῦτο οὖν ἡμᾶς ἀεὶ δεῖ λογίζεσθαι, κἂν μυρία κατορθώσωμεν ἀγαθά. Εἰ γὰρ Παῦλος μετὰ μυρίους θανάτους, μετὰ τοσούτους κινδύνους τοῦτο ἐλογίζετο, πολλῷ μᾶλλον ἡμεῖς. Οὐ μὴν ἀνέπεσον, φησὶν, ἐπειδὴ τοσοῦτον δραμὼν οὐκ ἴσχυσα, οὐδὲ ἀπέγνων, ἀλλ' ἔτι τρέχω, ἔτι ἀγωνίζομαι· τοῦτο μόνον σκοπῶ, ὅπως δὴ προκόπτοιμι. Οὕτω καὶ ἡμᾶς χρὴ ποιεῖν, ἐπιλανθάνεσθαι τῶν κατορθωμάτων, καὶ ἀφιέναι αὐτὰ ὀπίσω. Καὶ γὰρ ὁ δρομεὺς οὐχ ὅσους ἤνυσεν ἀναλογίζεται διαύλους, ἀλλ' ὅσους λείπεται. Καὶ ἡμεῖς μὴ ὅσον ἠνύσαμεν τῆς ἀρετῆς ἀναλογιζώμεθα, ἀλλ' ὅσον ἡμῖν λείπει. Τί γὰρ ἡμᾶς ὠφελεῖ τὸ ἀνυσθὲν, ὅταν τὸ λειπόμενον μὴ προστεθῇ; Καὶ οὐκ εἶπεν, ὅτι Οὐκ ἀναλογίζομαι, οὐδὲ μέμνημαι, ἀλλ', Ἐκλανθανόμενος, ἡμᾶς προσεκτικωτέρους ποιῶν. Οὕτω γὰρ σφοδροὶ γινόμεθα, ὅταν πᾶσαν προθυμίαν εἰς τὸ λεῖπον ἀναλάβωμεν, ὅταν ἐκεῖνα λήθῃ παραδῶμεν. Ἐπεκτεινόμενοι, φησὶ, πρὶν ἢ παραγενέσθαι, λαβεῖν σπουδάζομεν. Ὁ γὰρ ἐπεκτεινόμενος οὗτός ἐστιν, ὁ τοὺς πόδας καίτοι τρέχοντας τῷ λοιπῷ σώματι προλαβεῖν σπουδάζων, ἐπεκτείνων ἑαυτὸν εἰς τὸ ἔμπροσθεν, καὶ τὰς χεῖρας ἐκτείνων, ἵνα καὶ τοῦ δρόμου πλέον τι ἐργάσηται. Τοῦτο δὲ ἀπὸ πολλῆς προθυμίας γίνεται, ἀπὸ πολλῆς θερμότητος. Οὕτω δεῖ τρέχειν τὸν τρέχοντα, μετὰ τοσαύτης σπουδῆς, μετὰ τοσαύτης προθυμίας, οὐκ ἀναπεπτωκότα. Ὅσον δὲ τοῦ οὕτω τρέχοντος καὶ τοῦ ὑπτίου κειμένου τὸ μέσον, τοσοῦτον τοῦ Παύλου καὶ ἡμῶν. Καθ' ἡμέραν ἀπέθνησκεν ἐκεῖνος, καθ' ἡμέραν εὐδοκίμει· οὐκ ἦν καιρὸς, οὐκ ἦν χρόνος, ἐν ᾧ οὐκ ηὔξετο αὐτῷ ὁ δρόμος· οὐ λαβεῖν ἠθέλησεν, ἀλλ' ἁρπάσαι τὸ βραβεῖον· οὕτω γὰρ ἔστι λαβεῖν. Ἄνω ὁ τὸ βραβεῖον διδοὺς ἕστηκεν, ἄνω κεῖται τὸ βραβεῖον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
