# In epistulam ad Philippenses (homiliae 1-15) 1.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15), Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί· πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες· μηδὲν κατ' ἐρίθειαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ad-philippenses-homiliae-1-15/1.1-6

Οὐδὲν ἄμεινον, οὐδὲν φιλοστοργότερον διδασκάλου πνευματικοῦ· παντὸς πατρὸς εὔνοιαν παρέρχεται φυσικοῦ. Ὅρα γοῦν, ὁ μακάριος οὗτος οἵαν τίθησιν ἱκετηρίαν πρὸς Φιλιππησίους ὑπὲρ τῶν ἐκείνοις συμφερόντων. Τί γάρ φησι, περὶ ὁμονοίας παρακαλῶν, τοῦ πάντων αἰτίου τῶν καλῶν; ὅρα πῶς λιπαρῶς, πῶς σφοδρῶς, πῶς μετὰ συμπαθείας πολλῆς. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, φησί. Τουτέστιν, εἴ τινα ἔχετε παράκλησιν ἐν Χριστῷ· ὡς ἂν εἰ ἔλεγεν· Εἴ τινά μου λόγον ἔχεις, εἴ τίς σοι φροντὶς ἐμοῦ, εἴ ποτε εὖ ἔπαθές τι παρ' ἐμοῦ, τόδε ποίησον. Τούτῳ δὲ κεχρήμεθα τῆς διαθέσεως τῷ τρόπῳ, ὅταν ὑπὲρ πράγματος ἀξιῶμεν, ὃ πάντων προτίθεμεν· οὐ γὰρ, εἰ μὴ πάντων αὐτὸ προετίθεμεν, πάντων τὴν ἀμοιβὴν ἐν ἐκείνῳ λαβεῖν ἐβουλόμεθα, καὶ δι' ἐκείνου τὸ πᾶν ἐλέγομεν δείκνυσθαι. Ἡμεῖς μὲν οὖν σαρκικῶν δικαιωμάτων ὑπομιμνήσκομεν. Ὡς ἂν εἰ πατὴρ πρὸς υἱὸν ἔλεγεν· Εἴ τις οὖν σοι πατρὸς αἰδὼς, εἴ τις ἀνατροφῆς μνήμη, εἴ τις φιλοστοργίας τῆς πρὸς ἐμὲ, εἴ τις τιμῆς ἧς ἔτυχες παρ' ἐμοῦ, εἴ τις εὐνοίας, μὴ ἔσο τῷ ἀδελφῷ ἐχθρός· τουτέστιν, Ἀντὶ πάντων ἐκείνων ταύτην αἰτῶ τὴν ἀμοιβήν. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως· οὐδενὸς γὰρ σαρκικοῦ ὑπομιμνήσκει, ἀλλὰ πάντων πνευματικῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἴ τινά μοι βούλεσθε παράκλησιν ἐν τοῖς πειρασμοῖς δοῦναι, καὶ προτροπὴν ἐν Χριστῷ, εἴ τινα παραμυθίαν ἀγάπης, εἴ τινα κοινωνίαν δεῖξαι τὴν ἐν πνεύματι, εἴ τινα ἔχετε σπλάγχνα καὶ οἰκτιρμοὺς, πληρώσατέ μου τὴν χαράν. Εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί. Οἰκτιρμούς φησιν ἑαυτοῦ τῶν μαθητῶν τὴν ὁμόνοιαν ὁ Παῦλος, δεικνὺς ὡς ἐν τοῖς ἐσχάτοις ὁ κίνδυνος, ἐὰν μὴ ὁμονοῶσιν. Εἰ ἔστι, φησὶ, τυχεῖν παρακλήσεως παρ' ὑμῶν, εἰ ἔστι τυχεῖν ἀπὸ τῆς ἀγάπης ὑμῶν παραμυθίας τινὸς, εἰ ἔστιν ὑμῖν κοινωνῆσαι ἐν πνεύματι, εἰ ἔστι κοινωνῆσαι ὑμῖν ἐν Κυρίῳ, εἰ ἔστιν ἐλεηθῆναι παρ' ὑμῶν καὶ οἰκτειρηθῆναι, πάντων τούτων τὴν ἀντίδοσιν ἐν τῇ ἀγάπῃ δείξατε· πάντων τούτων ἔτυχον, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Πληρώσατέ μου τὴν χαράν. Ὅρα, ἵνα μὴ δόξῃ ἡ παραίνεσις ὡς πρὸς ἐλλείποντας ἔτι γεγενῆσθαι, οὐκ εἶπε, Ποιήσατέ μοι, ἀλλὰ, Πληρώσατε· τουτέστιν, Ἤρξασθε φυτεύειν ἐν ἐμοί, ἤδη μοι μετεδώκατε τὸ εἰρηνεύειν, ἀλλ' εἰς τέλος ἐπιθυμῶ ἐλθεῖν. Τί βούλει, εἰπέ μοι, ἵνα σε κινδύνων ἀπαλλάξωμεν; ἵνα σοί τι χορηγήσωμεν; Οὐδὲν τούτων, φησὶν, ἀλλ', Ἵνα ὑμεῖς τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, ἐν ᾗ ἤρξασθε, σύμψυχοι, τὸ ἓν φρονοῦντες. Βαβαὶ, ποσάκις τὸ αὐτὸ λέγει ἀπὸ διαθέσεως πολλῆς. Ἵνα τὸ αὐτὸ φρονῆτε, φησὶ, μᾶλλον δὲ, ἵνα τὸ ἓν φρονῆτε. Τοῦτο γὰρ προϊὼν ἐδήλωσεν εἰπὼν, Τὸ ἓν φρονοῦντες· ὃ τοῦ, Τὸ αὐτὸ, μεῖζόν ἐστι. Τὴν αὐτὴν ἀγάπην ἔχοντες· τουτέστι, μὴ ἁπλῶς περὶ πίστιν μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. Ἔστι γὰρ καὶ τὸ αὐτὸ φρονεῖν, καὶ μὴ ἀγάπην ἔχειν. Τὴν αὐτὴν ἀγάπην ἔχοντες· τουτέστιν, ὁμοίως καὶ φιλεῖν καὶ φιλεῖσθαι. Μὴ σὺ μὲν ἀπόλαυε τῆς πολλῆς, ἐλάττονα δὲ τοῖς ἄλλοις πάρεχε, ἵνα καὶ ἐν τούτῳ ᾖς πλεονέκτης. Εἰ γάρ τινες τοῦτο, ἀλλὰ σὺ μὴ ἀνέχου. Σύμψυχοι, φησί· τουτέστι, μιᾷ ψυχῇ τὰ πάντων οἰκειούμενοι σώματα, οὐ τῇ οὐσίᾳ (οὐ γάρ ἐστι δυνατὸν), ἀλλὰ τῇ προαιρέσει καὶ τῇ γνώμῃ· ὡς ἐκ μιᾶς ψυχῆς τὰ πάντα γινέσθω. Τί ἐστι, Σύμψυχοι; Ἐδήλωσεν εἰπὼν, Τὸ ἓν φρονοῦντες· ἓν ἔστω τὸ φρόνημα, ὥσπερ μιᾶς ψυχῆς. Μηδὲν κατὰ ἐρίθειαν. Ἀξιοῖ λοιπὸν καὶ τὸν τρόπον λέγει, πῶς ἂν τοῦτο γένοιτο· Μηδὲν κατὰ ἐρίθειαν, ἢ κενοδοξίαν, φησίν. Ὅπερ ἀεί φημι, ὅτι πάντων αἴτιον τῶν κακῶν τοῦτό ἐστιν· ἐντεῦθεν αἱ μάχαι καὶ αἱ ἔρεις, ἐντεῦθεν αἱ βασκανίαι καὶ φιλονεικίαι, ἐντεῦθεν τῆς ἀγάπης ἡ ψύξις, ὅταν τῆς τῶν ἀνθρώπων δόξης ἐρῶμεν, ὅταν δοῦλοι τῆς τῶν πολλῶν ὦμεν τιμῆς· οὐ γὰρ ἔνι δόξης ὄντα δοῦλον, εἶναι καὶ Θεοῦ δοῦλον γνήσιον. Πῶς οὖν τὴν κενοδοξίαν φύγωμεν, φησίν; οὐδέπω γὰρ εἶπας ὁδόν. Ἄκουε τῶν ἐπαγομένων· Ἀλλὰ τῇ ταπεινοφροσύνῃ, φησὶν, ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Βαβαὶ, πῶς δόγμα φιλοσοφίας γέμον πάσης, καὶ ἡμῶν τῆς σωτηρίας συγκρότημα ἐξέθετο. Ἐὰν ὑπολάβῃς, φησὶν, ὅτι ὁ δεῖνά σου μείζων ἐστὶ, καὶ τοῦτο πείσῃς σαυτὸν, μᾶλλον δὲ οὐκ ἐὰν εἴπῃς μόνον, ἀλλὰ καὶ πληροφορηθῇς, ἀπονέμεις αὐτῷ καὶ τὴν τιμήν· εἰ δὲ σὺ ἀπονέμεις αὐτῷ τὴν τιμὴν, οὐκ ἀγανακτήσεις ὁρῶν αὐτὸν παρ' ἑτέρου τιμώμενον. Μὴ τοίνυν ἁπλῶς νόμιζε μείζονά σου εἶναι, ἀλλὰ καὶ ὑπερέχειν, ὅπερ ἐστὶ σφοδρᾶς ὑπερβολῆς, καὶ οὐ ξενισθήσῃ τιμώμενον ὁρῶν, οὐδὲ ἀλγήσεις· κἂν ὑβρίσῃ, οἴσεις γενναίως· μείζονα γάρ σου αὐτὸν νενόμικας· κἂν λοιδορῇ, πείθῃ, κἂν ποιήσῃ κακῶς, φέρεις σιγῇ. Ὅταν γὰρ ἅπαξ πληροφορηθῇ ἡ ψυχὴ, ὅτι μείζων ἐστὶν, οὐκ εἰς ὀργὴν ἐμπίπτει ἐν οἷς ἂν παρ' αὐτοῦ πάθῃ κακῶς, οὐκ εἰς βασκανίαν. Τοῖς γὰρ σφόδρα ὑπερέχουσιν οὐδεὶς ἂν φθονήσειε· τῆς γὰρ ὑπεροχῆς τὰ πάντα ἡγεῖται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Philippenses (homiliae 1-15). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg160.local001/.
